Οὐιεντανοὺς πολιορκούντων Ῥωμαίων περὶ τὴν ἐπιτολὴν τοῦ κυνός, ὅτε μάλιστα λίμναι τε ἐπιλείπουσι καὶ ποταμοὶ πάντες, ὅ τι μὴ μόνος ὁ Αἰγύπτιος Νεῖλος, λίμνη τις ἀπέχουσα τῆς Ῥώμης οὐ μεῖον ρκ᾽ σταδίων ἐν τοῖς Ἀλβανοῖς καλουμένοις ὄρεσι, παρ᾽ ᾗ τὸ ἀρχαῖον ἡ τῶν Ῥωμαίων μητρόπολις ᾠκεῖτο, οὔτε ὑετῶν γενομένων οὔτε νιφετῶν οὔτ᾽ ἄλλης τινὸς αἰτίας ἀνθρώποις φανερᾶς, τοσαύτην ἔλαβεν ἐκ τῶν ἐν αὐτῇ ναμάτων ἐπίδοσιν, ὥστε πολλὴν μὲν ἐπικλύσαι [p. 229] τῆς παρορείου, πολλὰς δὲ οἰκήσεις γεωργικὰς καταβαλεῖν, τελευτῶσαν δὲ καὶ τὸν μεταξὺ τῶν ὀρῶν αὐλῶνα διασπάσαι καὶ ποταμὸν ἐκχέαι κατὰ τῶν ὑποκειμένων πεδίων ἐξαίσιον. [2] τοῦτο μαθόντες οἱ Ῥωμαῖοι κατ᾽ ἀρχὰς μέν, ὡς δαιμονίου τινὸς μηνίοντος τῇ πόλει, θυσίαις ἐξιλάσασθαι τοὺς κατέχοντας τὸν τόπον θεοὺς καὶ δαίμονας ἐψηφίσαντο καὶ τοὺς ἐπιχωρίους μάντεις ἀνέκρινον, εἴ τι λέγειν ἔχουσιν: ἐπεὶ δ᾽ οὔτε ἡ λίμην τὴν ἑαυτῆς τάξιν ἀπελάμβανεν, οὔτε οἱ μάντεις ἀκριβὲς οὐδὲν ἔλεγον, ἀλλὰ τῷ θεῷ χρῆσθαι παρῄνουν, ἐπὶ τὸ Δελφικὸν μαντεῖον ἀπέστειλαν θεοπρόπους. Ambr.
ἐν δὲ τῷ μεταξὺ χρόνῳ Οὐιεντανῶν τις ἔμπειρος τῆς ἐπιχωρίου μαντικῆς διὰ προγόνων ἐτύγχανε φυλακὴν ἔχων τοῦ τείχους, ἐγεγόνει δέ τις αὐτῷ τῶν ἀπὸ τῆς Ῥώμης λοχαγῶν ἐκ παλαιοῦ γνώριμος. οὗτος ὁ λοχαγὸς ἐγγὺς τοῦ τείχους ποτὲ γενόμενος καὶ τοὺς συνήθεις ἀσπασμοὺς τῷ ἀνδρὶ ἀποδοὺς οἰκτείρειν αὐτὸν ἔφη τῆς καταληψομένης ἅμα τοῖς ἄλλοις συμφορᾶς, ἐὰν ἡ πόλις ἁλῷ. [2] καὶ ὁ Τυρρηνὸς ἀκηκοὼς τὴν ὑπέρχυσιν τῆς Ἀλβανίδος λίμνης καὶ τὰ παλαιὰ περὶ αὐτῆς προειδὼς θέσφατα ἀναγελάσας: οἷον, ἔφησεν, ἐστὶν ἀγαθὸν τὸ προειδέναι τὰ μέλλοντα. ὑμεῖς δὲ κατὰ τὴν ἀγνωσίαν τῶν ἀποβησομένων πόλεμον ἀτελῆ καὶ πόνους ἀνηνύτους ἀντλεῖτε τὴν Οὐιεντανῶν πόλιν ἀναστήσειν οἰόμενοι. εἰ δέ τις ὑμῖν ἐδήλωσεν, ὅτι τῇ πόλει τῇδε [p. 230] τότε πέπρωται ἁλῶναι, ὅταν ἡ πρὸς Ἀλβανῷ λίμνη σπανίσασα τῶν αὐθιγενῶν ναμάτων μηκέτι μίσγηται θαλάττῃ, ἐπαύσασθε ἂν αὐτοί τε δαπανώμενοι καὶ [3] ἡμᾶς ἐνοχλοῦντες. ταῦτα ὁ Ῥωμαῖος μαθὼν πολὺς ἐν τῷ σκοπεῖν καθ᾽ ἑαυτὸν γενόμενος, τότε μὲν ἀπῄει, τῇ δ᾽ ἑξῆς προειπὼν τοῖς χιλιάρχοις, ἃ διενοεῖτο, παρῆν ἐπὶ τὸν αὐτὸν τόπον ἄνοπλος, ὥστε μηδεμίαν ὑποψίαν ἐπιβουλῆς τὸν Τυρρηνὸν ὑπὲρ αὐτοῦ λαβεῖν. χρησάμενος δὲ τοῖς συνήθεσιν ἀσπασμοῖς πρῶτον μὲν ὑπὲρ τῆς κατεχούσης τὸ Ῥωμαικὸν στρατόπεδον ἀμηχανίας διελέγετο ἄλλ᾽, ἐφ᾽ οἷς ἡσθήσεσθαι τὸν Τυρρηνὸν ὑπελάμβανεν, ἔπειτα ἐξηγητὴν αὑτῷ γενέσθαι ἠξίου σημείων τινῶν καὶ τεράτων νεωστὶ τοῖς χιλιάρχοις γεγονότων. [4] πείθεται τοῖς λόγοις ὁ μάντις οὐδεμίαν δεδοικὼς ἐξαπάτην καὶ τοὺς συνόντας αὐτῷ μεταστῆναι κελεύσας αὐτὸς ἠκολούθει μόνος τῷ λοχαγῷ. ὁ δὲ Ῥωμαῖος ὑπαγόμενος αὐτὸν ἀπωτέρω τοῦ τείχους διὰ τῶν πρὸς ἀπάτην μηχανηθέντων λόγων, ὡς ἐγγὺς ἐγένετο τοῦ περιτειχίσματος, περιλαβὼν ταῖς χερσὶν ἀμφοτέραις μέσον αἴρεταί τε καὶ πρὸς τὸ Ῥωμαικὸν ἀποφέρεται στρατόπεδον. Ambr.
τοῦτον τὸν ἄνδρα οἱ χιλίαρχοι λόγοις τε θεραπεύοντες καὶ βασάνων ἀπειλαῖς δεδιττόμενοι ἅπαντα παρεσκεύασαν ἐξειπεῖν, ἃ περὶ τῆς Ἀλβανίδος λίμνης ἀπέκρυπτεν: εἶτα καὶ πρὸς τὴν βουλὴν αὐτὸν [p. 231] ἀναπέμπουσι. τοῖς δ᾽ ἐκ τοῦ συνεδρίου οὐχ ἡ ὁμοία παρέστη δόξα, ἀλλὰ τοῖς μὲν ἐδόκει πανοῦργός τις εἶναι καὶ γόης ὁ Τυρρηνὸς καὶ καταψεύδεσθαι τὸῦ δαιμονίου τὰ περὶ τὸν χρησμόν, τοῖς δ᾽ ἀπὸ πάσης ἀληθείας εἰρηκέναι. [2] ἐν τοιαύτῃ δ᾽ ἀμηχανίᾳ τῆς βουλῆς ὑπαρχούσης παρῆσαν οἱ προαποσταλέντες εἰς Δελφοὺς θεόπροποι χρησμοὺς κομίζοντες τοῖς ὑπὸ τοῦ Τυρρηνοῦ πρότερον ἀπηγγελμένοις συνᾴδοντας: ὅτι θεοὶ καὶ δαίμονες οἱ λαχόντες τὴν Οὐιεντανῶν πόλιν τοσοῦτον αὐτοῖς ἐγγυῶνται χρόνον ἀσάλευτον φυλάξαι τὴν ἐκ προγόνων παραδοθεῖσαν εὐδαιμονίαν, ὅσον ἂν διαμένωσιν αἱ πηγαὶ τῆς ἐν Ἀλβανῷ λίμνης ὑπερχεόμεναι καὶ μέχρι θαλάττης ἀπορρέουσαι: [3] ὅταν δ᾽ ἐκεῖναι φύσιν τε τὴν ἑαυτῶν καὶ ὁδοὺς τὰς ἀρχαίας ἐκλιποῦσαι καθ᾽ ἑτέρας ἐκτραπῶσιν, ὡς μηκέτι μίσγεσθαι τῇ θαλάττῃ, τότε καὶ τὴν πόλιν αὐτῶν ἀνάστατον ἔσεσθαι: τοῦτο δ᾽ οὐκ εἰς μακρὰν ὑπὸ Ῥωμαίων γενήσεσθαι, ἐὰν ὀρύγμασι καθ᾽ ἕτερα χωρία γενομένοις ἐκτρέψωσι τὴν πλήμμυραν τῶν ὑδάτων εἰς τὰ πρόσω τῆς θαλάττης πεδία. ταῦτα μαθόντες οἱ Ῥωμαῖοι εὐθὺς ἐπέστησαν τοῖς ἔργοις τοὺς χειροτέχνας. Ambr.
ὡς δὲ ταῦτ᾽ ἤκουσαν Οὐιεντανοὶ παρ᾽ αἰχμαλώτου τινός, ἐπικηρυκεύεσθαι πρὸς τοὺς πολιορκοῦντας ἤθελον περὶ καταλύσεως τοῦ πολέμου, πρὶν ἁλῶναι κατὰ κράτος τὴν πόλιν, καὶ ἀποδείκνυνται πρέσβεις οἱ πρεσβύτατοι. [2] ἀποψηφισαμένης δὲ [p. 232] τῆς βουλῆς τῶν Ῥωμαίων τὰς διαλλαγὰς οἱ μὲν ἄλλοι πρέσβεις ἀπῄεσαν ἐκ τοῦ βουλευτηρίου σιωπῇ, ὁ δὲ ἐπιφανέστατος ἐξ αὐτῶν καὶ κατὰ τὴν μαντικὴν ἐμπειρίαν δοκιμώτατος, ἐπιστὰς ταῖς θύραις καὶ περιβλέψας εἰς ἅπαντας τοὺς παρόντας ἐν τῷ συνεδρίῳ: καλόν, ἔφησεν, ὦ Ῥωμαῖοι, δόγμα ἐξενηνόχατε καὶ μεγαλοπρεπές, οἱ τὴν ἡγεμονίαν ἀξιοῦντες ἔχειν τῶν πε
ριοίκων δι᾽ ἀρετήν, πόλιν οὔτε μικρὰν οὔτε ἄσημον ἀποτιθεμένην τὰ ὅπλα καὶ παραδιδοῦσαν ὑμῖν ἑαυτὴν οὐκ ἀξιοῦντες ὑπήκοον ἔχειν, ἀλλὰ πρόρριζον ἀνελεῖν βουλόμενοι, οὔτε τὸν ἐκ τοῦ θείου δείσαντες χόλον, [3] οὔτε τὴν παρ᾽ ἀνθρώπων ἐντραπέντες νέμεσιν. ἀνθ᾽ ὧν ὑμῖν δίκη τιμωρὸς ἥξει παρὰ θεῶν εἰς τὰ ὅμοια ζημιοῦσα: Οὐιεντανοὺς γὰρ ἀφελόμενοι τὴν πατρίδα μετ᾽ οὐ πολὺ τὴν ἑαυτῶν ἀποβαλεῖτε. Ambr. [4] μετὰ βραχὺ δὲ ἁλισκομένης τῆς πόλεως οἱ μὲν ὁμόσε τοῖς πολεμίοις χωροῦντες ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ πολλοὺς ἀποκτείναντες κατεκόπησαν, οἱ δ᾽ αὐτοχειρίᾳ σφάξαντες αὑτοὺς διεφθάρησαν: ὅσοις δὲ δι᾽ ἀνανδρίαν τε καὶ ταπεινότητα ψυχῆς πάντ᾽ ἐφαίνετο τοῦ τεθνάναι τὰ δεινὰ μετριώτερα, ῥίψαντες τὰ ὅπλα παρεδίδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς. Ambr.
ὁ δὲ δικτάτωρ Κάμιλλος, οὗ στρατηγίᾳ ἡ πόλις ἥλω, ἐπὶ μετεώρου τινὸς ἑστὼς ἅμα τοῖς ἐπιφανεστάτοις Ῥωμαίων, ὅθεν ἅπασα ἡ πόλις [p. 233] ἦν καταφανής, πρῶτον μὲν ἐμακάρισεν ἑαυτὸν τῆς παρούσης εὐτυχίας, ὅτι καθελεῖν αὐτῷ μεγάλην καὶ εὐδαίμονα πόλιν ἐξεγένετο δίχα πόνου, ἣ Τυρρηνίας μὲν ἀνθούσης τότε καὶ πλεῖστον τῶν κατοικούντων τὴν Ἰταλίαν ἐθνῶν δυναμένης οὐκ ἐλαχίστη μοῖρα ἦν, Ῥωμαίοις δὲ περὶ τῆς ἡγεμονίας διαφερομένη καὶ πολλοὺς ὑπομείνασα πολέμους ἄχρι δεκάτης γενεᾶς διετέλεσεν, ἐξ οὗ δ᾽ ἤρξατο πολεμεῖν καὶ πολιορκεῖσθαι συνεχῶς, δέκα διήνεγκε τὴν πολιορκίαν ἔτη πάσης πειραθεῖσα τύχης. [2] ἔπειτ᾽ ἐνθυμηθείς, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς ἡ τῶν ἀνθρώπων εὐδαιμονία, καὶ βέβαιον οὐδὲν διαμένει τῶν ἀγαθῶν, διατείνας εἰς οὐρανὸν τὰς χεῖρας εὔξατο τῷ τε Διὶ καὶ τοῖς ἄλλοις θεοῖς, μάλιστα μὲν ἀνεπίφθονον ἑαυτῷ τε καὶ τῇ πατρίδι γίνεσθαι τὴν παροῦσαν εὐδαιμονίαν: εἰ δέ τις ἔμελλε κοινῇ συμφορὰ τὴν Ῥωμαίων πόλιν ἢ τὸν αὐτοῦ βίον καταλαμβάνειν ἀντίπαλος τῶν παρόντων ἀγαθῶν, ἐλαχίστην γενέσθαι ταύτην καὶ μετριωτάτην. Ambr.
ἦν δὲ ἡ Οὐιεντανῶν πόλις οὐθὲν ὑποδεεστέρα τῆς Ῥώμης ἐνοικεῖσθαι γῆν τε πολλὴν καὶ πολύκαρπον ἔχουσα, τὴν μὲν ὀρεινήν, τὴν δὲ πεδιάδα, καὶ τὸν ὑπερκείμενον ἀέρα καθαρώτατον καὶ [p. 234] πρὸς ὑγιείαν ἀνθρώποις ἄριστον, οὔτε ἕλους πολησίον ὄντος, ὅθεν ἕλκονται βαρεῖς ἀτμοὶ καὶ δυσώδεις, οὔτε ποταμοῦ τινος ψυχρὰς ἕωθεν ἀνιέντος αὔρας, ὑδάτων τε οὐ σπανίων ὄντων οὐδ᾽ ἐπακτῶν, ἀλλ᾽ αὐθιγενῶν καὶ πλουσίων καὶ πίνεσθαι κρατίστων. Ambr.
Αἰνείαν λέγουσι τὸν ἐξ Ἀγχίσου καὶ Ἀφροδίτης, ὅτε κατέσχεν εἰς Ἰταλίαν, θῦσαι προαιρούμενον ὅτῳ δή τινι θεῶν, μετὰ τὴν εὐχὴν μέλλοντα τοῦ παρεσκευασμένου πρὸς τὴν θυσίαν ἱερείου κατάρχεσθαι, τῶν Ἀχαιῶν ἰδεῖν τινα πρόσωθεν ἐρχόμενον, εἴτε Ὀδυσσέα, ὅτε τῷ περὶ τὸν Ἄορνον μαντείῳ χρῆσθαι ἔμελλεν, εἴτε Διομήδην, ἡνίκα Δαύνῳ [2] σύμμαχος ἀφίκετο: ἀχθόμενον δὲ τῷ συγκυρήματι καὶ πολεμίαν ὄψιν ἐφ᾽ ἱεροῖς φανεῖσαν ὡς πονηρὸν οἰωνὸν ἀφοσιώσασθαι βουλόμενον, ἐγκαλύψασθαί τε καὶ στραφῆναι: μετὰ δὲ τὴν ἀπαλλαγὴν τοῦ πολεμίου χερνιψάμενον αὖθις ἐπιτελέσαι τὴν θυσίαν. [3] γενομένων δὲ τῶν ἱερῶν κρειττόνων ἡσθῆναί τε τῷ συγκυρήματι καὶ φυλάττειν ἐπὶ πάσης εὐχῆς τὸ αὐτὸ ἔθος, τούς τε ἀπ᾽ ἐκείνου γενομένους ὡς ἕν τι τῶν περὶ τὰς ἱερουργίας νομίμων καὶ τοῦτο διατηρεῖν. [4] ἑπόμενος δὴ τοῖς πατρικοῖς ὁ Κάμιλλος νόμοις, ἐπειδὴ τὴν εὐχὴν ἐποιήσατο καὶ κατὰ τῆς κεφαλῆς εἵλκυσε τὸ ἱμάτιον, ἐβούλετο μὲν στραφῆναι, τῆς δὲ βάσεως ὑπενεχθείσης οὐ δυνηθεὶς ἀναλαβεῖν αὑτὸν ὕπτιος ἐπὶ τὴν γῆν φέρεται. [5] τοῦτον τὸν οἰωνὸν οὔτε μαντείας [p. 235] οὔτ᾽ ἐνδοιασμοῦ δεόμενον, ἀλλὰ καὶ τῷ φαυλοτάτῳ ῥᾴδιον ὄντα συμβαλεῖν, ὅτι πεσεῖν αὐτῷ πᾶσα ἀνάγκη πτῶμα ἄσχημον, οὔτε φυλακῆς οὔτε ἀφοσιώσεως ἄξιον ὑπέλαβεν, ἀλλ᾽ ἐπὶ τὸ κεχαρισμένον ἑαυτῷ μετήνεγκεν, ὡς ὑπακηκοότων αὐτοῦ ταῖς εὐχαῖς τῶν θεῶν καὶ τὸ κακὸν ἐλάχιστον παρεσκευακότων γενέσθαι. Ambr.
EXCERPTS FROM BOOK XIII
Καμίλλου τὴν Φαλερίων πόλιν πολιορκοῦντος Φαλίσκων τις εἴτ᾽ ἀπεγνωκὼς τὴν πόλιν εἴτε κέρδη θηρώμενος ἴδια παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἴκων παρακρουσάμενος — ἦν δὲ διδάσκαλος γραμμάτων — ἐξήγαγεν ἐκ τῆς πόλεως, ὡς περιπατήσοντάς τε πρὸ τοῦ τείχους καὶ τὸ Ῥωμαικὸν στρατόπεδον θεασομένους. [2] ὑπαγόμενος δὲ κατὰ μικρὸν αὐτοὺς προσωτέρω τῆς πόλεως ἐπὶ φυλακτήριον Ῥωμαικὸν ἄγει καὶ τοῖς ἐκδραμοῦσι παραδίδωσιν, ὑφ᾽ ὧν ἀχθεὶς ἐπὶ τὸν Κάμιλλον ἔφη: βεβουλεῦσθαι μὲν ἔτι πάλαι τὴν πόλιν ὑπὸ Ῥωμαίων ποιῆσαι, οὐδενὸς δὲ κύριος ὢν οὔτε ἄκρας οὔτε πυλῶν οὔθ᾽ ὅπλων τοῦτον ἐξευρηκέναι τὸν τρόπον, ὑποχειρίους ποιῆσαι τοὺς υἱεῖς τῶν εὐγενεστάτων, ἄφυκτον ἀνάγκην ὑπολαβὼν τοὺς πατέρας αὐτῶν καταλήψεσθαι τῆς σωτηρίας τῶν τέκνων περιεχομένους τάχιον παραδοῦναι Ῥωμαίοις τὴν πόλιν. [3] ὁ μὲν δὴ [p. 237] ταῦτ᾽ ἔλεγε πολλὰς ἐλπίδας ἔχων θαυμαστούς τινας ἐξοίσεσθαι μισθοὺς τῆς προδοσίας. Ambr.
ὁ δὲ Κάμιλλος εἰς φυλακὴν παραδιδοὺς τὸν γραμματιστὴν καὶ τοὺς παῖδας ἐπιστέλλει τῇ βουλῇ διὰ γραμμάτων τὰ γενόμενα καὶ τί χρὴ ποιεῖν ἤ�
�ετο. [2] ἐπιτρέψαντος δ᾽ αὐτῷ τοῦ συνεδρίου πράττειν, ὅ τι ἂν αὐτῷ φαίνηται κράτιστον, προαγαγὼν ἐκ τοῦ στρατοπέδου τὸν γραμματιστὴν ἅμα τοῖς παισὶ καὶ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν τὸ στρατηγικὸν βῆμα προστάξας τεθῆναι, πολλοῦ συνδραμόντος ὄχλου, τοῦ μὲν ἐπὶ τὰ τείχη, τοῦ δ᾽ ἐπὶ τὰς πύλας, πρῶτον μὲν ἐδήλωσε τοῖς Φαλίσκοις, οἷα ὁ γραμματιστὴς εἰς αὐτοὺς ἐτόλμησε παρανομεῖν: ἔπειτα περικαταρρῆξαι τὴν ἐσθῆτα τοῦ ἀνδρὸς ἐκέλευσε τοῖς ὑπηρέταις καὶ [3] ξαίνειν τὸ σῶμα μάστιξι πάνυ πολλαῖς. ὡς δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, ῥάβδους τοῖς παισὶν ἀναδοὺς ἀπάγειν αὐτὸν ἐκέλευσεν εἰς τὴν πόλιν δεδεμένον τὼ χεῖρε ὀπίσω παίοντάς τε καὶ πάντα τρόπον αἰκιζομένους. κομισάμενοι δὲ τοὺς παῖδας οἱ Φαλίσκοι καὶ τὸν γραμματιστὴν ἀξίως τῆς κακῆς διανοίας τιμωρησάμενοι παρέδοσαν τῷ Καμίλλῳ τὴν πόλιν. Ambr.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 322