ταῦθ᾽ ὑποσχόμενοι καὶ ὀμόσαντες ἀπέδειξαν ἡμέρας, ἐν αἷς ἀγορὰν ποιήσονται τοῦ δήμου [p. 67] καὶ τὰς ψήφους ἀναδώσουσι περὶ τῶν νόμων: ἐπιστάντος δὲ τοῦ χρόνου πρῶτον εἰσέφερον τὸν χωρονομικὸν νόμον καὶ πολλοὺς διελθόντες λόγους ἐκάλουν, εἴ τις τῷ νόμῳ συναγορεύειν βούλεται τῶν δημοτικῶν. [2] πολλῶν δὲ παριόντων καὶ τὰς ἑαυτῶν πράξεις, ἃς ἐν τοῖς πολέμοις ἀπεδείξαντο, προφερομένων καὶ ἀγανακτούντων, ὅτι πολλὴν ἀφελόμενοι γῆν τοὺς πολεμίους αὐτοὶ μὲν οὐδεμίαν εἰλήφασι μοῖραν, τοὺς δὲ χρήμασι καὶ φίλοις δυνατοὺς ἐσφετερισμένους ὁρῶσι τὰ κοινὰ καὶ καρπουμένους ἐκ τοῦ βιαιοτάτου, ἀξιούντων τε μὴ μόνον τοὺς κινδύνους εἶναι τῷ δήμῳ τοὺς ὑπὲρ τῶν κοινῶν ἀγαθῶν κοινούς, ἀλλὰ καὶ τὰς ἀπ᾽ αὐτῶν ἡδονάς τε καὶ ὠφελείας, καὶ τοῦ πλήθους ἀσμένως ἀκούοντος τοὺς λόγους, ὁ μάλιστα ἐπιρρώσας τὸν δῆμον καὶ μηδὲ φωνὴν ὑπομένειν τῶν ἀντιλεγόντων διαπραξάμενος ἦν Λεύκιος Σίκκιος, Δεντάτος ἐπικαλούμενος, πολλὰς πάνυ καὶ μεγάλας ἑαυτοῦ πράξεις διεξελθών. [3] ἦν δ᾽ ὀφθῆναί τε θαυμαστὸς ὁ ἀνὴρ καὶ ἡλικίας ἐν τῷ κρατίστῳ δυεῖν δέοντα ἑξήκοντα γεγονὼς ἔτη καὶ φρονῆσαι τὰ δέοντα ἱκανὸς εἰπεῖν τε ὡς στρατιώτης οὐκ ἀδύνατος. ἔφη δ᾽ οὖν παρελθών: ἐγώ, ὦ δημόται, καθ᾽ ἕκαστον ἔργον τῶν ἐμοὶ πεπραγμένων εἰ βουλοίμην λέγειν, ἐπιλίποι ἄν με ὁ τῆς ἡμέρας χρόνος. αὐτὰ δὲ τὰ κεφάλαια δι᾽ ἐλαχίστων ὡς ἐμὴ [4] δύναμις ἐρῶ. τετταρακοστὸν μὲν ἔτος ἐστί μοι τοῦτο, ἐξ οὗ στρατεύομαι περὶ τῆς πατρίδος, τριακοστὸν δ᾽ [p. 68] ἐξ οὗ στρατιωτικῆς ἀεί τινος ἡγεμονίας τυγχάνων, τοτὲ μὲν σπείρας ἡγούμενος, τοτὲ δ᾽ ὅλου τάγματος, ἀρξάμενος ἀπὸ τῶν ὑπάτων Γαίου Ἀκυλλίου καὶ Τίτου Σικκίου, οἷς ἐψηφίσατο ἡ βουλὴ τὸν κατὰ Οὐολούσκων πόλεμον. ἤμην γὰρ τότε ἑπτακαιεικοσέτης, ἐταττόμην δ᾽ ἔτι ὑπὸ λοχαγῷ. [5] γενομένης δὲ μάχης καρτερᾶς καὶ τροπῆς, καὶ τοῦ μὲν ἡγεμόνος τῆς σπείρας πεπτωκότος, τῶν δὲ σημείων κρατουμένων ὑπὸ τῶν ἐχθρῶν, μόνος ἐγὼ τὸν ὑπὲρ ἁπάντων κίνδυνον ἀράμενος τά τε σημεῖα διέσωσα τῇ σπείρᾳ καὶ τοὺς πολεμίους ἀνέστειλα καὶ τοῦ μὴ περιπεσεῖν αἰσχύνῃ τοὺς λοχαγοὺς αἰωνίῳ, δι᾽ ἣν θανάτου κακίων ὁ λοιπὸς ἂν αὐτοῖς βίος ἦν, αἴτιος ἐγενόμην φανερῶς, ὡς αὐτοί τε ὡμολόγουν χρυσῷ με ἀναδήσαντες στεφάνῳ, καὶ ὁ ὕπατος Σίκκιος ἐμαρτύρησεν ἡγεμόνα τῆς σπείρας ἀποδείξας. [6] ἑτέρου τε πάλιν ἡμῖν ἀγῶνος ἐνστάντος, ἐν ᾧ τόν τε στρατοπεδάρχην τοῦ τάγματος ἡμῶν συνέβη πεσεῖν καὶ τὸν ἀετὸν ὑπὸ τοῖς πολεμίοις γενέσθαι, τὸν αὐτὸν τρόπον ὑπὲρ ὅλου τοῦ τάγματος ἀγωνισάμενος τόν τ᾽ ἀετὸν ἀνεκομισάμην καὶ τὸν στρατοπεδάρχην ἔσωσα: ὃς ἐμοὶ τῆς τότε βοηθείας χάριν ἀποδιδοὺς τῆς ἡγεμονίας τοῦ τάγματος ἀφίστατό μοι καὶ τὸν ἀετὸν ἐδίδου, ἐγὼ δ᾽ οὐκ ἔλαβον, οὐκ ἀξιῶν ᾧ τὸν βίον ἐχαρισάμην τούτου παρελέσθαι [p. 69] τὰς τιμὰς ἃς εἶχε καὶ τὰς ἐπὶ ταύταις εὐφροσύνας. ἐφ᾽ οἷς ἀγασθείς με ὁ ὕπατος τοῦ πρώτου τάγματος ἀπέδωκε τὴν στρατοπεδαρχίαν ἀπολωλεκότος ἐν τῇ μάχῃ τὸν ἡγεμόνα.
ταῦτ᾽ ἐστίν, ὦ δημόται, τὰ φανερώσαντά με καὶ εἰς ἡγεμονίας προαγαγόντα γενναῖα ἔργα. ἐπεὶ δ᾽ ὀνόματος ἤδη λαμπροῦ τυγχάνων φανερὸς ἤμην, ἅπαντας ὑπέμενον τοὺς λοιποὺς ἀγῶνας αἰδούμενος τὰς ἐπὶ τοῖς προτέροις ἔργοις τιμὰς καὶ χάριτας ἀφανίσαι. καὶ διετέλεσα πάντα τὸν μεταξὺ χρόνον στρατευόμενος καὶ ταλαιπωρῶν καὶ οὐδένα κίνδυνον δεδιὼς οὐδὲ ὑπολογιζόμενος: ἐξ ὧν ἁπάντων ἀριστεῖα καὶ σκῦλα καὶ στεφάνους καὶ τὰς ἄλλας τιμὰς παρὰ [2] τῶν ὑπάτων ἔλαβον: ἵνα δὲ συνελὼν εἴπω, μάχας μὲν ἐν τοῖς τετταράκοντα ἔτεσιν, ἐν οἷς διατελῶ στρατευόμενος, ἀμφὶ τὰς ἑκατὸν εἴκοσι μεμάχημαι, τραύματα δὲ πέντε καὶ τετταράκοντα εἴληφα καὶ πάντα ἐμπρόσθια, κατὰ νώτου δ᾽ οὐθέν. καὶ τούτων δώδεκά ἐστιν, ἃ συνέβη μοι λαβεῖν ἐν ἡμέρᾳ μιᾷ, ὅτε Σαβῖνος Ἑρδώνιος τὴν ἄκραν καὶ τὸ Καπιτώλιον κατελάβετο. [3] ἀριστεῖα δ᾽ ἐκ τῶν ἀγώνων ἐξενήνεγμαι τεσσαρεσκαίδεκα μὲν στεφάνους πολιτικούς, οἷς ἀνέδησάν με οἱ σωθέντες ἐν ταῖς μάχαις ὑπ᾽ ἐμοῦ, τρεῖς δὲ πολιορκητικοὺς πρῶτος ἐπιβὰς πολεμίων τείχεσι καὶ κατασχών, ὀκτὼ δὲ τοὺς ἐκ παρατάξεως, οἷς ὑπὸ τῶν αὐτοκρατόρων ἐτιμήθην: πρὸς δὲ τούτοις ὀγδοήκοντα μὲν καὶ τρεῖς χρυσοῦς στρεπτοὺς περιαυχενίους, ἑξήκοντα δὲ καὶ ἑκατὸν περιβραχιόνια χρύσεα, δόρατα δ᾽ ὀκτωκαίδεκα, [p. 70] φάλαρα δ᾽ ἐπίσημα πέντε πρὸς τοῖς εἴκοσιν, % ὧν ἐννέα ἦσαν, οὓς μονομαχῆσαί τινα ἡμῶν προκαλεσαμένους ἑκούσιος ὑποστὰς ἐνίκησα. [4] οὗτος μέντοι Σίκκιος, ὦ πολῖται, ὁ τοσαῦτα μὲν ἔτη στρατευσάμενος ὑπὲρ ὑμῶν, τοσαύτας δὲ μάχας ἀγωνισάμενος, τοσούτοις δὲ τετιμημένος ἀριστείοις, ὁ μηδένα κίνδυνον ὀκνήσας πώποτε μηδ᾽ ἀπειπάμενος ἄλλῃ ἐν παρατάξεσι καὶ ἐν τειχομαχίαις καὶ ἐν πεζοῖς καὶ ἐν ἱππεῦσι καὶ μετὰ πάντων καὶ σὺν ὀλίγοις καὶ μόνος, καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ὁ συγκατακτησάμενος τῇ πατρίδι πολλὴν καὶ ἀγαθὴν γῆν, τοῦτο μὲν ἣν Τυρρηνούς τε παὶ Σαβίνους ἀφείλεσθε, τοῦτο δὲ ἣν Αἰκανῶν καὶ Οὐολούσκων καὶ Πωμεντίνων κρατήσαντες ἔχετε, οὐδὲ τὴν ἐ�
�αχίστην ἔχω μοῖραν ἐξ αὐτῆς λαβών, οὐδ᾽ ὑμῶν, ὦ δημόται, τῶν τὰ ὅμοια ταλαιπωρησάντων οὐδείς: οἱ δὲ βιαιότατοι τῶν ἐν τῇ πόλει καὶ ἀναιδέστατοι τὴν καλλίστην κατέχουσιν ἐξ αὐτῆς καὶ πολλὰ ἔτη κεκάρπωνται οὔτε δωρεὰν παρ᾽ ὑμῶν λαβόντες οὔτε χρημάτων πριάμενοι οὔτε ἄλλην δικαίαν κτῆσιν οὐδεμίαν αὐτῆς ἀποδεῖξαι δυνάμενοι. [5] καὶ εἰ μὲν ἴσα τοῖς ἄλλοις ἡμῖν ταλαιπωρήσαντες, ὅτ᾽ αὐτὴν ἐκτώμεθα, πλεῖον ἠξίουν ἡμῶν ἔχειν, ἦν μὲν οὐδ᾽ οὕτω δίκαιον οὐδὲ πολιτικὸν ὀλίγους σφετερίσασθαι [p. 71] τὰ κοινά, οὐ μὴν ἀλλ᾽ εἶχέ γέ τινα λόγον ἡ πλεονεξία τῶν ἀνθρώπων: ὁπότε δ᾽ οὐθὲν ἔχοντες ἐπιδείξασθαι μέγα καὶ νεανικὸν ἔργον, ἀνθ᾽ οὗ τὰ ἡμέτερα βίᾳ κατέσχον, ἀναισχυντοῦσι καὶ οὐδ᾽ ἐξελεγχόμενοι μεθίενται αὐτῶν, τίς ἂν ἀνάσχοιτο;
ἐπεὶ φέρε πρὸς Διός, εἴ τι τούτων ἐγὼ ψεύδομαι, δειξάτω τις ὑμῖν τῶν σεμνῶν τούτων παρελθών, τίνας ἐπιφανεῖς καὶ καλὰς πράξεις προεχόμενος ἐμοῦ πλέον ἔχειν ἀξιοῖ: πότερον ἔτη πλείω στρατευσάμενος ἢ μάχας πλείους ἀγωνισάμενος ἢ τραύματα πλείω λαβὼν ἢ στεφάνοις καὶ φαλάροις καὶ σκύλοις καὶ τοῖς ἄλλοις ἐπινικίοις κόσμοις ὑπερβαλόμενος, δἰ ὃν ἀσθενέστεροι μὲν οἱ πολέμιοι γεγόνασιν ἐπιφανεστέρα δὲ καὶ μείζων ἡ πατρίς; μᾶλλον δὲ τὸ δέκατον ἐπιδειξάτω μέρος, ὧν ὑμῖν ὑπέδειξα ἐγώ. [2] ἀλλὰ τούτων γ᾽ οἱ πλείους οὐδ᾽ ἂν πολλοστὴν ἔχοιεν προενέγκασθαι μοῖραν τῶν ἐμῶν: ἔνιοι δὲ οὐδ᾽ ἂν τῷ φαυλοτάτῳ τῶν ἐκ τοῦ δήμου φανεῖεν τὰ ἴσα κακοπαθήσαντες. οὐ γάρ ἐστιν αὐτῶν ἐν τοῖς ὅπλοις ἡ λαμπρότης, ἀλλ᾽ ἐν τοῖς λόγοις, οὐδὲ κατὰ τῶν ἐχθρῶν τὸ δυνάμενον, ἀλλὰ κατὰ τῶν φίλων: οὐδ᾽ ἡγοῦνται κοινὴν οἰκεῖν πόλιν, σφῶν δ᾽ αὐτῶν ἰδίαν, ὥσπερ οὐ συνελευθερωθέντες ἀπὸ τῆς τυραννίδος ὑφ᾽ ἡμῶν, ἀλλὰ κατὰ κληρονομίαν παρὰ τῶν τυράννων παραλαβόντες ἡμᾶς: οἵ γε — τὰ μὲν ἄλλα, ὅσα ὑβρίζοντες ἡμᾶς μικρὰ καὶ μείζω διατελοῦσιν, ὡς ἅπαντες ἐπίστασθε, [p. 72] [3] σιωπῶ, — ἀλλ᾽ εἰς τοῦτο προεληλύθασιν ὑπερηφανίας, ὥστ᾽ οὐδὲ φωνὴν ἀξιοῦσί τινα ἡμῶν ἀφιέναι περὶ τῆς πατρίδος ἐλευθέραν οὐδὲ διᾶραι τὸ στόμα, ἀλλὰ τὸν μὲν εἰπόντα περὶ τῆς κληρουχίας Σπόριον Κάσσιον, τρισὶ μὲν ὑπατείαις κεκοσμημένον, δυσὶ δὲ θριάμβοις λαμπροτάτοις, τοσαύτην δὲ δεινότητα περί τε τὰς στρατηγικὰς πράξεις καὶ περὶ τὰ πολιτικὰ βουλεύματα ἀποδειξάμενον, ὅσην οὐδεὶς τῶν τότε γενομένων, τοῦτον τὸν ἄνδρα αἰτιασάμενοι τυραννίδι ἐπιχειρεῖν καὶ ψευδέσι καταγωνισάμενοι μαρτυρίαις δι᾽ οὐδὲν ἕτερον, ἀλλ᾽ ὅτι φιλόπολις ἦν καὶ φιλόδημος, [4] ὤσαντες ἀπὸ τοῦ κρημνοῦ διέφθειραν. Γναῖον δὲ Γενύκιον δήμαρχον ὄντα ἡμέτερον, ἐπεὶ τὸ αὐτὸ τοῦτο πολίτευμα μετὰ τὸ ἔτος ἑνδέκατον ἀνενεοῦτο, καὶ τοὺς ὑπατεύσαντας ἐν τῷ πρότερον ἐνιαυτῷ κατέστησεν ὑπὸ δίκην ἀμελήσαντας τῶν ψηφισμάτων τῆς βουλῆς, ἃ περὶ τῶν γεωμόρων ἐψηφίσατο, ἐπεὶ φανερῶς οὐχ οἷοί τ᾽ ἦσαν ἀνελεῖν, μιᾷ πρότερον ἡμέρᾳ τῆς δίκης ἀφανῶς ἀνήρπασαν. [5] τοιγάρτοι πολὺς ἐνέπεσε τοῖς μετὰ ταῦτα φόβος, καὶ οὐδεὶς ἔτι τὸ κινδύνευμα τοῦτο ὑπέδυ, ἀλλὰ τριακοστὸν ἔτος τοῦτο ἀνεχόμεθα ὥσπερ ἐν τυραννίδι τὴν ἐξουσίαν ἀπολωλεκότες.
ἐῶ τἆλλα: ἀλλ᾽ οἱ νῦν ἄρχοντες ὑμῶν, ὅτι τοῖς κατισχυομένοις τῶν δημοτικῶν ἠξίουν βοηθεῖν, οὓς ὑμεῖς ἱεροὺς καὶ ἀσύλους ἐποιήσατε τῷ νόμῳ, τί [p. 73] οὐ πεπόνθασι τῶν δεινῶν; οὐχὶ τυπτόμενοι καὶ λακτιζόμενοι καὶ πᾶσαν αἰκίαν ὑπομείναντες ἀπηλάσθησαν ἐκ τῆς ἀγορᾶς; καὶ ὑμεῖς ταῦτα πάσχοντες ἀνέχεσθε καὶ οὐ ζητεῖτε, ὅπως παρ᾽ αὐτῶν λήψεσθε δίκας ταῖς γοῦν ψήφοις, ἐν αἷς μόναις ἔξεστιν ὑμῖν ἀποδείξασθαι τὴν ἐλευθερίαν. [2] ἀλλ᾽ ἔτι καὶ νῦν, ὦ δημόται, φρόνημα λαβόντες ἐλεύθερον καὶ τὸν γεωμορικὸν νόμον εἰσφερόντων τῶν δημάρχων ἐπικυρώσατε μηδὲ [3] φωνὴν ἀνασχόμενοι τῶν τἀναντία ἀξιούντων. ὑμεῖς δ᾽, ὧ δήμαρχοι, παρακλήσεως μὲν εἰς τοῦτο τὸ ἔργον οὐ δεῖσθε: καὶ γὰρ ἤρξατε αὐτοῦ καὶ οὐχ ὑποκατακλίνεσθε, καλῶς ποιοῦντες: ἐὰν δ᾽ ἐκ τῶν νέων αὐθάδεια καὶ ἀναίδεια ὑμῖν ἐμποδὼν γένηται τοὺς καδίσκους ἀνατρεπόντων ἢ τὰς ψήφους ἁρπαζόντων ἢ ἄλλο τι περὶ τὴν ψηφοφορίαν ἀκοσμούντων, δείξατε αὐτοῖς ἣν ἔχει τὸ ἀρχεῖον ἰσχύν. [4] καὶ ἐπειδὴ οὐ τοὺς ὑπάτους ἔξεστι παῦσαι τῆς ἐξουσίας, τοὺς ἰδιώτας οἷς πρὸς τὰ βίαια ὑπηρέταις ἐκεῖνοι χρῶνται καταστήσαντες ὑπὸ δίκην, ἀνάδοτε τῷ δήμῳ τὰς περὶ αὐτῶν ψήφους, αἰτιασάμενοι παρὰ τοὺς ἱεροὺς νόμους βιάζεσθαι καὶ καταλύειν ὑμῶν τὴν ἀρχήν.
τοιαῦτ᾽ εἰπόντος αὐτοῦ τὸ μὲν πλῆθος οὕτως οἰκείως διετέθη πρὸς τοὺς λόγους καὶ τοσαύτην [p. 74] ἀπεδείξατο ἀγανάκτησιν πρὸς τὸ ἀντίπαλον, ὥσθ᾽, ὅπερ ἔφην καὶ κατ᾽ ἀρχάς, μηδὲ λόγον ἔτι βούλεσθαι τῶν ἀντιλεξόντων ὑπομένειν. [2] ὁ μέντοι δήμαρχος Ἰκίλλιος ἀναστὰς τὰ μὲν ἄλλα ἔφη πάντα ὀρθῶς εἰπεῖν Σίκκιον καὶ μακρὸν ἔπαινον τοῦ ἀνδρὸς διεξῆλθε: τὸ δὲ μὴ μεταδιδόναι λόγου τοῖς ἀντιλέξαι βουλομένοις οὔτε δίκαιον ἀπέφαινεν οὔτε πολιτικόν, ἄλλως τε καὶ περὶ νόμου τῆς ζητήσεως γινομένης, ὃς ἔμελλε κρείττονα ποιήσειν τὴν δίκην τῆς βίας. ταύτῃ γὰρ ἀφο
ρμῇ χρήσεσθαι τοὺς μηδὲν ἴσως καὶ δικαίως τοῖς πολλοῖς φρονοῦντας τοῦ ταράττειν πάλιν καὶ διιστάναι τὰ [3] συμφέροντα τῆς πόλεως. ταῦτ᾽ εἰπὼν καὶ τὴν ἐπιοῦσαν ἀποδείξας ἡμέραν τοῖς κατηγόροις τοῦ νόμου διέλυσε τὴν ἐκκλησίαν. οἱ δὲ ὕπατοι συναγαγόντες ἰδιωτικὸν συνέδριον πατρικίων τῶν ἀνδρειοτάτων τε καὶ μάλιστα ἐν τῇ πόλει τότ᾽ ἀνθούντων ἐδίδασκον αὐτούς, ὡς κωλυτέος εἴη σφίσιν ὁ νόμος, λόγοις μὲν πρῶτον, ἐὰν δὲ μὴ πείθωσι τὸν δῆμον, ἔργοις. ἐκέλευόν τε ἅπασιν ἥκειν ἕωθεν εἰς τὴν ἀγορὰν ἅμα τοῖς ἑταίροις τε καὶ πελάταις, ὅσοις ἂν ἕκαστοι πλείστοις δύνωνται. [4] ἔπειτα τοὺς μὲν περὶ αὐτὸ τὸ βῆμα καὶ τὸ ἐκκλησιαστήριον ἑστῶτας ὑπομένειν, τοὺς δὲ κατὰ πολλὰ τῆς ἀγορᾶς μέρη συστρέψαντας ἑαυτοὺς διαστῆναι, ὥστε διειλῆφθαι τὸ δημοτικὸν διεσπασμένον καὶ κωλύεσθαι πρὸς αὐτῶν εἰς ἓν συνελθεῖν. ἐδόκει ταῦτα κράτιστα εἶναι, καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι τὰ πολλὰ τῆς ἀγορᾶς κατείχετο ὑπὸ τῶν πατρικίων. [p. 75]
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 303