Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 294
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 294

by Dionysius of Halicarnassus


  Αἰκανοὶ δὲ καὶ Οὐολοῦσκοι προνομεύσαντες αὐτῶν τὴν χώραν ἀδεῶς ἐπὶ τοὺς Τυσκλάνων ἀγροὺς ἀφίκοντο. διαρπάσαντες δὲ καὶ τούτους οὐδενὸς ἀμυνομένου παρῆσαν εἰς τοὺς Γαβίνων ὅρους. ἐλάσαντες δὲ καὶ διὰ ταύτης ἀδεῶς τῆς γῆς ἐπὶ τὴν Ῥώμην ἀφικνοῦντο. [2] ἐθορύβησαν μὲν οὖν ἱκανῶς τὴν πόλιν, οὐ μὴν κρατῆσαί γ᾽ αὐτῆς ἠδυνήθησαν: ἀλλὰ καίπερ ἐξασθενοῦντες οἱ Ῥωμαῖοι τὰ σώματα καὶ τοὺς ὑπάτους ἀπολωλεκότες ἀμφοτέρους — καὶ γὰρ ὁ Σερουίλιος ἐτεθνήκει νεωστί — καθοπλισάμενοι παρὰ δύναμιν τοῖς τείχεσιν ἐπέστησαν, τοῦ περιβόλου τῆς πόλεως ὄντος ἐν τῷ τότε χρόνῳ, ὅσος Ἀθηναίων τοῦ ἄστεος ὁ κύκλος: καὶ τὰ μὲν ἐπὶ λόφοις κείμενα καὶ πέτραις ἀποτόμοις ὑπ᾽ αὐτῆς ἐστιν ὠχυρωμένα τῆς φύσεως καὶ ὀλίγης δεόμενα φυλακῆς: τὰ δ᾽ ὑπὸ τοῦ [p. 396] Τεβέριος τετειχισμένα ποταμοῦ, οὗ τὸ μὲν εὖρός ἐστι τεττάρων πλέθρων μάλιστα, βάθος δ᾽ οἷόν τε ναυσὶ πλεῖσθαι μεγάλαις, τὸ δὲ ῥεῦμα ὥσπερ τι καὶ ἄλλο ὀξὺ καὶ δίνας ἐργαζόμενον μεγάλας: ὃν οὐκ ἔνεστι πεζοῖς διελθεῖν εἰ μὴ κατὰ γέφυραν, ἣ ἦν ἐν τῷ τότε χρόνῳ μία ξυλόφρακτος, ἣν ἔλυον ἐν τοῖς πολέμοις. [3] ἓν δὲ χωρίον, ὃ τῆς πόλεως ἐπιμαχώτατόν ἐστιν, ἀπὸ τῶν Αἰσκυλίνων καλουμένων πυλῶν μέχρι τῶν Κολλίνων, χειροποιήτως ἐστὶν ὀχυρόν. τάφρος τε γὰρ ὀρώρυκται πρὸ αὐτοῦ πλάτος ᾗ βραχυτάτη μείζων ἑκατὸν ποδῶν, καὶ βάθος ἐστὶν αὐτῆς τριακοντάπουν: τεῖχος δ᾽ ὑπερανέστηκε τῆς τάφρου χώματι προσεχόμενον ἔνδοθεν ὑψηλῷ καὶ πλατεῖ, οἷον μήτε κριοῖς κατασεισθῆναι μήτε ὑπορυττομένων τῶν θεμελίων ἀνατραπῆναι. [4] τοῦτο τὸ χωρίον ἑπτὰ μέν ἐστι μάλιστ᾽ ἐπὶ μῆκος σταδίων, πεντήκοντα δὲ ποδῶν ἐπὶ πλάτος: ἐν ᾧ τότε οἱ Ῥωμαῖοι τεταγμένοι κατὰ πλῆθος ἀνεῖρξαν τῶν πολεμίων τὴν ἔφοδον οὔτε χελώνας χωστρίδας εἰδότων κατασκευάζειν τῶν τότ᾽ ἀνθρώπων, οὔτε τὰς καλουμένας ἑλεπόλεις μηχανάς. οἱ μὲν δὴ πολέμιοι ἀπογνόντες τῆς πόλεως τὴν ἅλωσιν ἀπῄεσαν ἀπὸ τοῦ τείχους, καὶ δῃώσαντες τὴν χώραν, ὅσην διεξῆλθον, ἀπῆγον ἐπ᾽ οἴκου τὰς δυνάμεις.

  Ῥωμαῖοι δὲ τοὺς καλουμένους ἀντιβασιλεῖς ἑλόμενοι τῶν ἀρχαιρεσίων ἕνεκα, ὃ ποιεῖν εἰώθασιν, [p. 397] ὅταν ἀναρχία κατάσχῃ τὴν πόλιν, ὑπάτους ἀπέδειξαν Λεύκιον Λοκρήτιον καὶ Τῖτον Οὐετούριον Γέμινον. ἐπὶ τῆς τούτων ἀρχῆς ἥ τε νόσος ἐπαύσατο καὶ τὰ πολιτικὰ ἐγκλήματα ἀναβολῆς ἔτυχε, τά τ᾽ ἴδια καὶ τὰ κοινά, πειραθέντος μὲν αὖθις τὸ περὶ τῆς κληρουχίας πολίτευμα κινεῖν ἑνὸς τῶν δημάρχων Σέξτου Τιτίου, κωλύσαντος δὲ τοῦ δήμου καὶ εἰς ἐπιτηδειοτέρους ὑπερθεμένου καιρούς. [2] προθυμία τε πολλὴ πᾶσιν ἐνέπεσε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας τῇ πόλει κατὰ τὸν τῆς νόσου καιρόν: καὶ αὐτίκα τῆς βουλῆς ψηφισαμένης καὶ τοῦ δήμου τὸν πόλεμον ἐπικυρώσαντος κατεγράφοντο τὰς δυνάμεις, οὐδενὸς τῶν ἐχόντων στρατεύσιμον ἡλικίαν οὐδ᾽, εἴ τινα ὁ νόμος ἀπέλυεν, ἀξιοῦντος ἐκείνης ἀπολειφθῆναι τῆς στρατείας: νεμηθείσης δὲ τριχῇ τῆς δυνάμεως μία μὲν ὑπελείφθη φυλάττειν τὴν πόλιν, ἧς ἡγεῖτο Κόιντος Φούριος ἀνὴρ ὑπατικός: αἱ δὲ δύο σὺν τοῖς ὑπάτοις ἐξῆλθον ἐπί τ᾽ [3] Αἰκανοὺς καὶ Οὐολούσκους. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ ὑπὸ τῶν πολεμίων ἔτυχεν ἤδη γεγονός. ἡ μὲν γὰρ κρατίστη δύναμις ἀφ᾽ ἑκατέρου τῶν ἐθνῶν συνελθοῦσα ὑπαίθριος ἦν ὑπὸ δυσὶν ἡγεμόσι, καὶ ἔμελλεν ἀπὸ τῆς Ἑρνίκων γῆς, ἐν ᾗ τότ᾽ ἦν, ἀρξαμένη πᾶσαν ἐπελεύσεσθαι τὴν Ῥωμαίων ὑπήκοον: ἡ δ᾽ ἧττον ἐκείνης χρησίμη τὰ οἰκεῖα πολίσματα ὑπελείφθη φυλάττειν, μή [4] τις ἔφοδος αἰφνίδιος πολεμίων ἐπ᾽ αὐτὰ γένηται. πρὸς ταῦτα βουλευομένοις τοῖς Ῥωμαίων ὑπάτοις ἐδόκει [p. 398] κράτιστον εἶναι ταῖς πόλεσιν αὐτῶν πρῶτον ἐπιχειρεῖν, κατὰ τοιόνδε τινὰ λογισμόν, ὅτι διαλυθήσεται τὸ κοινὸν αὐτῶν στράτευμα, εἰ πύθοιντο ἕκαστοι τὰ οἰκεῖα ἐν τοῖς ἐσχάτοις ὄντα κινδύνοις, καὶ πολὺ κρεῖττον ἡγήσεται τὰ σφέτερα σώζειν, ἢ τὰ τῶν πολεμίων φθείρειν. Λοκρήτιος μὲν οὖν εἰς τὴν Αἰκανῶν ἐνέβαλεν, Οὐετούριος δ᾽ εἰς τὴν Οὐολούσκων. Αἰκανοὶ μὲν οὖν τὰ ἔξω πάντα ἀπολλύμενα περιορῶντες τὴν πόλιν καὶ τὰ φρούρια εἶχον ἐν φυλακῇ.

  Οὐολοῦσκοι δ᾽ ὑπό τε θράσους καὶ αὐθαδείας προαχθέντες τοῦ τε Ῥωμαϊκοῦ στρατεύματος ὡς οὐκ ἀξιομάχου ὄντος πρὸς τὸ ἑαυτῶν πλῆθος συμφέρεσθαι καταφρονήσαντες ἐξῆλθον ἀγωνιούμενοι περὶ τῆς γῆς, καὶ πλησίον τοῦ Οὐετουρίου κατεστρατοπέδευσαν. οἷα δὲ φιλεῖ πάσχειν στραιὰ νεοσύλλεκτος ἔκ τε πολιτικοῦ καὶ γεωργικοῦ πρὸς καιρὸν συνελθόντος ὄχλου συναχθεῖσα, ἐν ᾗ πολὺ καὶ τὸ ἄνοπλον ἦν καὶ κινδύνων ἄπειρον, οὐδ᾽ εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐθάρσησεν: [2] ἀλλ᾽ ἅμα τῇ πρώτῃ τῶν Ῥωμαίων ἐφόδῳ διαταραχθέντες οἱ πολλοὶ καὶ οὔτ᾽ ἀλαλαγμὸν οὔθ᾽ ὅπλων κτύπον ἀνασχόμενοι, προτροπάδην ἔφευγον εἰς τὰ τείχη: ὥστε πολλοὺς μὲν ἐν ταῖς στενοχωρίαις τῶν ὁδῶν καταληφθέντας ἀποθανεῖν, πολλῷ δὲ πλείους παρὰ ταῖς πύλαις ὠθουμένους τῶν ἱππέων ἐπιδιωκόντων. [3] Οὐολοῦσκοι μὲν οὖν ταύτῃ χρησάμενοι τῇ συμφορᾷ [p. 399] σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς ἀφροσύνης, καὶ οὐδὲν ἔτι παρακινδυνεύειν ἐπειρῶντο. οἱ δ
ὲ τὰς ἐν ὑπαίθρῳ στρατιὰς Οὐολούσκων τε καὶ Αἰκανῶν ἔχοντες ἡγεμόνες, πυνθανόμενοι τὰ οἰκεῖα πολεμούμενα γενναῖόν τι καὶ οὗτοι δρᾶν ἐβουλεύσαντο, ἀναστάντες ἐκ τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς εἶχον ὀργῆς τε καὶ τάχους, τὸν στρατόν, κατὰ τοιάνδε τινὰ καὶ αὐτοὶ δόξαν, ὅτι δυεῖν ἔργων καλῶν θάτερον αὐτοῖς κατορθῶσαι ὑπάρξει, ἢ τὴν Ῥώμην ἀφύλακτον οὖσαν ἑλεῖν, ἢ τοὺς πολεμίους ἐκ τῆς ἑαυτῶν χώρας ἐκβαλεῖν, ὡς δὴ τῶν ὑπάτων ἀναγκασθησομένων πολεμουμένῃ [4] τῇ πατρίδι βοηθεῖν. ταῦτα διανοηθέντες ἦγον τὴν στρατιὰν ἐπιταχύνοντες, ἵν᾽ ἐξ ἀπροσδοκήτου τῇ πόλει συμμίξαντες εὐθὺς ἔργου ἔχωνται.

  ἀφικόμενοί τε μέχρι Τύσκλου πόλεως, μαθόντες τὸν περίβολον τῆς Ῥώμης ὅλον πληθύοντα ὅπλων, καὶ πρὸ τῶν πυλῶν τέτταρας ἐξεστρατευμένας σπείρας, ἀνδρῶν ἑξακοσίων ἑκάστην, τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁδοῦ ἀπετράποντο, τὴν δ᾽ ὑπὸ τῇ πόλει χώραν, ἣν ἐν τῇ προτέρᾳ παρέλιπον εἰσβολῇ, ἐγκαθεζόμενοι ἐδῄουν. [2] ἐπιφανέντος δ᾽ αὐτοῖς θατέρου τῶν ὑπάτων Λευκίου Λοκρητίου καὶ θεμένου τὴν παρεμβολὴν οὐ πρόσω καλὸν ὑπολαβόντες εἶναι καιρόν, πρὶν ἐλθεῖν τῷ Λοκρητίῳ τὴν ἑτέραν Ῥωμαίων δύναμιν σύμμαχον, ἧς Οὐετούριος ἡγεῖτο, συνάψαι μάχην, θέμενοι τὰς ἀποσκευὰς ἐπὶ λόφου τινὸς καὶ δύο σπείρας ἐπ᾽ αὐταῖς καταλιπόντες, οἱ λοιποὶ προῆλθον εἰς τὸ πεδίον: [p. 400] καὶ συμβαλόντες τοῖς Ῥωμαίοις ἄνδρες ἀγαθοὶ κατὰ [3] τὸν ἀγῶνα ἐγίνοντο μέχρι πολλοῦ. μαθόντες δ᾽ ἐκ τῶν κατὰ νώτου φρουρῶν τινες καταβαίνουσαν ὑπὲρ ὄχθου στρατιὰν ὑπέλαβον ἥκειν τὸν ἕτερον τῶν ὑπάτων ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, καὶ δείσαντες, μὴ κυκλωθεῖεν ὑπ᾽ ἀμφοῖν, οὐκέτι διέμειναν, ἀλλ᾽ εἰς φυγὴν τρέπονται. ἐν τούτῳ τῷ ἀγῶνι οἵ θ᾽ ἡγεμόνες αὐτῶν ἀμφότεροι γενναίων ἀνδρῶν ἔργα ἀποδειξάμενοι πίπτουσι, καὶ ἄλλοι πολλοὶ μαχόμενοι περὶ αὐτοὺς ἀγαθοί: οἱ δὲ φυγόντες ἐκ τῆς μάχης εἰς τὰς ἑαυτῶν ἕκαστοι πατρίδας σκεδασθέντες ἀνεχώρησαν. [4] ἐκ δὲ τούτου πολλὴν ἄδειαν λαβὼν ὁ Λοκρήτιος ἔφθειρε τὴν Αἰκανῶν γῆν, καὶ Οὐετούριος τὴν Οὐολούσκων, ἕως ὁ τῶν ἀρχαιρεσίων ἐπέστη καιρός. τότε δ᾽ ἀναστήσαντες τὰς δυνάμεις ἀπῆγον ἐπ᾽ οἴκου καὶ κατήγαγον ἀμφότεροι τοὺς ἐπινικίους θριάμβους: Λοκρήτιος μέν, ἐπὶ τοῦ τεθρίππου παρεμβεβηκώς, Οὐετούριος δὲ πεζὸς εἰσελαύνων. δύο γὰρ οὗτοι θρίαμβοι δίδονται τοῖς ἡγεμόσιν ὑπὸ τῆς βουλῆς, ὥσπερ ἔφην, τὰ μὲν ἄλλα ἔχοντες ἴσα, τῷ δὲ τὸν μὲν ἱππικὸν εἶναι, τὸν δὲ πεζικόν, διαφέροντες.

  BOOK X

  μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστή, ἣν ἐνίκα στάδιον Τορύμβας Θεσσαλὸς ἄρχοντος Ἀθήνησι Φρασικλέους: ὕπατοι δὲ ἀπεδείχθησαν ἐν Ῥώμῃ Πόπλιος Οὐολούμνιος καὶ Σερούιος Σολπίκιος Καμερῖνος. οὗτοι στρατιὰν μὲν οὐδεμίαν ἐξήγαγον οὔτε ἐπὶ τιμωρίας ἀναπράξει τῶν ἀδικούντων σφᾶς τε αὐτοὺς καὶ τοὺς συμμάχους οὔθ᾽ ὡς διὰ φυλακῆς τὰ οἰκεῖα ἕξοντες: τῶν δ᾽ ἐντὸς τείχους κακῶν πρόνοιαν ἐποιοῦντο, μή τι δεινὸν ὁ δῆμος ἐπὶ τῇ βουλῇ συστὰς ἐξεργάσηται. [2] ἐταράττετο γὰρ αὖθις ὑπὸ τῶν δημάρχων ἀναδιδασκόμενος, ὅτι πολιτειῶν κρατίστη τοῖς ἐλευθέροις ἐστὶν [p. 2] ἡ ἰσηγορία, καὶ κατὰ νόμους ἠξίου διοικεῖσθαι τά τε ἰδιωτικὰ καὶ τὰ δημόσια. οὔπω γὰρ τότε ἦν οὔτ᾽ ἰσονομία παρὰ Ῥωμαίοις οὔτ᾽ ἰσηγορία, οὐδ᾽ ἐν γραφαῖς ἅπαντα τὰ δίκαια τεταγμένα: ἀλλὰ τὸ μὲν ἀρχαῖον οἱ βασιλεῖς αὐτῶν ἔταττον τοῖς δεομένοις τὰς δίκας, καὶ [3] τὸ δικαιωθὲν ὑπ᾽ ἐκείνων τοῦτο νόμος ἦν. ὡς δ᾽ ἐπαύσαντο μοναρχούμενοι, τοῖς κατ᾽ ἐνιαυτὸν ὑπατεύουσιν ἀνέκειτο τά τε ἄλλα τῶν βασιλέων ἔργα καὶ ἡ τοῦ δικαίου διάγνωσις, καὶ τοῖς ἀμφισβητοῦσι πρὸς ἀλλήλους ὑπὲρ ὁτουδήτινος ἐκεῖνοι τὰ δίκαια οἱ διαιροῦντες ἦσαν. [4] τούτων δὲ τὰ μὲν πολλὰ τοῖς τρόποις τῶν ἀρχόντων ἀριστίνδην ἀποδεικνυμένων ἐπὶ τὰς ἀρχὰς ἀκόλουθα ἦν: κομιδῇ δ᾽ ὀλίγα τινὰ ἐν ἱεραῖς ἦν βύβλοις ἀποκείμενα, ἃ νόμων εἶχε δύναμιν, ὧν οἱ πατρίκιοι τὴν γνῶσιν εἶχον μόνοι διὰ τὰς ἐν ἄστει διατριβάς, οἱ δὲ πολλοὶ ἐμπορευόμενοί τε καὶ γεωργοῦντες διὰ πολλῶν ἡμερῶν εἰς ἄστυ καταβαίνοντες ἐπὶ τὰς ἀγορὰς ἄπειροι ἔτι ἦσαν. [5] τὸ δὲ πολίτευμα τοῦτο πρῶτος μὲν ἐπείρασεν εἰσαγαγεῖν Γάιος Τερέντιος δημαρχῶν ἐν τῷ παρελθόντι ἔτει, ἀτελὲς δὲ ἠναγκάσθη καταλιπεῖν τοῦ τε πλήθους ὄντος ἐπὶ στρατοπέδων καὶ τῶν ὑπάτων ἐπίτηδες ἐν τῇ πολεμίᾳ γῇ τὰς δυνάμεις κατασχόντων, ἕως ὁ τῆς ἀρχῆς αὐτοῖς παρέλθῃ χρόνος. [p. 3]

 

‹ Prev