Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 316
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 316

by Dionysius of Halicarnassus


  ὁ δ᾽ Ἄππιος ἀδημονῶν ἐπὶ τῷ παρ᾽ ἐλπίδα τῆς κολάσεως καὶ οὐκ ἔχων, ὅ τι χρήσεται τοῖς ἀνδράσι τὴν ὀλεθριωτάτην ἔγνω βαδίζειν ὁδόν. ὡς γὰρ ἔτι τοῦ πλήθους αὐτῷ διαμένοντος οἰκείου ἀναβὰς ἐπὶ τοῦ Ἡφαίστου τὸ ἱερὸν ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ κατηγορεῖν ἐπειρᾶτο τῶν ἀνδρῶν παρανομίαν τε καὶ ὕβριν, ἐξουσίᾳ δημαρχικῇ καὶ ἐλπίδι κούφῃ ἐπαιρόμενος, ὅτι συναγανακτήσας ὁ δῆμος αὐτῷ [2] παρήσει ῥῖψαι τοὺς ἄνδρας κατὰ τῆς πέτρας. οἱ δὲ περὶ τὸν Οὐαλέριον ἕτερον τόπον τῆς ἀγορᾶς καταλαβόμενοι καὶ τὸ πτῶμα τῆς παρθένου θέντες, ὅθεν ὑπὸ πάντων ὀφθήσεσθαι ἔμελλεν, ἑτέραν συνῆγον ἐκκλησίαν καὶ πολλὴν ἐποιοῦντο τοῦ τ᾽ Ἀππίου καὶ τῶν ἄλλων ὀλιγαρχῶν κατηγορίαν. [3] ἔμελλέ τε, ὅπερ εἰκὸς [p. 178] ἦν, οὓς μὲν τὸ ἀξίωμα τῶν ἀνδρῶν, οὓς δ᾽ ὁ τῆς κόρης ἔλεος δεινὰ καὶ πέρα δεινῶν διὰ τὸ ἀτυχὲς κάλλος παθούσης, οὓς δ᾽ αὐτὸς ὁ τῆς ἀρχαίας καταστάσεως πόθος εἰς ταύτην τὴν ἐκκλησίαν παρακαλῶν πλείους τῶν ἑτέρων συνάξειν, ὥστ᾽ ὀλίγους τινὰς ὑπολειφθῆναι περὶ τὸν Ἄππιον, αὐτοὺς δὴ τοὺς ὀλιγαρχικούς, ἐν οἷς ἦσάν τινες οὐκέτι τῆς ὀλιγαρχικῆς αὐτῶν ἀκροώμενοι, διὰ πολλὰς προφάσεις, ἀλλ᾽, εἰ γένοιτο ἰσχυρὰ τὰ τῶν ἐναντίων, ἄσμενοι χωρήσειν ἐπ᾽ [4] ἐκείνους. ἐρημούμενον δὴ θεωρῶν ἑαυτὸν ὁ Ἄππιος ἠναγκάσθη μεταγνῶναι καὶ ἀπελθεῖν ἐκ τῆς ἀγορᾶς, ὃ καὶ μάλιστ᾽ ὤνησεν αὐτόν. ἐπιβαλλόμενος γὰρ ὑπὸ τοῦ δημοτικοῦ πλήθους καλὰς ἔτισεν ἂν αὐτῷ τὰς δίκας. [5] μετὰ τοῦτ᾽ ἐξουσίας ὅσης ἐβούλοντο τυχόντες οἱ περὶ τὸν Οὐαλέριον ἐνεφοροῦντο τῶν κατ᾽ ὀλιγαρχίας λόγων καὶ τοὺς ἔτι ἐνδοιάζοντας ἐξεδημαγώγουν. ἔτι δὲ μᾶλλον ἐξηλλοτρίωσαν τὸν πολιτικὸν ὄχλον οἱ τῆς κόρης συγγενεῖς κλίνην τε κομίσαντες εἰς τὴν ἀγορὰν καὶ τὸν ἄλλον κόσμον τὸν ἐπιτάφιον οἷον ἐδύναντο πολυτελέστατον παρασκευάσαντες, καὶ τὴν ἐκφορὰν τοῦ σώματος διὰ τῶν ἐπιφανεστάτων τῆς πόλεως ποιησάμενοι στενωπῶν, ὅθεν ὑπὸ πλείστων ὀφθήσεσθαι ἔμελλον. [6] ἐξεπήδων γὰρ ἐκ τῶν οἰκιῶν γυναῖκές τε καὶ παρθένοι τὸ πάθος ἀποδυρόμεναι, αἱ μὲν ἄνθη καὶ στεφάνους βάλλουσαι κατὰ τῆς κλίνης, αἱ δὲ τελαμῶνας ἢ μίτρας, αἱ δὲ ἀθύρματα κόμης [p. 179] παρθενικά, καί που τινὲς καὶ πλοκάμων ἀποκειράμεναι βοστρύχους. [7] ἄνδρες τε συχνοὶ λαμβάνοντες ἐκ τῶν πλησίον ἐργαστηρίων τὰ μὲν ὠνῇ, τὰ δὲ χάριτι συνεπεκόσμουν τοῖς προσφόροις δωρήμασι τὴν ἐκκομιδήν, ὥστε περιβόητον ἀνὰ τὴν πόλιν γενέσθαι τὸ κῆδος, καὶ προθυμίαν ἅπαντας καταλαβεῖν τῆς τῶν ὀλιγαρχικῶν καταλύσεως. ἀλλ᾽ οἱ φρονοῦντες τὰ τῆς ὀλιγαρχίας ὅπλα ἔχοντες μέγα παρεῖχον αὐτοῖς δέος, οἵ τε περὶ τὸν Οὐαλέριον οὐκ ἠξίουν αἵματι πολιτικῷ τὸ νεῖκος διαιρεῖν.

  τὰ μὲν δὴ κατὰ πόλιν ἐν τοιαύταις ἦν ταραχαῖς. Οὐεργίνιος δ᾽, ὃν ἔφην αὐτόχειρα γενέσθαι τῆς ἑαυτοῦ θυγατρός, ἀπὸ ῥυτῆρος ἐλαύνων τὸν ἵππον ἀφικνεῖται περὶ λύχνων ἁφὰς ἐπὶ τὸν πρὸς Ἀλγιδῷ χάρακα, τοιοῦτος οἷος ἐκ τῆς πόλεως ἐξέδραμεν, αἵματι πεφυρμένος ἅπας καὶ τὴν μαγειρικὴν σφαγίδα διὰ [2] χειρὸς ἔχων. ἰδόντες δ᾽ αὐτὸν οἱ πρὸ τοῦ στρατοπέδου τὰς φυλακὰς φυλάττοντες ἐν ἀπόρῳ τ᾽ ἦσαν ὅ τι πέπονθεν εἰκάσαι, καὶ παρηκολούθουν ὡς ἀκουσόμενοι μέγα πρᾶγμα καὶ δεινόν. ὁ δὲ τέως μὲν ἐπορεύετο κλαίων καὶ διασημαίνων τοῖς ὁμόσε χωροῦσιν ἀκολουθεῖν: ἐξέτρεχον δ᾽ ἐκ τῶν σκηνῶν ἃς διεπορεύετο μεταξὺ δειπνοῦντες ἅπαντες ἀθρόοι φανοὺς ἔχοντες καὶ λαμπάδας, ἀγωνίας πλήρεις καὶ θορύβου περιεχόμενοι [p. 180] [3] περὶ αὐτὸν ἠκολούθουν. ἐπεὶ δ᾽ εἰς τὸν ἀναπεπταμένον τοῦ στρατοπέδου τόπον ἦλθεν, ἐπὶ μετεώρου τινὸς στάς, ὥσθ᾽ ὑπὸ πάντων ὁρᾶσθαι, διηγεῖτο τὰς καταλαβούσας αὐτὸν συμφοράς, μάρτυρας τῶν λόγων παρεχόμενος τοὺς σὺν αὐτῷ παρόντας ἐκ τῆς πόλεως. ὡς δὲ κατέμαθεν ὀλοφυρομένους τε πολλοὺς καὶ δακρύοντας, εἰς ἱκεσίας καὶ δεήσεις αὐτῶν ἐτράπετο, μὴ περιιδεῖν μήτ᾽ αὐτὸν ἀτιμώρητον γενόμενον μήτε τὴν πατρίδα προπηλακιζομένην. λέγοντι δ᾽ αὐτῷ ταῦτα πολὺ τὸ βουλόμενον ἐξ ἁπάντων ἀκούειν καὶ ἐπικελευόμενον λέγειν ἐγίνετο. [4] τοιγάρτοι καὶ θρασύτερον ἤδη καθήπτετο τῆς ὀλιγαρχίας διεξιών, ὡς πολλῶν μὲν ἀφείλοντο τὰς οὐσίας οἱ δέκα, πολλῶν δὲ πληγαῖς ᾐκίσαντο τὰ σώματα, παμπόλλους δὲ φυγεῖν ἠνάγκασαν ἐκ τῆς πατρίδος οὐδὲν ἀδικήσαντας, γυναικῶν τε ὕβρεις καὶ παρθένων ἐπιγάμων ἁρπαγὰς καὶ παίδων ἐλευθέρων προπηλακισμοὺς καὶ τὰς ἄλλας αὐτῶν παρανομίας τε καὶ ὠμότητας ἐκλογιζόμενος: [5] καὶ ταῦτ᾽, ἔφη, προπηλακίζουσιν ἡμᾶς οἱ μήτε νόμῳ τὴν ἐξουσίαν ἔχοντες μήτε ψηφίσματι βουλῆς ἢ δήμου συγχωρήματι λαβόντες, — ὁ γὰρ ἐνιαύσιος αὐτοῖς τῆς ἀρχῆς χρόνος, ὃν ἐχρῆν αὐτοὺς ἄρξαντας ἑτέροις παραδοῦναι τὰ κοινά, παρελήλυθεν, — ἀλλ᾽ ἐκ τοῦ βιαιοτάτου τῶν τρόπων, πολλὴν δειλίαν καὶ μαλακίαν καταγνόντες ἡμῶν ὥσπερ γυναικῶν. [6] εἰσελθέτω δὴ λογισμὸς ἕκαστον ὑμῶν ὧν τ᾽ αὐτὸς πέπονθε καὶ ὧν οἶδεν ἑτέρους παθόντας: καὶ εἴ τις ὑμῶν δελεαζόμενος ὑπ᾽ αὐτῶν ἡδοναῖς τισιν ἢ χάρισιν οὐ πεφόβηται τὴν ὀλιγαρχίαν οὐδὲ δέδοικε, [p. 181] μὴ καὶ ἐπ᾽ αὐτὸν ἔλ
θοι ποτὲ σὺν χρόνῳ τὰ δεινά, μαθὼν ὅτι τυράννοις οὐδέν ἐστι πιστόν, οὐδ᾽ ἀπ᾽ εὐνοίας αἱ τῶν κρατούντων δίδονταί τισι χάριτες, καὶ [7] πάντα τὰ ὅμοια τούτοις, μεταγνώτω: καὶ μιᾷ διανοίᾳ χρησάμενοι πάντες ἐλευθεροῦτε ἀπὸ τῶν τυράννων τὴν πατρίδα, ἐν ᾗ θεῶν τε ὑμῖν ἱερὰ ἵδρυται καὶ θῆκαι προγόνων εἰσίν, οὓς ὑμεῖς τιμᾶτε μετὰ θεούς, καὶ γηραιοὶ πατέρες τροφεῖα πολλὰ καὶ ἄξια τῶν πόνων ἀπαιτοῦντες, γυναῖκές τε κατὰ νόμους ἐγγυηθεῖσαι καὶ: θυγατέρες ἐπίγαμοι φροντίδος οὐ μικρᾶς δεόμεναι τοῖς ἔχουσι καὶ γοναὶ παίδων ἀρρένων, οἷς ὀφείλεται τὰ [8] δίκαια φύσεως προγόνων. οἰκίας γὰρ δὴ καὶ κλήρους καὶ χρήματα σὺν πολλοῖς κτηθέντα πόνοις ὑπὸ πατέρων καὶ ὑμῶν αὐτῶν σιωπῶ: ὧν οὐδὲν ὑμῖν ἔξεστι βεβαίως ἔχειν, ἕως ἂν ὑπὸ τῶν δέκα τυραννῆσθε.

  οὔτε σωφρόνων οὔτε γενναίων ἐστὶν ἀνθρώπων τὰ μὲν ἀλλότρια κτᾶσθαι δι᾽ ἀνδραγαθίαν, τὰ δ᾽ οἰκεῖα περιορᾶν ἀπολλύμενα διὰ μαλακίαν οὐδὲ πρὸς μὲν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Σαβίνους καὶ τοὺς ἄλλους περιοίκους ἅπαντας πολεμεῖν μακροὺς καὶ ἀδιαλείπτους πολέμους ὑπὲρ ἀρχῆς καὶ δυναστείας, πρὸς δὲ τοὺς παρὰ νόμον ἄρχοντας ὑμῶν μὴ θέλειν ἄρασθαι τὰ ὅπλα ὑπὲρ ἀσφαλείας τε καὶ ἐλευθερίας. [p. 182] [2] οὐκ ἀναλήψεσθε τὸ φρόνημα τῆς πατρίδος; οὐ παραστήσεται λογισμὸς ὑμῖν τῆς ἀρετῆς τῶν γονέων ἄξιος, οἳ διὰ μιᾶς γυναικὸς ὕβριν ὑφ᾽ ἑνὸς τῶν Ταρκυνίου παίδων ὑβρισθείσης καὶ διὰ τὴν συμφορὰν ταύτην ἑαυτὴν διαχρησαμένης, οὕτως ἠγανάκτησαν ἐπὶ τῷ πάθει καὶ παρωξύνθησαν καὶ κοινὴν ἀπάντων ἡγήσαντο τὴν ὕβριν, ὥστ᾽ οὐ μόνον Ταρκύνιον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀλλὰ καὶ τὸ βασιλικὸν πολίτευμα κατέλυσαν, καὶ τὸ λοιπὸν ἀπεῖπον μηδένα Ῥωμαίων ἄρχειν διὰ βίου τὴν ἀνυπεύθυνον ἀρχήν, αὐτοί τε τοὺς μεγίστους ὀμόσαντες ὅρκους, καὶ κατὰ τῶν ἐγγόνων ἀράς, [3] ἐάν τι παρὰ ταῦτα ποιῶσι, καταρασάμενοι; ἔπειτ᾽ ἐκεῖνοι μὲν ἑνὸς οὐκ ἤνεγκαν ἀκολάστου μειρακίου τυραννικὴν ὕβριν εἰς ἓν σῶμα ἐλεύθερον γενομένην, ὑμεῖς δὲ πολυκέφαλον τυραννίδα πάσῃ παρανομίᾳ τε καὶ ἀσελγείᾳ χρωμένην καὶ ἔτι μᾶλλον χρησομένην, [4] ἐὰν νῦν ἀνάσχησθε, ὑπομενεῖτε; οὐκ ἐμοὶ μόνῳ θυγάτηρ ἐγένετο διαφέρουσα τὴν ὄψιν ἑτέρων, ἣν ἀπὸ τοῦ φανεροῦ βιάζεσθαι καὶ προπηλακίζειν Ἄππιος ἐπεβάλετο, ἀλλὰ καὶ ὑμῶν εἰσι πολλαὶ τοῖς μὲν θυγατέρες, τοῖς δὲ γαμεταί, τοῖς δὲ νεανίαι παῖδες εὐπρεπεῖς, οὓς τί κωλύσει πρὸς ἄλλου τινὸς τῶν δέκα τυράννων ἢ πρὸς αὐτοῦ τοῦ Ἀππίου ταὐτὰ παθεῖν; εἰ μή τις ἄρα θεῶν ἐστιν ἐγγυητής, ὡς, ἐὰν τὰς ἐμὰς ταύτας συμφορὰς ἀτιμωρήτους ἐάσητε, οὐκ ἐφ᾽ ὑμῶν πολλοὺς τὰ ὅμοια δεινὰ ἥξει, ἀλλὰ μέχρι τῆς ἐμῆς [p. 183] θυγατρὸς ὁ τυραννικὸς ἔρως προελθὼν στήσεται, καὶ περὶ τὰ λοιπὰ σώματα παίδων τε καὶ παρθένων σωφρονήσει. πολλῆς μέντοι μωρίας καὶ σκαιότητος, σαφῶς ἴστε, τὰ νοούμενα ταῦθ᾽ ὡς οὐκ ἔσται λέγειν. [5] ἀόριστοι γὰρ αἱ τῶν τυράννων ἐπιθυμίαι κατὰ τὸ εἰκός, οἷα δὴ μήτε νόμον ἔχουσαι κωλυτὴν μήτε φόβον. ἐμοί τε δὴ πράττοντες τιμωρίαν δικαίαν καὶ ὑμῖν αὐτοῖς ἀσφάλειαν, ἵνα μὴ ταὐτὰ πάθητε, παρασκευαζόμενοι διαρρήξατε ἤδη ποτὲ τοὺς χαλινούς, ὦ σχέτλιοι: [6] ἀναβλέψατε ὀρθοῖς ὄμμασι πρὸς τὴν ἐλευθερίαν. ἐπὶ τίνι γὰρ ἑτέρᾳ προφάσει μᾶλλον ἀγανακτήσετε ἢ ταύτῃ, ὅτε τὰς τῶν πολιτῶν θυγατέρας ὡς δούλας ἀπάγουσιν οἱ τύραννοι καὶ μετὰ μαστίγων νυμφαγωγοῦσιν; ἐν ποίῳ δὲ τὸ ἐλεύθερον φρόνημα ἀναλήψεσθε καιρῷ τὸν νῦν παρέντες, ἐν ᾧ τὰ ὅπλα περὶ τοῖς σώμασιν ἔχετε;

  ἔτι δ᾽ αὐτοῦ λέγοντος ἀνεβόησαν οἱ πολλοὶ τιμωρήσειν ὑπισχνούμενοι καὶ τοὺς ἡγεμόνας τῶν λόχων ἐξ ὀνόματος ἐκάλουν ἀξιοῦντες ἔργου ἔχεσθαι, καὶ ἐκ τοῦ φανεροῦ πολλοὶ παριόντες ἐθάρρουν λέγειν, εἴ τι δεινὸν ἦσαν πεπονθότες. [2] μαθόντες δὲ τὰ γενόμενα οἱ πέντε ἄνδρες, οὓς ἔφην ἡγεῖσθαι τῶν ταγμάτων, δείσαντες, μή τις ἐπ᾽ αὐτοὺς τῶν ὄχλων ὁρμὴ γένηται, συνέδραμον εἰς τὸ στρατήγιον πάντες καὶ μετὰ τῶν φίλων ἐσκόπουν, ὅπως παύσουσι τὴν ταραχήν, τὰ οἰκεῖα ὅπλα περιστησάμενοι. [3] ὡς δ᾽ ἐπύθοντο [p. 184] ἀπεληλυθότας ἐπὶ τὰς σκηνὰς λήξαντά τε καὶ παυσάμενον τὸν θόρυβον, ἀγνοοῦντες, ὅτι τῶν ἑκατοντάρχων τοῖς πλείοσι δεδογμένον ἦν δι᾽ ἀπορρήτων συνωμοσιῶν ἀπόστασιν πράττειν καὶ συνελευθεροῦν τὴν πατρίδα, ἔκριναν, ἐπειδὰν ἡμέρα τάχιστα γένηται, τὸν μὲν ἐκταράττοντα τοὺς ὄχλους Οὐεργίνιον συλλαβόντας ἔχειν ἐν φυλακῇ, τὰς δὲ δυνάμεις ἀναστήσαντας ἐκ τοῦ χάρακος ἄγειν ἐπὶ τοὺς πολεμίους, καὶ τὴν κρατίστην αὐτῶν τῆς χώρας ἐγκαθημένους δῃοῦν, περὶ τῶν ἐν τῇ πόλει πραττομένων μηδὲν τοὺς σφετέρους ἔτι ἐῶντας πολυπραγμονεῖν, τὰ μὲν διὰ τὰς ὠφελείας, τὰ δὲ διὰ τοὺς ἐσομένους ὑπὲρ αὐτῶν ἑκάστοτε ἀγῶνας. [4] ἐγίνετο δ᾽ αὐτοῖς οὐδὲν τῶν ἐκ διαλογισμοῦ: οὐδὲ γὰρ τὸν Οὐεργίνιον εἴασαν οἱ λοχαγοὶ καλούμενον εἰς τὸ στρατήγιον ἀπελθεῖν, ὑποπτεύοντες, μή τι πάθοι δεινόν, ἀλλὰ καὶ τὸν διαληφθέντα λόγον, ὡς ἐπὶ τοὺς πολεμίους ἀγαγεῖν τοὺς λόχους ἐβούλοντο, κατωνείδιζον λέγοντες: ὡς καλῶς ἡμῶν ἐστρατηγήκατε καὶ πρότερον, ἵνα κα�
� νῦν λαβόντες ἐλπίδας ἀκολουθῶμεν ὑμῖν, οἵτινες ὅσην οὔπω πρότερον ἕτεροι Ῥωμαίων [p. 185] ἡγεμόνες ἔκ τ᾽ αὐτῆς ἄγοντες τῆς πόλεως στρατιὰν καὶ ἀπὸ τῶν συμμάχων ἀγείραντες, οὔτε τινὰ νίκην ἢ βλάβην ἐποιήσατε κατὰ τῶν ἐχθρῶν, ἀλλὰ δι᾽ ἀνανδρίαν τε καὶ ἀπειρίαν ἀπεδείξασθε, κακῶς στρατοπεδευσάμενοι, καὶ τὴν ἑαυτῶν χώραν ὡς ὑπὸ τῶν πολεμίων καταδῃωθεῖσαν πτωχοὺς καὶ ἀπόρους ἡμᾶς ἐποιήσατε ἁπάντων, ὅσοι κρατοῦντες τοῖς ὅπλοις τῶν ἐναντίων ἐνικῶμεν ταῖς μάχαις, ὅτε ὑμῶν κρείττους ἦσαν στρατηγοί: τρόπαιά τε καθ᾽ ἡμῶν ἀνιστᾶσι καὶ σκηνὰς καὶ ἀνδράποδα καὶ ὅπλα καὶ χρήματα διηρπακότες ἔχουσι τὰ ἡμέτερα.

 

‹ Prev