Ῥωμαῖοι δὲ τοιαῦτα ὑβρισθέντες ὑπὸ τοῦ ἀνδρὸς οὐκ εὐθὺς ὀργῇ ἐπιτρέψαντες ἐξήγαγον τὴν στρατιάν, ἀλλὰ καὶ δευτέραν ὡς αὐτὸν ἀπέστειλαν πρεσβείαν καὶ τοὺς Φητιάλεις καλουμένους ἄνδρας ἱερεῖς ἔπεμψαν ἐπιμαρτυρόμενοι θεούς τε καὶ δαίμονας, ὅτι μὴ δυνηθέντες τῶν δικαίων τυχεῖν ὅσιον ἀναγκασθήσονται πόλεμον ἐκφέρειν: καὶ μετὰ ταῦτα τὸν ὕπατον ἀπέστειλαν. [2] ὁ δὲ Γράγχος, ἐπειδὴ τοὺς Ῥωμαίους προσιόντας ἔμαθεν, ἀναστήσας τὴν δύναμιν ἀπῆγε προσωτέρω, τῶν πολεμίων ἐκ ποδὸς ἑπομένων, βουλόμενος αὐτοὺς εἰς τοιαῦτα προαγαγέσθαι χωρία, ἐν οἷς πλεονεκτήσειν ἔμελλεν: ὅπερ καὶ συνέβη. φυλάξας γὰρ αὐλῶνα περικλειόμενον ὄρεσιν, ὡς ἐνέβαλον εἰς τοῦτον οἱ Ῥωμαῖοι διώκοντες αὐτόν, ὑποστρέφει τε καὶ στρατοπεδεύεται κατὰ τὴν ἐκ τοῦ αὐλῶνος ἔξω φέρουσαν ὁδόν. [3] ἐκ δὲ τούτου συνεβεβήκει τοῖς Ῥωμαίοις οὐχ ὃν ἐβούλοντο ἐκλέξασθαι τόπον εἰς στρατοπεδείαν, ἀλλ᾽ ὃν ἔδωκεν αὐτοῖς ὁ καιρός, ἔνθα οὔθ᾽ ἵπποις χιλὸν εὔπορον ἦν λαμβάνειν, ὄρεσι περικλειομένου [p. 44] τοῦ τόπου ψιλοῖς καὶ δυσβάτοις, οὔθ᾽ ἑαυτοῖς τροφὰς ἐκ τῆς πολεμίας συγκομίζειν, ἐπειδὴ κατανάλωντο ἃς οἴκοθεν ἔφερον, οὔτε μεταστρατοπεδεύσασθαι τῶν πολεμίων ἀντικαθημένων καὶ κωλυόντων τὰς ἐξόδους. βιάσασθαί τε προελόμενοι καὶ προελθόντες εἰς μάχην ἀνεκρούσθησαν καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν αὐτὸν κατεκλείσθησαν χάρακα. ὁ δὲ Κοίλιος ἐπαρθεὶς τῷ προτερήματι τούτῳ περιετάφρευέ τε αὐτοὺς καὶ περιεχαράκου καὶ πολλὰς ἐλπίδας εἶχε λιμῷ πιεσθέντας παραδώσειν αὐτῷ τὰ ὅπλα. [4] ἀφικομένης δ᾽ εἰς Ῥώμην περὶ τούτων ἀγγελίας Κόιντος Φάβιος ὁ καταλειφθεὶς ἐπὶ τῆς πόλεως ἔπαρχος ἀπὸ τῆς σὺν αὐτῷ στρατιᾶς ὅσον ἦν ἀκμαιότατόν τε καὶ κράτιστον ἐπιλέξας μέρος ἐπὶ συμμαχίαν ἔπεμψε τῷ ὑπάτῳ. ἡγεῖτο δὲ τῆς δυνάμεως ταύτης Τίτος Κοίντιος ὁ ταμίας ἀνὴρ ὑπατικός. [5] πρὸς δὲ τὸν ἕτερον τῶν ὑπάτων Ναύτιον ἐπὶ τῆς ἐν Σαβίνοις στρατιᾶς ὄντα γράμματα διαπέμψας τά τε συμβάντα τῷ Μηνυκίῳ διεσάφησε καὶ αὐτὸν ἥκειν ἠξίου διὰ ταχέων. κἀκεῖνος ἐπιτρέψας τοῖς πρεσβευταῖς τὸν χάρακα φυλάττειν αὐτὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν Ῥώμην ἐλαύνει συντόνῳ χρησάμενος ἱππασίᾳ: εἰσελθὼν δ᾽ εἰς τὴν πόλιν ἔτι πολλῆς νυκτὸς οὔσης ἐβουλεύετο σὺν τῷ Φαβίῳ καὶ τῶν ἄλλων πολιτῶν τοῖς πρεσβυτάτοις, ὅ τι χρὴ ποιεῖν. ἐπεὶ δὲ πᾶσιν ἐδόκει δικτάτορος δεῖσθαι ὁ καιρός, ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχὴν ταύτην [p. 45] Λεύκιον Κοίντιον Κικιννᾶτον. καὶ αὐτὸς μὲν ταῦτα διαπραξάμενος ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον,
ὁ δὲ τῆς πόλεως ἔπαρχος Φάβιος ἔπεμπε τοὺς παραληψομένους τὸν Κοίντιον ἐπὶ τὴν ἀρχήν. ἔτυχε δὲ καὶ τότε ὁ ἀνὴρ τῶν κατ᾽ ἀγρὸν ἔργων τι διαπραττόμενος: ἰδὼν δὲ τὸν προσιόντα ὄχλον καὶ ὑποπτεύσας ἐπ᾽ αὐτὸν ἥκειν ἐσθῆτά τ᾽ ἐλάμβανεν εὐπρεπεστέραν καὶ ὑπαντήσων αὐτοῖς ἐπορεύετο. [2] ὡς δ᾽ ἐγγὺς ἦν, ἵππους τ᾽ αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτά τε ἁλουργῆ καὶ τἆλλα παράσημα, οἷς πρότερον ἡ τῶν βασιλέων ἐκεκόσμητο ἀρχή, προσήνεγκαν. ὁ δὲ μαθών, ὅτι δικτάτωρ ἀποδέδεικται τῆς πόλεως, οὐχ ὅπως ἠγάπησε τηλικαύτης τιμῆς τυχών, ἀλλὰ προσαγανακτήσας εἶπεν: ἀπολεῖται ἄρα καὶ τούτου τοῦ ἐνιαυτοῦ ὁ καρπὸς διὰ τὰς ἐμὰς ἀσχολίας, καὶ πεινήσομεν ἅπαντες κακῶς. [3] μετὰ ταῦτα παραγενόμενος εἰς τὴν πόλιν πρῶτον μὲν ἐθάρρυνε τοὺς πολίτας λόγον ἐν τῷ πλήθει διεξελθὼν ἐξεγεῖραι τὰς ψυχὰς δυνάμενον ἐλπίσιν ἀγαθαῖς ἔπειτα συναγαγὼν ἅπαντας τοὺς ἐν ἀκμῇ, τούς τε κατὰ τὴν πόλιν καὶ τοὺς ἐκ τῶν ἀγρῶν, καὶ τὰς παρὰ τῶν συμμάχων ἐπικουρίας μεταπεμψάμενος ἱππάρχην τ᾽ ἀποδείξας Λεύκιον Ταρκύνιον, ἄνδρα τῶν ἠμελημένων μὲν διὰ πενίαν, τὰ δὲ πολέμια γενναῖον, ἐξῆγε συγκεκροτημένην ἔχων δύναμιν, καὶ καταλαβὼν τὸν ταμίαν Τίτον [p. 46] Κοίντιον ἀναδεχόμενον αὐτοῦ τὴν παρουσίαν, λαβὼν καὶ τὴν σὺν ἐκείνῳ δύναμιν ἧκεν ἐπὶ τοὺς πολεμίους. [4] ὡς δὲ κατώπτευσε τὴν τῶν χωρίων φύσιν, ἐν οἷς ἦν τὰ στρατόπεδα, μέρος μέν τι τῆς στρατιᾶς ἐπὶ τοῖς μετεώροις ἔταξεν, ὡς μήτε βοήθεια παραγένοιτο τοῖς Αἰκανοῖς ἑτέρα μήτε τροφαί, τὴν δὲ λοιπὴν δύναμιν αὐτὸς ἔχων προῆγεν ἐκτεταγμένην ὡς εἰς μάχην. καὶ ὁ Κοίλιος οὐθὲν ὑποδείσας — ἥ τε γὰρ δύναμις ἡ περὶ αὐτὸν ἦν οὐκ ὀλίγη, καὶ αὐτὸς ἐδόκει ψυχὴν οὐ κακὸς εἶναι κατὰ τὰ πολέμια — δέχεται αὐτὸν ἐπιόντα, καὶ [5] γίνεται μάχη καρτερά. χρόνου δὲ πολλοῦ διελθόντος καὶ τῶν Ῥωμαίων διὰ τοὺς συνεχεῖς πολέμους ἀναφερόντων τὸν πόνον τῶν τε ἱππέων κατὰ τὸ κάμνον μέρος ἀεὶ ἐπιβοηθούντων τοῖς πεζοῖς ἡσσηθεὶς ὁ Γράγχος κατακλείεται πάλιν εἰς τὸν ἑαυτοῦ χάρακα. καὶ μετὰ τοῦθ᾽ ὁ Κοίντιος περιταφρεύσας αὐτὸν ὑψηλῷ χάρακι καὶ πύργοις πυκνοῖς περιλαβών, ἐπεὶ κάμνοντα ἔμαθε τῶν ἀναγκαίων τῇ σπάνει, αὐτός τε προσβολὰς ἐποιεῖτο συνεχεῖς πρὸς τὸν χάρακα τῶν Αἰκανῶν καὶ τῷ Μηνυκίῳ [6] προσέταξεν ἀπὸ τῶν ἑτέρων ἐξιέναι μερῶν. ὥστε ἠναγκάσθησαν οἱ Αἰκανοὶ τροφῆς τε ἀπορούμενοι καὶ συμμάχων β
οήθειαν ἀπεγνωκότες πολιορκούμενοί τε πολλαχόθεν ἱκετηρίας ἀναλαβόντες ἐπιπρεσβεύεσθαι πρὸς τὸν Κοίντιον περὶ φιλίας διαλεγόμενοι. ὁ δὲ τοῖς μὲν ἄλλοις Αἰκανοῖς ἔφη σπένδεσθαι καὶ διδόναι [p. 47] τοῖς σώμασι τὴν ἄδειαν τά τε ὅπλα ἀποθεμένοις καὶ καθ᾽ ἕνα διεξιοῦσιν ὑπὸ ζυγόν, Γράγχῳ δὲ τῷ ἡγεμόνι τῶν πολεμίων καὶ τοῖς σὺν ἐκείνῳ βουλεύσασι τὴν ἀπόστασιν ὡς πολεμίοις χρήσασθαι, ἐκέλευσέ τε αὐτοῖς ἄγειν τοὺς ἄνδρας δεδεμένους. [7] ὑπομενόντων δὲ ταῦτα τῶν Αἰκανῶν τελευταῖον αὐτοῖς ἐκεῖνο προσέταξεν: ἐπειδὴ Τύσκλον πόλιν Ῥωμαίων σύμμαχον ἐξηνδραποδίσαντο καὶ διήρπασαν οὐδὲν ὑπὸ Τυσκλάνων παθόντες κακόν, ἀντιπαρασχεῖν ἑαυτῷ πόλιν τῶν σφετέρων, Κορβιῶνα, τὰ ὅμοια διαθεῖναι. [8] ταύτας λαβόντες τὰς ἀποκρίσεις οἱ πρέσβεις τῶν Αἰκανῶν προῄεσαν καὶ μετ᾽ οὐ πολὺ παρῆσαν ἄγοντες τὸν Γράγχον καὶ τοὺς σὺν αὐτῷ δεδεμένους: αὐτοὶ δὲ τὰ ὅπλα θέντες ἐξέλιπον τὴν παρεμβολὴν διαπορευόμενοι, καθάπερ ὁ στρατηγὸς ἐκέλευσε, διὰ τοῦ Ῥωμαίων χάρακος καθ᾽ ἕνα ὑπὸ ζυγόν, καὶ τὴν Κορβιῶνα κατὰ τὰς ὁμολογίας παρέδοσαν, τὰ ἐλεύθερα σώματα μόνον ἐξελθεῖν αἰτησάμενοι, περὶ ὧν διήλλαξαν τοὺς Τυσκλάνων αἰχμαλώτους.
παραλαβὼν δὲ ὁ Κοίντιος τὴν πόλιν τὰ μὲν ἐπιφανέστατα τῶν λαφύρων εἰς Ῥώμην ἐκέλευσε φέρειν, τὰ δ᾽ ἄλλα πάντα διελέσθαι κατὰ λόχους ἐπέτρεψε τοῖς τε σὺν αὐτῷ παραγενομένοις στρατιώταις καὶ τοῖς ἅμα Κοιντίῳ τῷ ταμίᾳ προαποσταλεῖσι. τοῖς δὲ μετὰ Μηνυκίου τοῦ ὑπάτου κατακλεισθεῖσιν [p. 48] ἐν τῷ χάρακι μεγάλην ἔφη δεδωκέναι δωρεὰν τὰ σώματα αὐτῶν ἐκ θανάτου ῥυσάμενος. [2] ταῦτα πράξας καὶ τὸν Μηνύκιον ἀποθέσθαι τὴν ἀρχὴν ἀναγκάσας ἀνέστρεψεν εἰς τὴν Ῥώμην καὶ κατήγαγε λαμπρότατον ἁπάντων ἡγεμόνων θρίαμβον, ἐν ἡμέραις ἑκκαίδεκα ταῖς πάσαις, ἀφ᾽ ἧς παρέλαβε τὴν ἀρχήν, στρατόπεδόν τε σώσας φίλιον καὶ πολεμίων δύναμιν ἀκμάζουσαν καθελὼν πόλιν τε αὐτῶν πορθήσας καὶ φρουρὰν αὐτῆς ὑπολιπὼν τόν τε ἡγεμόνα τοῦ πολέμου καὶ τοὺς ἄλλους ἐπιφανεῖς ἄνδρας ἁλύσει δεδεμένους ἀγαγών. [3] καὶ ὃ μάλιστα πάντων αὐτοῦ θαυμάζειν ἄξιον, ὅτι τὴν τοσαύτην ἀρχὴν εἰς ἑξάμηνον εἰληφὼς οὐκ ἐχρήσατο παντὶ τῷ νόμῳ, ἀλλὰ συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ περὶ τῶν πεπραγμένων λόγον ἀποδοὺς ἐξωμόσατο τὴν ἀρχὴν τῆς τε βουλῆς δεομένης γῆν τε ὅσην ἐβούλετο λαβεῖν ἐκ τῆς δορικτήτου καὶ ἀνδράποδα καὶ χρήματα ἐκ τῶν λαφύρων ἐπανορθῶσαι τὴν πενίαν πλούτῳ δικαίῳ, ὃν ἀπὸ πολεμίων κάλλιστον ἐκτήσατο τοῖς ἰδίοις πόνοις, οὐκ ἠξίωσε, φίλων τε καὶ συγγενῶν δωρεὰς προσφερόντων μεγάλας καὶ ἀντὶ παντὸς ἀγαθοῦ τιθεμένων ἐκεῖνον τὸν ἄνδρα εὖ ποιεῖν, ἐπαινέσας αὐτοὺς τῆς προθυμίας οὐθὲν τῶν διδομένων ἔλαβεν, ἀλλ᾽ ἀπῆλθε πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο χωρίον, καὶ τὸν αὐτουργὸν αὐτοῦ ἀντὶ τοῦ βασιλικοῦ μετειλήφει βίον, μεῖζον φρονῶν ἐπὶ πενίᾳ [4] ἢ ἄλλοι ἐπὶ πλούτῳ. μετ᾽ οὐ πολὺν δὲ χρόνον καὶ Ναύτιος, ἅτερος τῶν ὑπάτων, νικήσας Σαβίνους ἐκ [p. 49] παρατάξεως καὶ τῆς χώρας αὐτῶν πολλὴν καταδραμὼν ἀπῆγεν ἐπ᾽ οἴκου τὰς δυνάμεις.
μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστὴ καὶ πρώτη, ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, Ἀθήνησι δὲ ἄρχων Καλλίας, ἐφ᾽ οὗ τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβε Γάιος Ὁράτιος καὶ Κόιντος Μηνύκιος. ἐπὶ τούτων Σαβῖνοι πάλιν στρατεύσαντες ἐπὶ Ῥωμαίους πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσαν, καὶ ἧκον οἱ φυγόντες ἐκ τῶν ἀγρῶν ἀθρόοι κρατεῖσθαι πάντα ὑπ᾽ αὐτῶν τὰ μεταξὺ Κρουστομερείας τε καὶ Φιδήνης λέγοντες. [2] Αἰκανοί τε οἱ νεωστὶ καταπολεμηθέντες ἐν τοῖς ὅπλοις αὖθις ἦσαν: καὶ οἱ μὲν ἀκμαιότατοι αὐτῶν νυκτὸς ἐλάσαντες ἐπὶ Κορβιῶνα πόλιν, ἣν τῷ παρελθόντι ἐνιαυτῷ Ῥωμαίοις παρέδοσαν, τήν τε φρουρὰν τὴν ἐν αὐτῇ κοιμωμένην εὑρόντες κατέσφαξαν πλὴν ὀλίγων, οἳ ἔτυχον ἀφυστεροῦντες, οἱ δὲ λοιποὶ μεγάλῃ χειρὶ στρατεύσαντες ἐπὶ πόλιν Ὀρτῶνα τοῦ Λατίνων ἔθνους ἐξ ἐφόδου καταλαμβάνονται, καὶ ὅσα Ῥωμαίους οὐχ οἷοί τε ἦσαν ἐργάσασθαι, ταῦτα δι᾽ ὀργὴν τοὺς συμμάχους αὐτῶν διέθεσαν. [3] τοὺς μὲν γὰρ ἐν ἥβῃ πάντας, πλὴν εἴ τινες διέφυγον εὐθὺς ἁλισκομένης τῆς πόλεως, ἀπέκτειναν, γυναῖκας δὲ καὶ παῖδας αὐτῶν καὶ τὰ γηραιὰ τῶν σωμάτων ἠνδραποδίσαντο, καὶ τῶν χρημάτων ὅσα δύναμις ἦν αὐτοῖς φέρειν συσκευασάμενοι κατὰ σπουδήν, [p. 50] πρὶν ἅπαντας ἐπιβοηθῆσαι Λατίνους, ἀνέστρεψαν. [4] τούτων δὲ ἅμα προσαγγελλομένων ὑπό τε Λατίνων καὶ τῶν ἐκ τῆς φρουρᾶς διασωθέντων ἡ μὲν βουλὴ στρατιὰν ἐκπέμπειν ἐψηφίσατο καὶ τοὺς ὑπάτους ἀμφοτέρους πορεύεσθαι: οἱ δὲ περὶ τὸν Οὐεργίνιον δήμαρχοι πέμπτον ἔτος ἐπὶ τῆς αὐτῆς ὄντες ἐξουσίας ἐκώλυον, ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐποίουν ἔτεσιν, ἐνιστάμενοι ταῖς στρατολογίαις τῶν ὑπάτων, τὸν ἐντὸς τείχους πρῶτον ἀξιοῦντες καταλυθῆναι πόλεμον ἀποδοθείσης τῷ δήμῳ τῆς περὶ τοῦ νόμου διαγνώσεως, ὃν ὑπὲρ τῆς ἰσηγορίας εἰσέφερον, ὅ τε δῆμος αὐτοῖς συνελάμβανε πολλοὺς κατὰ τῆς βουλῆς καὶ ἐπιφθόνους διεξιοῦσι λόγους. [5] ἑλκομένου δὲ τοῦ χρόνου καὶ οὔτε τῶν ὑπάτων ὑπομενόντων προβο�
�λεῦσαί τε καὶ εἰς τὸν δῆμον ἐξενεγκεῖν τὸν νόμον, οὔτε τῶν δημάρχων συγχωρῆσαι βουλομένων τὴν καταγραφὴν καὶ τὴν ἔξοδον τῆς στρατιᾶς γενέσθαι, λόγων τε πολλῶν καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατ᾽ ἀλλήλων ἔν τε ταῖς ἐκκλησίαις καὶ ἐπὶ τῆς βουλῆς μάτην ἀναλισκομένων, ἑτέρα τις εἰσαχθεῖσα ὑπὸ τῶν δημάρχων ἐπὶ τῇ βουλῇ πολιτεία καὶ παρακρουσαμένη τὸ συνέδριον, τὴν μὲν τότε κατέχουσαν στάσιν ἐπράυνεν, ἑτέρων δὲ πολλῶν καὶ μεγάλων ἐγένετο πλεονεκτημάτων αἰτία τῷ δήμῳ. διηγήσομαι δὲ καὶ ταύτην τὴν δυναστείαν ὃν τρόπον ὁ δῆμος ἔλαβε.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 300