Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 333
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 333

by Dionysius of Halicarnassus


  ὅτι ἀμηχανοῦντα τὸν Πύρρον καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες αὐτὸν οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρχος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς. [2] ἦν γὰρ ἱερὸν ἐν τῇ πόλει ταύτῃ ἅγιον καὶ πολὺν χρυσὸν ἐκ παντὸς τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον, ἐν ᾧ χρυσός τις ἄβυσσος, ἀόρατος τοῖς πολλοῖς κατὰ γῆς κείμενος. ὑπὸ τούτων ἐξαπατηθεὶς τῶν κολάκων καὶ διὰ τὴν ἀνάγκην κρείττονα παντός, τοῖς εἰσηγησαμένοις τὴν γνώμην ἀνδράσι διακόνοις τῆς ἱεροσυλίας ἐχρήσατο, καὶ τὸν ἐξελαθέντα χρυσὸν ἐκ τοῦ ἱεροῦ ναυσὶν ἐνθέμενος μετὰ τῶν ἄλλων χρημάτων ἀπέστειλεν εἰς Τάραντα πολλῆς μεστὸς εὐθυμίας γενόμενος. Vales. ετ συιδας ς. ϝ. Πύρρος. [p. 330] ἡ δὲ δικαία πρόνοια τὴν αὑτῆς δύναμιν ἀπεδείξατο. ὡς γὰρ ἀνήχθησαν αἱ νῆες ἀπὸ τοῦ λιμένος, τὴν μὲν ἀπόγειον αὖραν λαβοῦσαι προέκοψαν: ἄνεμος δ᾽ ἐναντίος γενόμενος καὶ δι᾽ ὅλης νυκτὸς κατασχὼν ἃς μὲν κατέκλυσεν, ἃς δ᾽ εἰς τὸν τῆς Σικελίας πορθμὸν ἐξέβαλεν, ἐν αἷς δὲ παρεκομίζετο τὰ ἀναθήματα καὶ ὁ προσενεχθεὶς ἐκ τῶν ἀναθημάτων χρυσὸς ἐπὶ τοὺς Λοκροὺς ἐξώκειλεν αἰγιαλούς: καὶ τοὺς μὲν πλέοντας ἐν αὐταῖς ἐν τῇ παλιρροίᾳ τῶν κυμάτων κατακλυζομένους διέφθειρε, τὰ δ᾽ ἱερὰ χρήματα διασπασθεισῶν τῶν νεῶν ἐπὶ τὰς ἔγγιστα τῶν Λοκρῶν θῖνας ἐξέβρασεν. [3] ὁ δὲ βασιλεὺς καταπλαγεὶς ἅπαντα τὸν κόσμον καὶ τοὺς θησαυροὺς ἀπέδωκε τῇ θεῷ ὡς παραιτησόμενος αὐτῆς διὰ τοῦτο τὸν χόλον: νήπιος, οὐδὲ τὸ ᾔδει, ὃ οὐ πείσεσθαι ἔμελλεν. οὐ γάρ τ᾽ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων, [4] ὡς Ὁμήρῳ εἴρηται. ἀλλ᾽ ἐπειδὴ τῶν ἱερῶν ἐτόλμησεν ἅψασθαι χρημάτων καὶ πόρον ὑποθέσθαι πολέμων, ἀνόνητον ἐποίησε τὴν ἔννοιαν αὐτοῦ τὸ δαιμόνιον, ἵνα παράδειγμα καὶ παίδευμα πᾶσιν ἀνθρώποις γένοιτο τοῖς μεθ᾽ ἑαυτόν. Vales.

  διὰ τοῦτο καὶ ὑπὸ Ῥωμαίων ἡττήθη ὁ Πύρρος κατὰ κράτος: οὐ γὰρ στρατιά τις φαύλη καὶ ἀνάσκητος ἦν αὐτῷ, ἀλλ᾽ ἡ κρατίστη τῶν τότε οὐσῶν ἐν Ἕλλησι καὶ πλείστους ἀγωνισαμένη πολέμους: οὐδὲ [p. 331] πλῆθος ἀνδρῶν τῶν τότε παραταξαμένων ὀλίγον, ἀλλ᾽ ὅσον καὶ τριπλάσιον εἶναι, οὐδὲ στρατηγὸς τῶν ἐπιτυχόντων τις, ἀλλ᾽ ὃν ἅπαντες ὁμολογοῦσι μέγιστον γενέσθαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμασάντων στρατηγῶν, [2] οὐδὲ τόπου φύσις ἄνισος οὔτ᾽ ἐπικουρίας τοῖς ἑτέροις ἄφιξις αἰφνίδιος οὔτ᾽ ἄλλη τις συμφορὰ καὶ πρόφασις ἀπροσδόκητος ἐπιπεσοῦσα συνέτριψε τὰ Πύρρου πράγματα, ἀλλ᾽ ὁ τῆς ἀσεβηθείσης θεᾶς χολός, ὃν οὐδ᾽ αὐτὸς ἠγνόει Πύρρος, ὡς Πρόξενος ὁ συγγραφεὺς ἱστορεῖ καὶ αὐτὸς ὁ Πύρρος ἐν τοῖς ἰδίοις ὑπομνήμασι γράφει. Vales.

  ἔμελλον ὅπερ εἰκὸς οἱ ὁπλῖται κράνεσι καὶ θώραξι καὶ θυρεοῖς βαρεῖς πρὸς ὀχθηρὰ χωρία καὶ μακρὰς ἀτραποὺς πορευόμενοι καὶ οὐδὲ ταύτας λεωφόρους, ἀλλ᾽ αἰγότριβας δι᾽ ὕλης τε καὶ κρημνῶν τάξιν τε οὐδεμίαν φυλάξειν, καὶ πρὶν ἐπιφανῆναί σφισι τοὺς πολεμίους ἐξασθενήσειν τὰ σώματα δίψει καὶ κόπῳ. [2] τοὺς τοῖς ἱππικοῖς δόρασιν ἐκ διαλαβῆς ἀμφοτέραις ταῖς χερσὶ κρατουμένοις μαχομένους συστάδην καὶ τὰ πολλὰ κατορθοῦντας ἐν ταῖς μάχαις Πρίγκιπας Ῥωμαῖοι καλοῦσιν. Ambr.

  ἐν τῇ νυκτί, ἐν ᾗ τὴν στρατιὰν ἀπάξειν ὁ Πύρρος ἔμελλεν ἐπὶ τὸ ὄρος τῷ Ῥωμαίων ἐπιθησόμενος χάρακι λάθρα, ἔδοξε κατὰ τοὺς ὕπνους [p. 332] ἐκπεσεῖν αὐτοῦ τοὺς πλείους ὀδόντας καὶ πλῆθος αἵματος ἐκ τοῦ στόματος φέρεσθαι. [2] ταραχθεὶς δὲ διὰ τὴν ὄψιν καὶ μεγάλην ἔσεσθαι συμφορὰν μαντευόμενος — ἤδη γὰρ αὐτῷ καὶ πρότερον τοιαύτην ὄψιν ἐνυπνίου θεασαμένῳ δεινή τις συνέβη δυσποτμία — ἐβούλετο μὲν ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην, οὐκ ἴσχυσε δὲ νικῆσαι τὴν πεπρωμένην ἐναντιουμένων τῶν φίλων πρὸς τὴν ἀναβολὴν καὶ μὴ μεθεῖναι τὸν καιρὸν ἐκ τῶν χειρῶν ἀξιούντων. Vales. Ambr. [3] ἀναβάντων δὲ τῶν σὺν τῷ Πύρρῳ μετὰ τῶν ἐλεφάντων αἴσθησιν οἱ Ῥωμαῖοι λαβόντες σκυμνίον ἐλέφαντος τιτρώσκουσιν, ὃ πολλὴν ἀκοσμίαν τοῖς Ἕλλησιν ἐνεποίησε καὶ φυγήν: οἱ δὲ Ῥωμαῖοι δύο μὲν ἐλεφάντας ἀποκτείνουσιν, ὀκτὼ δὲ κατακλείσαντες εἰς χωρίον ἀνέξοδον παραδόντων τῶν ἐπ᾽ αὐτοῖς Ἰνδῶν ζῶντας παραλαμβάνουσι, τῶν δὲ στρατιωτῶν πολὺν φόνον ἐργάζονται. Ambr.

  ὁ ὕπατος Φαβρίκιος τιμητὴς γενόμενος ἄνδρα δυσὶ μὲν ὑπατείαις, μιᾷ δὲ δικτατωρείᾳ κεκοσμημένον, Πόπλιον Κορνήλιον Ῥουφῖνον, ἐξέβαλεν ἐκ τοῦ συνεδρίου τῆς βουλῆς, ὅτι πρῶτος ἐν ἀργυρῶν ἐκπωμάτων κατασκευῇ πολυτελὴς ἔδοξε γενέσθαι, δέκα λίτρας ἐκπωμάτων κτησάμενος: αὗται δ᾽ εἰσὶν. ὀλίγῳ πλείους ὀκτὼ μνῶν Ἀττικῶν. Ambr. [2] Ἀθηναῖοι μὲν δόξης ἔτυχον, ὅτι τοὺς ῥᾳθύμους καὶ ἀργοὺς καὶ μηδὲν ἐπιτηδεύοντας τῶν χρησίμων ὡς ἀδικοῦντας τὸ κοινὸν ἐζημίουν, Λακεδαιμόνιοι δέ, ὅτι τοῖς πρεσβυτάτοις ἐπέτρεπον τοὺς ἀκοσμοῦντας [p. 333] τῶν πολιτῶν ἐν ὁτῳδήτινι τῶν δημοσίων τόπῳ ταῖς βακτηρίαις παίειν: τῶν δὲ κατ᾽ οἰκίαν γενομένων οὔτε πρόνοιαν οὔτε φυλακὴν ἐποιοῦντο, τὴν αὔλειον θύραν ἑκάσ
του ὅρον εἶναι τῆς ἐλευθερίας τοῦ βίου νομίζοντες. [3] Ῥωμαῖοι δὲ πᾶσαν ἀναπετάσαντες οἰκίαν καὶ μέχρι τοῦ δωματίου τὴν ἀρχὴν τῶν τιμητῶν προαγαγόντες ἁπάντων ἐποίησαν ἐπίσκοπον καὶ φύλακα τῶν ἐν αὐταῖς γινομένων, οὔτε δεσπότην οἰόμενοι δεῖν ὠμὸν εἶναι περὶ τὰς τιμωρίας οἰκετῶν οὔτε πατέρα πικρὸν ἢ μαλθακὸν πέρα τοῦ μετρίου περὶ τέκνων ἀγωγὰς οὔτε ἄνδρα περὶ κοινωνίαν γαμετῆς γυναικὸς ἄδικον οὔτε παῖδας γηραιῶν ἀπειθεῖς πατέρων οὔτε ἀδελφοὺς γνησίους τὸ πλεῖον ἀντὶ τοῦ ἴσου διώκοντας, οὐ συμπόσια καὶ μέθας παννυχίους, οὐκ ἀσελγείας καὶ φθορὰς ἡλικιωτῶν νέων, οὐχ ἱερῶν ἢ ταφῶν προγονικὰς τιμὰς ἐκλιπούσας, οὐκ ἄλλο τῶν παρὰ τὸ καθῆκον ἢ συμφέρον τῇ πόλει πραττομένων οὐδέν. ἐληίζοντο τὰς κτήσεις τῶν πολιτῶν κατὰ τὴν τοῦ βασιλίζειν αἰτίαν. Ambr.

  Νεμέριος Φάβιος Πίκτωρ καὶ Κόιντος Φάβιος Μάξιμος καὶ Κόιντος Ὀγούλνιος πρὸς τὸν Φιλάδελφον Πτολεμαῖον πρεσβεύσαντες περὶ πρεσβείας [p. 334] καὶ δωρεαῖς ἰδίαις τιμηθέντες ὐπ᾽ αὐτοῦ: ἦρχε δὲ τῆς Αἰγύπτου δεύτερος μετὰ τὸν Μακεδόνα Ἀλέξανδρον: [2] ἐπειδὴ κατέπλευσαν εἰς τὴν πόλιν, τά τε ἄλλα ἀπήγγειλαν, ὅσα διεπράξαντο κατὰ τὴν ἀποδημίαν, καὶ τὰς δωρεάς, ἃς παρὰ τοῦ βασιλέως ἔλαβον, εἰς τὸ δημόσιον ἀνήνεγκαν: οὓς ἡ βουλὴ πάντων ἀγασθεῖσα τῶν ἔργων οὐκ εἴασε δημοσιῶσαι τὰς βασιλικὰς χάριτας, ἀλλ᾽ εἰς τοὺς ἑαυτῶν οἴκους ἀπενέγκασθαι τιμὰς ἀρετῆς καὶ κόσμους ἐκγόνοις. Ambr.

  οἱ Βρέττιοι ἑκόντες ὑποταγέντες Ῥωμαίοις τὴν ἡμίσειαν τῆς ὀρεινῆς παρέδωκαν αὐτοῖς, ἣ καλεῖται μὲν Σίλα, μεστὴ δ᾽ ἐστὶν ὕλης εἰς οἰκοδομάς τε καὶ ναυπηγίας καὶ πᾶσαν ἄλλην κατασκευὴν εὐθέτου: πολλὴ μὲν γὰρ ἐλάτη πέφυκεν οὐρανομήκης ἐν αὐτῇ, πολλὴ δὲ αἴγειρος, πολλὴ δὲ πίειρα πεύκη ὀξύη τε καὶ πίτυς καὶ φηγὸς ἀμφιλαφὴς καὶ μελίαι ταῖς διαρρεούσαις λιβάσι πιαινόμεναι, καὶ πᾶσα ἄλλη βαθεῖα συνυφαινομένη τοῖς κλάδοις ὕλη σκιερὸν ἀποτελοῦσα δἰ ὅλης ἡμέρας τὸ ὄρος. [2] ἐξ ἧς ἡ μὲν ἔγγιστα θαλάττης καὶ ποταμῶν φυομένη τμηθεῖσα τὴν ἀπὸ ῥίζης τομὴν ὁλόκληρος ἐπὶ τοὺς λιμένας τοὺς ἔγγιστα κατάγεται, πάσῃ διαρκὴς Ἰταλίᾳ πρός τε τὰ ναυτικὰ καὶ πρὸς τὰς τῶν οἰκιῶν κατασκευάς: ἡ δὲ ἄνω θαλάττης καὶ ποταμῶν πρόσω κορμασθεῖσα κατὰ μέρη κώπας τε παρέχει καὶ κοντοὺς καὶ ὅπλα παντοῖα καὶ σκεύη τὰ κατοικίδια, φοράδην [p. 335] ὑπ᾽ ἀνθρώπων κομιζομένη: ἡ δὲ πλείστη καὶ πιοτάτη πιττουργεῖται καὶ παρέχει πασῶν ὧν ἴσμεν ἡμεῖς εὐωδεστάτην τε καὶ γλυκυτάτην τὴν καλουμένην Βρεττίαν πίτταν: ἀφ᾽ ἧς μεγάλας ὁ τῶν Ῥωμαίων δῆμος καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐκ τῶν μισθώσεων λαμβάνει προσόδους. Ambr.

  ἐγένετο δευτέρα ἐπανάστασις ἐν τῇ πόλει τῶν Ῥηγίνων ὑπὸ τῆς καταλειφθείσης αὐτόθι Ῥωμαικῆς καὶ συμμαχικῆς φρουρᾶς, καὶ δι᾽ αὐτὴν σφαγαί τε πολλῶν ἀνθρώπων καὶ φυγαί. τούτους τιμωρησόμενος τοὺς ἀποστάντας ἅτερος τῶν ὑπάτων Γάιος Γενύκιος ἐξήγαγε τὴν στρατιάν: γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς Ῥηγίνων μὲν τοῖς φυγάσι ἀπέδωκε τὰ ἑαυτῶν ἔχειν, τοὺς δὲ ἐπιθεμένους τῇ πόλει συλλαβὼν δεσμίους εἰς Ῥώμην ἀπήγαγεν: ἐφ᾽ οἷς οὕτως ὠργίσθη καὶ ἠγανάκτησεν ἥ τε βουλὴ καὶ ὁ δῆμος, ὥστε μηδεμίαν γνώμην ἐπιεικῆ γενέσθαι περὶ αὐτῶν, ἀλλὰ πάσαις ταῖς φυλαῖς ἁπάντων τῶν ἐν ταῖς αἰτίαις τὸν ἐπὶ τοῖς κακουργοῖς τεταγμένον ὑπὸ τῶν νόμων καταψηφισθῆναι θάνατον. [2] κυρωθέντος δὲ τοῦ περὶ τῆς τιμωρίας δόγματος πάτταλοί τε κατεπάγησαν ἐν τῇ ἀγορᾷ, καὶ παραγόμενοι κατὰ τριακοσίους ἄνδρας, περιηγμένοι τοὺς ἀγκῶνας ὀπίσω προσεδοῦντο τοῖς παττάλοις γυμνοί: ἔπειτα μάστιξιν αἰκισθέντες ἁπάντων ὁρώντων ἀπεκόπτοντο τῷ πελέκει τοὺς ὑπὸ [p. 336] ταῖς κεφαλαῖς νωτιαίους τένοντας: καὶ μετὰ τούτους ἕτεροι τριακόσιοι, καὶ αὖθις ἄλλοι τοσοῦτοι διεφθάρησαν, οἱ σύμπαντες τετρακισχίλιοι καὶ πεντακόσιοι. καὶ οὐδὲ ταφῆς ἔτυχον, ἀλλ᾽ ἑλκυσθέντες ἐκ τῆς ἀγορᾶς εἰς ἀναπεπταμένον τι πρὸ τῆς πόλεως χωρίον ὑπὸ οἰωνῶν καὶ κυνῶν διεφορήθησαν. Ambr.

  τὸ ἄπορον πλῆθος, ᾧ καλῶν καὶ δικαίων φροντὶς ἦν οὐδεμία, παρακρουσθὲν ὑπὸ Σαυνίτου τινὸς εἰς τὸ αὐτὸ συνέρχεται. καὶ τὸ μὲν πρῶτον ἐπὶ τοῖς ὄρεσιν ἄγραυλον καὶ κακόπαθον τὸν βίον εἶχεν, ἐπεὶ δὲ πλεῖον ἤδη καὶ ἀξιόμαχον ἐδόκει γεγονέναι, πόλιν ἐχυρὰν καταλαμβάνεται, ὅθεν ὁρμώμενον ἐληίζετο πᾶσαν τὴν κύκλῳ χώραν. [2] ἐπὶ τούτους ἐξήγαγον στρατιὰν οἱ ὕπατοι καὶ οὐ πολλῇ σὺν πραγματείᾳ τὴν πόλιν αἱρησάμενοι τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως αἰκισάμενοι ῥάβδοις ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἐλαφυροπώλησαν. ἔτυχε τῷ πρότερον ἐνιαυτῷ πεπραμένη μετὰ τῶν ἄλλων δορίκτήτων ἡ γῆ, καὶ τὸ πεσὸν ἀπὸ τῆς τιμῆς ἀργύριον διῃρημένον τοῖς πολίταις. αμβρ.

 

‹ Prev