Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 306
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 306

by Dionysius of Halicarnassus


  ταῦτα δὴ λογιζομένοις τοῖς ἐν ἀρχῇ ὑπάτοις πολὺ παρέστη δέος καὶ τοῦ μὴ ταὐτὰ παθεῖν ὑπὸ τοῦ δήμου μετὰ τὴν ὑπατείαν πρόνοια, ὥστ᾽ οὐκέτι ἀποκρυπτόμενοι τὰς γνώμας, ἀλλὰ φανερῶς τὰ τοῦ δήμου πολιτευόμενοι διετέλουν. πρῶτον μὲν οὖν ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας νόμον ἐκύρωσαν, ἵνα ταῖς ἀρχαῖς ἐξῇ πάσαις τοὺς ἀκοσμοῦντας ἢ παρανομοῦντας εἰς τὴν ἑαυτῶν ἐξουσίαν ζημιοῦν. τέως γὰρ οὐχ ἅπασιν ἐξῆν, ἀλλὰ τοῖς ὑπάτοις μόνοις. [2] τὸ μέντοι τίμημα οὐκ ἐπὶ τοῖς ζημιοῦσιν, ὁπόσον εἶναι δεῖ, κατέλιπον, ἀλλ᾽ αὐτοὶ τὴν ἀξίαν ὥρισαν, μέγιστον ἀποδείξαντες ὅρον ζημίας δύο βοῦς καὶ τριάκοντα πρόβατα. καὶ οὗτος ὁ νόμος ἄχρι πολλοῦ διέμεινεν ὑπὸ Ῥωμαίων φυλαττόμενος. [3] ἔπειτα περὶ τῶν νόμων, οὓς ἐσπούδαζον οἱ δήμαρχοι κοινοὺς ἐπὶ πᾶσι Ῥωμαίοις γράφειν καὶ εἰς ἅπαντα χρόνον φυλαχθησομένους, διάγνωσιν ἀπέδωκαν τῇ βουλῇ. ἐλέχθησαν μὲν οὖν πολλοί τε καὶ ὑπὸ τῶν κρατίστων ἀνδρῶν εἰς ἀμφότερα καὶ τὸ συγχωρεῖν καὶ τὸ κωλύειν φέροντες λόγοι, ἐνίκα δ᾽ ἡ τὰ δημοτικώτερα πρὸ τῶν ὀλιγαρχικῶν εἰσάγουσα Τίτου Ῥωμιλίου γνώμη, παρὰ τὴν ἁπάντων δόξαν τῶν τε [p. 92] [4] πατρικίων καὶ τῶν δημοτικῶν γενομένη. οἱ μὲν γὰρ ὑπελάμβανον πάντα τὰ ἐναντία τοῖς δημοτικοῖς φρονήσειν τε καὶ λέξειν τὸν ἄνδρα νεωστὶ τὴν ἐν τῷ δήμῳ δίκην ἑαλωκότα: ὁ δ᾽ ἀναστὰς ἐπειδὴ προσῆκεν αὐτῷ γνώμην ἐρωτηθέντι κατὰ τὴν ἑαυτοῦ τάξιν ἀποκρίνασθαι — ἦν δὲ ἐν τοῖς διὰ μέσου κατά τε ἀξίωσιν καὶ ἡλικίαν — ἔλεξεν:

  ἃ μὲν ὑπὸ τοῦ δήμου πέπονθα, ὦ βουλή, καὶ ὅτι οὐδὲν ἀδικῶν, ἀλλὰ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα, φορτικὸς ἂν εἴην ἔγωγε ἐν εἰδόσιν ὑμῖν ἀκριβῶς λέγων: μνήμην δὲ αὐτῶν ποιοῦμαι τοῦ ἀναγκαίου ἕνεκεν, ἵν᾽ εἰδῆτε, ὅτι οὐ κολακείᾳ τοῦ δημοτικοῦ ἐπιτρέψας ἐχθροῦ μοι ὄντος, ἀλλ᾽ ἀπὸ τοῦ βελτίστου τὰ συμφέροντα ἐρῶ. θαυμάσῃ δὲ μηθείς, εἰ πρότερόν τε πολλάκις καὶ ἡνίκα ὕπατος ἦν τῆς ἑτέρας προαιρέσεως γενόμενος νῦν ἐξαίφνης μεταβέβλημαι: μηδὲ ὑπολάβητε δυεῖν θάτερον ἢ τότε βεβουλεῦσθαί με κακῶς ἢ νῦν ἀνατίθεσθαι τὰ δόξαντα οὐκ ὀρθῶς. [2] ἐγὼ γάρ, ὦ βουλή, ὅσον μὲν χρόνον τὰ ὑμέτερα ἰσχυρὰ ἡγούμην, ὥσπερ ἐχρῆν ἀριστοκρατίαν αὔξων περιεφρόνουν τὸ δημοτικόν, ἐπεὶ δὲ τοῖς ἐμαυτοῦ σωφρονισθεὶς κακοῖς μετὰ μεγάλων μισθῶν ἔμαθον, ὅτι ἔλαττον ὑμῶν ἐστι τοῦ βουλομένου τὸ δυνάμενον, καὶ πολλοὺς ἤδη τὸν ὑπὲρ ὑμῶν ἀγῶνα αἰρομένους περιείδετε ἀναρπασθέντας [p. 93] ὑπὸ τοῦ δήμου τοῖς ἀναγκαίοις εἴξαντες, οὐκέθ᾽ [3] ὅμοια ἔγνωκα. ἐβουλόμην δ᾽ ἂν μάλιστα μήτ᾽ ἐμαυτῷ συμβῆναι μήτε τῷ συνάρχοντί μου ταῦτα, ἐφ᾽ οἷς ἅπαντες ἡμῖν συμπαθεῖτε. ἐπειδὴ δὲ τὰ μὲν καθ᾽ ἡμᾶς τέλος ἔχει, τὰ δὲ λοιπὰ ἔξεστιν ἐπανορθώσασθαι καὶ τοῦ μὴ παθεῖν ταὐτὰ ἑτέρους προϊδέσθαι, καὶ κοινῇ καὶ καθ᾽ ἕνα ἕκαστον ἰδίᾳ τὰ παρόντα εὖ τίθεσθαι παρακαλῶ. κράτιστα γὰρ οἰκεῖται πόλις ἡ πρὸς τὰ πράγματα μεθαρμοττομένη, καὶ συμβούλων ἄριστος ὁ μὴ πρὸς τὴν ἰδίαν ἔχθραν ἢ χάριν, ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἀποδεικνύμενος γνώμην: βουλεύονταί τ᾽ ἄριστα περὶ τῶν μελλόντων οἱ παραδείγματα ποιούμενοι τὰ γεγονότα τῶν ἐσομένων. [4] ὑμῖν δ᾽, ὦ βουλή, ὁσάκις ἐνέστη τις ἀμφισβήτησις καὶ φιλονεικία πρὸς τὸν δῆμον, ἀεί τι μειονεκτεῖν ἐξεγένετο τὸ μὲν ἀκούειν κακῶς, τὸ δ᾽ εἰς ἀνδρῶν ἐπιφανῶν θανάτους τε καὶ ὕβρεις καὶ ἐκβολὰς ζημιωθῆναι. καίτοι τί γένοιτ᾽ ἂν ἀτύχημα πόλει μεῖζον ἢ τοὺς κρατίστους τῶν ἀνδρῶν περικόπτεσθαι καὶ ταῦτα οὐ σὺν δίκῃ; ὧν ὑμῖν φείδεσθαι παραινῶ καὶ μήτε τοὺς νῦν ἄρχοντας προβαλόντας εἰς κίνδυνον πρόδηλον, ἔπειτα ἐγκαταλιπόντας ἐν τοῖς δεινοῖς μετανοεῖν, μήτε τῶν ἄλλων τινά, [5] οὗ τι καὶ μικρὸν ὄφελος τῷ κοινῷ. κεφάλαιον δ᾽ ἐστὶν ὧν ὑμῖν παραινῶ, πρέσβεις ἑλέσθαι τοὺς μὲν [p. 94] εἰς τὰς Ἑλληνίδας πόλεις τὰς ἐν Ἰταλίᾳ, τοὺς δ᾽ εἰς Ἀθήνας: οἵτινες αἰτησάμενοι παρὰ τῶν Ἑλλήνων τοὺς κρατίστους νόμους καὶ μάλιστα τοῖς ἡμετέροις ἁρμόττοντας βίοις οἴσουσι δεῦρο. ἀφικομένων δ᾽ αὐτῶν τοὺς τότε ὑπάτους προθεῖναι τῇ βουλῇ σκοπεῖν, τίνας ἑλέσθαι δεήσει νομοθέτας καὶ ἥντινα ἕξοντας ἀρχὴν καὶ χρόνον ὅσον καὶ τἆλλα, ὅπως ἂν αὐτῇ φαίνηται συνοίσειν, στασιάζειν δὲ μηκέτι πρὸς τὸ δημοτικὸν μηδ᾽ ἄλλας ἐπ᾽ ἄλλαις ἀναιρεῖσθαι συμφορὰς ἄλλως τε καὶ περὶ νόμων φιλονεικοῦντας, οἳ κἂν εἰ μηθὲν ἄλλο τήν γέ τοι δόξαν τῆς ἀξιώσεως ἔχουσιν εὐπρεπῆ.

  τοιαῦτα εἰπόντος τοῦ Ῥωμιλίου οἵ τε ὕπατοι συνελαμβάνοντο τῆς γνώμης ἀμφότεροι πολλὰ καὶ ἐκ παρασκευῆς συγκείμενα διεξιόντες, καὶ τῶν ἄλλων βουλευτῶν συχνοί, καὶ ἐγένοντο πλείους οἱ ταύτῃ [2] προστιθέμενοι τῇ γνώμῃ. μέλλοντος δὲ γράφεσθαι τοῦ προβουλεύματος ἀναστὰς ὁ δήμαρχος Σίκκιος ὁ τῷ Ῥωμιλίῳ προσθεὶς τὴν δίκην πολὺν ὑπὲρ τοῦ ἀνδρὸς διῆλθε λόγον ἐπαινῶν τὴν μεταβολὴν τῆς γνώμης καὶ τὸ μὴ τὰ ἴδια ἔχθη κρείττονα γίνεσθαι τῶν κοινῇ χρησίμων, ἀλλ᾽ ἀπ᾽ ὀρθῆς γνώμης τὰ συμφέροντα ἀποδείξασθαι: [3] ἀνθ᾽ ὧν, ἔφη, ταύτην αὐτῷ ἀποδίδωμι τιμὴν καὶ χάριν: ἀφίημι τῶν ἐκτισμάτων ἐπὶ τῇ δίκῃ καὶ εἰς τὸ λοι
πὸν διαλλάττομαι: νικᾷ γὰρ ἡμᾶς χρηστὸς ὤν. τὸ δ᾽ αὐτὸ καὶ οἱ ἄλλοι δήμαρχοι παριόντες ὡμολόγουν. οὐ μὴν ὅ γε Ῥωμίλιος ὑπέμεινε ταύτην [p. 95] λαβεῖν τὴν χάριν, ἀλλ᾽ ἐπαινέσας τοὺς δημάρχους τῆς προθυμίας ἀποδώσειν ἔφη τὴν καταδίκην. ἱερὰν γὰρ ἤδη τῶν θεῶν εἶναι, καὶ οὔτε δίκαια οὔτε ὅσια ποιεῖν ἀποστερῶν τοὺς θεούς, ἃ δίδωσιν αὐτοῖς ὁ νόμος: [4] καὶ ἐποίησεν οὕτως. γραφέντος δὲ τοῦ προβουλεύματος, καὶ μετὰ ταῦτ᾽ ἐπικυρώσαντος τοῦ δήμου πρέσβεις ἀπεδείχθησαν οἱ τοὺς παρὰ τῶν Ἑλλήνων νόμους ληψόμενοι, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος: οἷς τριήρεις τε παρεσκευάσθησαν ἐκ τοῦ δημοσίου καὶ ἄλλος κόσμος εἰς ἐπίδειξιν τῆς ἡγεμονίας ἀποχρῶν. καὶ τὸ ἔτος ἐτελεύτα.

  ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Λύκος Θεσσαλὸς ἀπὸ Λαρίσης, ἄρχοντος Ἀθήνησι Χαιρεφάνους, ἐτῶν τριακοσίων ἐκπεπληρωμένων ἀπὸ τοῦ Ῥώμης συνοικισμοῦ, Ποπλίου Ὁρατίου καὶ Σέξτου Κοιντιλίου διαδεδεγμένων τὴν ὕπατον ἀρχήν, λοιμικὴ νόσος εἰς τὴν Ῥώμην κατέσκηψε μεγίστη τῶν ἐκ τοῦ προτέρου χρόνου μνημονευομένων: ὑφ᾽ ἧς οἱ μὲν θεράποντες ὀλίγου ἐδέησαν πάντες ἀπολέσθαι, τῶν δ᾽ ἄλλων πολιτῶν ἀμφὶ τοὺς ἡμίσεις μάλιστα διεφθάρησαν, οὔτε τῶν ἰατρῶν ἀρκούντων ἔτι βοηθεῖν τοῖς καμάτοις, [2] οὔτε οἰκείων ἢ φίλων τἀναγκαῖα ὑπηρετούντων. οἱ [p. 96] γὰρ ἐπικουρεῖν ταῖς ἑτέρων βουλόμενοι συμφοραῖς ἁπτόμενοί τε καματηρῶν σωμάτων καὶ συνδιαιτώμενοι τὰς αὐτὰς ἐκείνοις νόσους μετελάμβανον, ὥστε πολλὰς οἰκίας ἐξερημωθῆναι δι᾽ ἀπορίαν τῶν ἐπιμελησομένων. ἦν τε οὐκ ἐλάχιστον τῶν κακῶν τῇ πόλει καὶ τοῦ μὴ ταχέως λωφῆσαι τὴν νόσον αἴτιον τὸ περὶ τὰς ἐκβολὰς τῶν νεκρῶν γινόμενον. [3] κατ᾽ ἀρχὰς μὲν γὰρ ὑπό τε αἰσχύνης καὶ εὐπορίας τῶν πρὸς τὰς ταφὰς ἐπιτηδείων ἔκαιόν τε καὶ γῇ παρεδίδοσαν τοὺς νεκρούς, τελευτῶντες δὲ οἱ μὲν ἀπ᾽ ὀλιγωρίας τοῦ καλοῦ, οἱ δὲ τἀπιτήδεια οὐκ ἔχοντες πολλοὺς μὲν ἐν τοῖς ὑπονόμοις τῶν στενωπῶν φέροντες ἐρρίπτουν τῶν ἀπογενομένων, πολλῷ δ᾽ ἔτι πλείους εἰς τὸν ποταμὸν ἐνέβαλλον: ἀφ᾽ ὧν τὰ μέγιστα ἐκακοῦντο πρὸς τὰς ἀκτὰς καὶ τὰς ἠϊόνας. [4] ἐκκυμαινομένων γὰρ τῶν σωμάτων βαρεῖα καὶ δυσώδης προσπίπτουσα καὶ τοῖς ἔτι ἐρρωμένοις ἡ τοῦ πνεύματος ἀποφορὰ ταχείας ἔφερε τοῖς σώμασι τὰς τροπάς, πίνεσθαί τε οὐκέτι χρηστὸν ἦν τὸ ἐκ τοῦ ποταμοῦ κομισθὲν ὕδωρ, τὰ μὲν ἀτοπίᾳ τῆς ὀσμῆς, τὰ δὲ τῷ πονηρὰς τὰς ἀναδόσεις ποιεῖν τῆς τροφῆς. [5] καὶ οὐ μόνον ἐν τῇ πόλει τὰ δεινὰ ἦν, ἀλλὰ καὶ ἐπὶ [p. 97] τῶν ἀγρῶν: καὶ οὐχ ἥκιστα ὁ γεωργὸς ἐπόνησεν ὄχλος ἀναπιμπλάμενος, καὶ προβάτων καὶ τῶν ἄλλων τετραπόδων ἅμα διαιτωμένων, τῆς νόσου. ὅσον μὲν οὖν χρόνον τοῖς πολλοῖς ἐλπίδος τι ὑπῆν ὡς τοῦ θεοῦ σφίσιν ἐπικουρήσοντος, ἅπαντες ἐπί τε θυσίας καὶ καθαρμοὺς ἐτράποντο: καὶ πολλὰ ἐνεωτερίσθη Ῥωμαίοις οὐκ ὄντα ἐν ἔθει περὶ τὰς τιμὰς τῶν θεῶν ἐπιτηδεύματα οὐκ εὐπρεπῆ. [6] ἐπεὶ δὲ ἐπέγνωσαν οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ἐκ τοῦ δαιμονίου γινομένην οὐδ᾽ ἔλεον, καὶ τῆς περὶ τὰ θεῖα λειτουργίας ἀπέστησαν. ἐν ταύτῃ τῇ συμφορᾷ τῶν τε ὑπάτων ἅτερος ἀποθνήσκει, Σέξτος Κοιντίλιος, καὶ ὁ μετὰ τοῦτον ἀποδειχθεὶς ὕπατος Σπόριος Φούριος, καὶ τῶν δημάρχων τέτταρες, [7] τῶν τε βουλευτῶν πολλοὶ καὶ ἀγαθοί. ἐπεβάλοντο μὲν οὖν ἐν τῇ νόσῳ τῆς πόλεως οὔσης στρατὸν ἐξάγειν ἐπ᾽ αὐτοὺς Αἰκανοὶ καὶ διεπρεσβεύοντο πρὸς τἆλλα ἔθνη, ὅσα Ῥωμαίοις πολέμια ἦν, παρακαλοῦντες ἐπὶ τὸν πόλεμον. οὐ μὴν ἔφθασάν γε προαγαγεῖν τὴν δύναμιν ἐκ τῶν πόλεων. ἔτι γὰρ αὐτῶν παρασκευαζομένων ἡ αὐτὴ νόσος κατέσκηψεν εἰς τὰς πόλεις. [8] διῆλθε δ᾽ οὐ μόνον τὴν Αἰκανῶν, ἀλλὰ καὶ τὴν Οὐολούσκων καὶ τὴν Σαβίνων γῆν, καὶ σφόδρα ἐκάκωσε τοὺς ἀνθρώπους. ἐκ δὲ τούτου συνέβη καὶ τὴν χώραν ἀγεώργητον ἀφεθεῖσαν λιμὸν ἐπὶ τῷ λοιμῷ συνάψαι. ἐπὶ μὲν δὴ τούτων τῶν ὑπάτων οὐδὲν ἐπράχθη Ῥωμαίοις διὰ τὰς νόσους οὔτε πολεμικὸν οὔτε πολιτικὸν εἰς ἱστορίας ἀφήγησιν ἐλθεῖν ἄξιον. [p. 98]

  εἰς δὲ τοὐπιὸν ἔτος ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Μενήνιος καὶ Πόπλιος Σήστιος: ἡ δὲ νόσος εἰς τέλος ἐλώφησε. καὶ μετὰ τοῦτο θυσίαι τε χαριστήριοι θεοῖς ἐπετελοῦντο δημοσίᾳ, καὶ ἀγῶνες ἐπιφανεῖς λαμπραῖς πάνυ χορηγούμενοι δαπάναις, ἐν εὐπαθείαις τε καὶ θαλίαις ἡ πόλις ἦν ὥσπερ εἰκός: καὶ πᾶς ὁ χειμέριος χρόνος ἀμφὶ ταῦτα ἐδαπανήθη. [2] ἀρχομένου δ᾽ ἔαρος σῖτός τε πολὺς καὶ ἐκ πολλῶν ἤχθη χωρίων, ὁ μὲν πλείων δημοσίᾳ συνωνηθείς, ὁ δέ τις καὶ ὑπ᾽ ἰδιωτῶν ἐμπόρων κομιζόμενος. ἔκαμνε γὰρ οὐχ ἥκιστα ἐν τῇ σπάνει τῆς τροφῆς ὁ λαὸς χέρσου τῆς γῆς ἀφειμένης διὰ τὰς νόσους καὶ τὸν ὄλεθρον τῶν γεωργῶν. [3] ἐν δὲ τῷ αὐτῷ καιρῷ παρεγένοντο ἀπό τ᾽ Ἀθηνῶν καὶ τῶν ἐν Ἰταλοῖς Ἑλληνίδων πόλεων οἱ πρέσβεις φέροντες τοὺς νόμους. καὶ μετὰ τοῦτο προσῄεσαν οἱ δήμαρχοι τοῖς ὑπάτοις ἀξιοῦντες ἀποδεῖξαι κατὰ τὸ ψήφισμα τῆς βουλῆς τοὺς νομοθέτας. οἱ δ᾽ οὐκ ἔχοντες, ὅτῳ ἂν αὐτοὺς ἀπαλλάξειαν τρόπῳ προσκαθημένους καὶ λιπαροῦντας, ἀχθόμενοι τῷ πράγματι καὶ
οὐκ ἀξιοῦντες ἐπὶ τῆς αὑτῶν ἀρχῆς καταλῦσαι τὴν ἀριστοκρατίαν πρόφασιν εὐπρεπῆ προὐβάλοντο λέγοντες ἐν χερσὶν εἶναι τὸν τῶν ἀρχαιρεσίων καιρόν, καὶ δέον αὐτοὺς τοὺς ὑπάτους πρῶτον ἀποδεῖξαι, [4] ποιῆσαι δὲ τοῦτ᾽ οὐκ εἰς μακράν, ἀποδειχθέντων δὲ [p. 99] τῶν ὑπάτων μετ᾽ ἐκείνων ἔλεγον ἀνοίσειν τῷ συνεδρίῳ τὴν περὶ τῶν νομοθετῶν διάγνωσιν. συγχωρούντων δὲ τῶν δημάρχων προθέντες ἀρχαιρέσια πολλῷ τάχιον ἢ τοῖς προτέροις ἔθος ἦν ὑπάτους ἀπέδειξαν Ἄππιον Κλαύδιον καὶ Τίτον Γενύκιον, καὶ μετὰ τοῦτο πᾶσαν ἀποθέμενοι τὴν περὶ τῶν κοινῶν φροντίδα, ὡς ἑτέρους ἤδη δέον ὑπὲρ αὐτῶν σκοπεῖν, οὐδὲν ἔτι τοῖς δημάρχοις προσεῖχον, ἀλλὰ διακλέψαι τὸν λοιπὸν χρόνον τῆς ὑπατείας διενοοῦντο. [5] ἔτυχε δὲ τὸν ἕτερον αὐτῶν Μενήνιον ἀρρωστία τις καταλαβοῦσα χρόνιος. ἤδη δέ τινες ἔφασαν ὑπὸ λύπης καὶ ἀθυμίας ἐμπεσούσης τῷ ἀνδρὶ τηκεδόνα δυσαπάλλακτον ἐργάσασθαι νόσον. ταύτην δὲ προσλαβὼν τὴν πρόφασιν ὁ Σήστιος ὡς οὐδὲν οἷός τ᾽ ἦν πράττειν μόνος ἀπεωθεῖτο τὰς τῶν δημάρχων δεήσεις καὶ πρὸς τοὺς νέους ἄρχοντας ἠξίου τρέπεσθαι. [6] οἱ δ᾽ οὐκ ἔχοντες, ὅ τι πράττωσιν, ἕτερον ἐπὶ τοὺς περὶ τὸν Ἄππιον οὔπω τὴν ἐξουσίαν παρειληφότας ἠναγκάζοντο καταφεύγειν, τὰ μὲν ἐν ταῖς ἐκκλησίαις δεόμενοι, τὰ δὲ καταμόνας συντυγχάνοντες: καὶ τέλος ἐξειργάσαντο τοὺς ἄνδρας μεγάλας ὑποτείνοντες ἐλπίδας αὐτοῖς, εἰ τὰ τοῦ δήμου πράγματα ἕλοιντο, τιμῆς καὶ δυναστείας. [7] εἰσῆλθε γάρ τις τὸν Ἄππιον ἐπιθυμία ξένην ἀρχὴν περιβαλέσθαι καὶ νόμους καταστήσασθαι τῇ πατρίδι ὁμονοίας τε καὶ εἰρήνης καὶ τοῦ μίαν ἅπαντας ἡγεῖσθαι τὴν [p. 100] πόλιν ἄρξαι τοῖς συμπολιτευομένοις. οὐ μέντοι καὶ διέμεινέ γε χρηστὸς ἀρχῇ κοσμηθεὶς μεγάλῃ, ἀλλ᾽ ἐξέπεσε τελευτῶν εἰς φιλαρχίαν ἀπαραχώρητον ὑπὸ μεγέθους ἐξουσίας διαφθαρεὶς καὶ ὀλίγου ἐδέησεν ἐπὶ τυραννίδα ἐλάσαι. περὶ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.

 

‹ Prev