Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 341
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 341

by Dionysius of Halicarnassus


     ἀτὰρ πεπνυμένα βάζεις

     Ἀργείων βασιλῆας ....

     ἀλλ’ ἄγ’ ἐγών, ὡς σεῖο γεραίτερος εὔχομαι εἶναι,

     ἐξείπω καὶ πάντα διίξομαι.

  τήρει καὶ τὰ ὀνόματα· τὸ γὰρ ‘ἐξείπω’ ὥσπερ ἀπορρήτου λόγου ἐξαγόρευσιν ἔχει.

        οὐδέ κέ τίς μοι

     μῦθον ἀτιμήσει, οὐδὲ κρείων Ἀγαμέμνων.

  εἶτα πάλιν ἐπάγει τὸ σχῆμα ὡς διὰ κοινοῦ δόγματος καθαπτόμενος τοῦ Ἀγαμέμνονος·

     ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος,

     ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.

  εἶτα δείξας τῷ Ἀγαμέμνονι τὴν ὁρμὴν τοῦ λόγου τὸ μὲν ἀποκαλύπτειν τὸν λόγον καὶ σαφῶς ἐλέγχειν αὐτὸν παρίησιν, ἀποπέμπεται δὲ τοὺς νεωτέρους, ὡς ἂν μὴ αἰσχύνοιτο ὁ Ἀγαμέμνων ἐκείνων ἀκουόντων ἐλεγχόμενος·

     ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,

     δόρπα τ’ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι

     λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.

  εἶτα ἀποπέμψας τοὺς νέους ἰδίαν σύνοδον πρὸς τὴν παρρησίαν αὑτῷ μηχανᾶται ἐπιφέρων·

     κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα,

     Ἀτρείδη, σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτερός ἐσσι·

     δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές ....

     πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην

     βουλὴν βουλεύσῃ.

  εἶτα ἀναβαλλόμενος, ὡς εἰς τοῦτο ἐρῶν πάλιν ὑπαινίττεται καὶ τὰς ἀνάγκας τοῦ ἱκετεῦσαι δεῖν τὸν Ἀχιλλέα ἐπάγει βιαίως πρὸς τὸν Ἀγαμέμνονα λέγων·

     μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς

     ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήιοι ἐγγύθι νηῶν

     καίουσιν πυρὰ πολλά. τίς ἂν τάδε γηθήσειε;

  καὶ ἐπάγει τὴν ἀνάγκην τῆς ἱκετείας, ὡς οὐ δι’ ἀναβολῆς δέον αὐτὴν ἀλλ’ ἤδη γενέσθαι·

     νὺξ δ’ ‹ἥδ’› ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. ταῦτα εἰπὼν ἐν κοινῷ, ἐπειδὴ καθ’ αὑτοὺς οἱ γέροντες γίνονται, ὥσπερ ἀποδείξας καὶ οὐ δεόμενος μακρῶν λόγων ἀποκαλύπτει τὸ σχῆμα φανερῶς λέγων·

     οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει,

     οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν

     ἐξέτι τοῦ, ὅτε διογενεῦς Βρισηίδα κούρην

     χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας,

     οὔ τι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε

     πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ

     εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,

     ἠτίμησας· ἑλὼν γὰρ ἔχεις γέρας.

  εἶτα ἐπάγει·

  ἀλλ’ ἔτι καὶ νῦν

     φρασσώμεσθ’, ὡς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν

     δώροισίν τ’ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισιν.

  καὶ πείθεται τούτοις ὁ Ἀγαμέμνων. οὗτός σοι ὁ τρόπος τοῦ καὶ ὡς ἀναβαλλόμενον ἐρεῖν ἤδη λέγειν τὸν ἐσχηματισμένον λόγον.

  [15] Ἐπανέλθωμεν δὲ ἐπὶ τὸν ὑπόλοιπον λόγον τὸν περὶ τῶν τὰ ἐναντία λεγόντων καὶ τὰ ἐναντία βουλομένων οἷς λέγουσιν. τούτου τοίνυν τοῦ λόγου παράδειγμα ὁ τοῦ Ὁμήρου ἐστὶν Ἀγαμέμνων, ἐν τῇ ἀποπείρᾳ τῶν Ἑλλήνων τὸ εἶδος τῶν λόγων ἡμῖν παραδιδούς. καὶ πρῶτον μὲν προτείνας τὴν ὑπόθεσιν

     ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·

     πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,

     καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω·

     ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν ἐπάγει τὴν τέχνην ἐν τῇ δημηγορίᾳ ἀσθενεῖς προτάσεις προτείνων καὶ λαβὰς ἀντιλογίας διδοὺς τῷ βουλομένῳ ἐναντιοῦσθαι καὶ στρεφόμενα λέγων. ἴδωμεν δὲ αὐτὰ τὰ ἔπη·

     Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,

     σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν

     Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι.

  ἔχοι τις ἂν ἀντειπεῖν πρὸς τὸν Ἀγαμέμνονα· εἰ τοίνυν ὑπέσχετο καὶ κατένευσεν, ὅ πέρ ἐστιν μέγιστον σημεῖον τοῦ ἀψευδεῖν τὸν Δία, ὡς αὐτὸς ὁ Ζεὺς ὁ Ὁμήρου λέγει·

     εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς·

     τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον

     τέκμωρ. οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν

     οὐδ’ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω·

  εἰ τοίνυν ὁ Ζεὺς ὑπέσχετό σοι καὶ κατένευσεν, πῶς ἀξιοῖς ἀποπλεῖν; εἶτα πάλιν ἐπάγει

     νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

     δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν,

  πάλιν ἀντιλαβὴν διδοὺς ἐν τῷ ‘δυσκλέα’· δικαίως γὰρ ἄν τις ἀντείποι πρὸς αὐτόν, ὅτι οὐ χρὴ αἰσχρῶς ἀπαλλάττεσθαι. εἶτα ἑξῆς λέγει

     οὕτω που Διὶ μέλλει ὑπερμενέι φίλον εἶναι· ‹τήρει› τὴν φωνὴν αὐτήν, ὅτι στοχασμὸν ἔχει, οὐκ ἀπόφασιν σαφῆ. εἶτα ἐφεξῆς

     ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα

    
ἠδ’ ἔτι καὶ λύσει·

  πάλιν εἴποι τις ἂν πρὸς αὐτόν· εἰ τοίνυν κατέλυσε πόλεις ‹πολλὰς› καὶ καταλύσει, πιστευτέον τῷ Διὶ καὶ μενετέον. τὸ δὲ ἐφεξῆς θαυμασίως στρεφόμενόν ἐστιν, ᾧ χρῆται καὶ ὁ ἀντιλέγων,

     αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,

     μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν

     ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.

  αὐτὸ γὰρ τοῦτο τὸ αἰσχρὸν ὁ μένειν ἀξιῶν προτείνει, καὶ ταῦτα αὐτὰ Ὀδυσσεὺς λέγει. τὸ δὲ τέλος τῶν λόγων ἰσχυρῶς ἐναντία βουλομένου ἐστὶν οἷς λέγει

     ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες,

     φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.

  τὸ γὰρ αἰσχρὸν τοῦ ὀνόματος κατέχει μᾶλλον ἢ ἀποπέμπει τοὺς Ἕλληνας. τούτῳ γέ τοι τῷ ὀνόματι καὶ ἡ Ἥρα πρὸς τὴν Ἀθηνᾶν χρῆται, τούτῳ ἡ Ἀθηνᾶ πρὸς τὸν Ὀδυσσέα, τούτῳ Ὀδυσσεὺς πρὸς τὸ πλῆθος, καὶ ὁ Ἀγαμέμνων δὲ πρὸς τὸν Ἀχιλλέα τούτῳ κέχρηται, καὶ ὅλως Ὅμηρος πανταχοῦ τὸ τῆς φυγῆς ὄνομα ἐπ’ αἰσχροῦ καὶ δειλίας τάττει. οὕτω μὲν δὴ καὶ ἐνδόσιμα καὶ εὐδιάλυτα προτείνει, καὶ στρεφόμενα καὶ ἐναντία λέγει.

  [16] Λοιπὸς δὲ ἡμῖν ἐστι λόγος, τοῦ λανθάνειν ἡ τέχνη. τίς οὖν ἡ τέχνη; ἡ τοῦ πάθους προσθήκη. ὡς γὰρ σχετλιάζων τοὺς λόγους ποιεῖται, καὶ ἤρξατο ἀπὸ τοῦ μέμφεσθαι τὸν Δία καὶ βλασφημεῖν εἰς τὸν θεόν· οὕτως ἔκλεψεν τὸν ἀκροατήν. οἱ γὰρ ἀκούοντες οἴονται αὐτὸν ὑπὸ ἀκρασίας οὐκ ἀκριβεῖ λόγῳ χρώμενον ἀλλὰ πάθει ταῦτα διεξιέναι. αὕτη καὶ τοῦ σχηματίζοντα τὸν σχηματισμὸν τοῦτον λαθεῖν ἡ μέθοδος.

     Ἔχεις οὖν συμπλοκὴν πίστεων, ἥ περ μεγίστη σχημάτων μέθοδος· ἅ περ ἂν εἶπες εἰς ἁπλῆν ὑπόθεσιν, τὰ αὐτὰ λέγοντα ἐπὶ τῶν πλαγίων λόγων τὸ σχῆμα περαίνειν· συγκατασκευάζοντα τὸν οἰκεῖον ἀγῶνα τῷ κοινῷ, ὡς ἔμαθες παρὰ Δημοσθένους, παρὰ Θουκυδίδου, παρὰ Πλάτωνος· εὐδιάλυτα λέγειν· στρεφομένοις χρῆσθαι λόγοις ἐν προσποιήσει πάθους. καὶ ὅλως εἰδέναι χρή, ὅτι τὰ σχήματα οὐχὶ προσκρούματά ἐστιν ‹ἐν› ὀνομάτων ἀμφιβολίαις λεγόμενα, ἀλλὰ ἀγῶνες ὅλοι τέχνῃ τῆς συμπλοκῆς διοικούμενοι. ἡ μὲν γὰρ διαίρεσις ἁπλῆ τῶν σχημάτων, ἡ δὲ κατασκευὴ τῶν κεφαλαίων ἑκάστων ὡς δι’ ἁπλῶν πορευομένοις τοὺς πλαγίους περαίνει λόγους.

  [9]

  Περὶ ἐσχηματισμένων β

  [1] Τολμῶσί τινες λέγειν, ὅτι οὐκ ἔστιν ἐσχηματισμένη ἰδέα λόγων. δεῖ γὰρ ἁπλῶς λέγειν ἢ μὴ λέγειν. καὶ γὰρ οὐδὲν πλέον τὸ καθ’ ὑπόνοιαν λέγειν. εἰ γὰρ συνίησιν ὁ ἀκούων, ἐξ ἴσου καθέστηκεν τῷ φανερῶς ἀκούοντι· εἰ μὴ συνίησι, πλέον οὐδὲν τῷ λέγοντι. ἡμεῖς δὲ φαμέν, ὅτι τοσοῦτον ἀπέχει ὀρθῶς λέγειν ὁ λέγων μὴ εἶναι ἐσχηματισμένους λόγους, ὥστε τοὐναντίον οὐδεὶς λόγος ἀσχημάτιστος οὐδὲ ἁπλοῦς λόγος οὐδείς. καὶ δὴ ἀπὸ τῶν συντρόφων καὶ συνήθων ἀρχώμεθα. τὸ προσαγορεύειν ἄνευ σχήματος οὐ γίνεται· ὃ μὲν φιλοφρόνως προσαγορεύει, ὃ δὲ αἰδημόνως, ὃ δὲ σκώπτων, ὃ δὲ ἱλαρῶς, ὃ δὲ ὡς θαυμάζων. αἱ κλήσεις εἰς ἴδια δεῖπνα σχηματισμοῦ δέονται· οὐ γὰρ πάντας ὁμοίως τις καλεῖ, ἀλλὰ ἑκάστῳ τὴν πρέπουσαν κλῆσιν προστίθησιν. αἱ τῶν δανεισμάτων ἀπαιτήσεις οὐ πρὸς πάντας ὅμοιαι, ἀλλ’ εὐπρεπείας δέονται καὶ διοικήσεως· καὶ αἳ μέν εἰσι θρασύτεραι, αἳ δὲ μετριώτεραι, αἳ δὲ ἄλλης προφάσεως δέονται. ἵνα βραχέως εἴπω, ὅλον τὸ τῆς εἰρωνείας σχῆμα ἐσχηματισμένου λόγου σημεῖόν ἐστι.

  [2] Δείξομεν δὲ καὶ ἀγῶνας ὅλους ἐσχηματισμένους καὶ λόγους δημηγορικοὺς [ἐσχηματισμένους] καὶ πανηγυρικῆς ἰδέας, καὶ ἀποφανοῦμεν τῶν σχημάτων τὰ εἴδη. ἔστιν δὲ ταῦτα· ἤτοι λέγει μὲν ‹ἃ› βούλεται, εὐπρεπῶς δὲ λέγει· ἢ ἕτερα προτείνων ἕτερα διοικεῖται· ἢ τὰ ἐναντία προτείνων τὰ ἐναντία διοικεῖται. ‹ποῦ› τούτων τὰ παραδείγματα καὶ ἡ διδασκαλία; Ὅμηρος πάντα παραδίδωσι.

  [3]  Τὸ λέγοντα ζητεῖν εὐπρεπῶς λέγειν δείκνυσιν ἐπὶ τῆς Ἴριδος καὶ τοῦ Ποσειδῶνος ἀγανακτοῦντος πρὸς τὸν Δία· παραινεῖ αὐτῷ ἡ Ἶρις εὐπρεπέστερον λέγειν, ἵν’ ἀκινδυνότερος ὁ λόγος ᾖ· καὶ ταυτὶ παραινοῦσα ἐν τῇ παρρησίᾳ τῆς παραινέσεως τὸ εὐπρεπὲς διοικεῖ· ὥστε καὶ τὸ παράγγελμά ἐστι καὶ ἡ τέχνη παραδιδομένη·

     Οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα,

     τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,

     ἤ τι μεταστρέψεις;

  ταῦτα μὲν παραινεῖ τὸ εὐπρεπὲς διδάσκουσα. ποιεῖ δὲ αὐτὴ αὐτὸ πῶς; μετὰ γὰρ ἐπαίνων θεραπεύει αὐτόν, ἵνα ἀνάσχηται τῆς παρρησίας, καὶ τὴν ἀπειλὴν αὐτῷ ἐπάγει ὀνόματι ἑνὶ λέγουσα ‘Διὶ μῦθον’.

  [4] Ὁ δὲ ἕτερα λέγων καὶ ἕτερα διοικούμενος λόγος ἐστὶ τῆς Θέτιδος πρὸς τὸν Ἀχιλλέα, ἄλογος εἶναι δοκῶν, ἂν μή τις τὸ σχῆμα γνῷ. παραμυθουμένη γὰρ τὸν υἱὸν ἐπὶ τῷ Πατρόκλου θανάτῳ λέγει

     ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι

     μίσγεσθαι.

  τίς ἂν εἴη ταύτης τῆς παραινέσεως ἀπρεπεστέρα παρὰ μητρ�
��ς; ἀλλὰ ὡς μητρικῶς παραμυθουμένη ὑπαινίττεται πρὸς τὸν Ἀχιλλέα, ὅτι οὐ χρὴ αὐτὸν τρυφᾶν, ἀλλὰ μεμνῆσθαι καὶ τῆς προτέρας χάριτος τῆς περὶ τὴν Βρισηίδα, ὅτι ἐπήμυνεν αὐτῷ ὁ Ζεύς, καὶ ἵνα ἀπολάβῃ, δεινὰ πεπόνθασιν οἱ Ἀχαιοί. ἵν’ οὖν μὴ ὀνειδίζοι τοῦτο, ὡς λύπης παραμυθίαν προτείνουσα τὸ καὶ συναναπαύσασθαι τῇ γυναικὶ τὴν ἀνάμνησιν ἐποιήσατο. σαφέστερον δὲ τὸ εἶδος τοῦτο δηλοῖ ὁ Διομήδους λόγος πρὸς Ἀγαμέμνονα, ὅτε Ἀγαμέμνων ἀπόπειραν ποιεῖται τῶν Ἑλλήνων τῶν ἀριστέων, τὸ δεύτερον κελεύων φεύγειν·

     Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι,

     ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.

     ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν,

     φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα

     ἴσασ’ Ἀργεῖοι ἠμὲν νέοι ἠδὲ γέροντες.

 

‹ Prev