Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 349
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 349

by Dionysius of Halicarnassus


  The Arrangement of Words

  CONTENTS

  THE ARRANGEMENT OF WORDS

  EPITOME

  THE ARRANGEMENT OF WORDS

  ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΟΝΟΜΑΤΩΝ

  [1] ‘Δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι’, καθάπερ ἡ παρ’ Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον, ἀφ’ οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν, ἡδίστην καὶ τιμιωτάτην ἑορτῶν ἐμοί· πλὴν οὔτε χειρῶν δημιούργημα πέμπω σοι τῶν ἐμῶν, ὡς ἐκείνη φησὶ διδοῦσα τῷ μειρακίῳ τὸν πέπλον, οὔτ’ ἐς γάμου μόνον ὥραν, καὶ γαμετῇ χάριν εὔθετον, ἀλλὰ ποίημα μὲν καὶ γέννημα παιδείας καὶ ψυχῆς τῆς ἐμῆς, κτῆμα δὲ [σοὶ] τὸ αὐτὸ καὶ χρῆμα πρὸς ἁπάσας τὰς ἐν τῷ βίῳ χρείας ὁπόσαι γίνονται διὰ λόγων ὠφέλιμον, ἀναγκαιότατον ἁπάντων χρημάτων, εἴ τι κἀγὼ τυγχάνω τῶν δεόντων φρονῶν, ἅπασι μὲν ὁμοίως τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους, ἐν ᾗ ποτ’ ἂν ἡλικίᾳ τε καὶ ἕξει τυγχάνωσιν ὄντες· μάλιστα δὲ τοῖς μειρακίοις τε καὶ νεωστὶ τοῦ μαθήματος ἁπτομένοις ὑμῖν, ὦ Ῥοῦφε Μετίλιε πατρὸς ἀγαθοῦ κἀμοὶ τιμιωτάτου φίλων.

     Διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τῆς περὶ τὰ ὀνόματα, ὧν ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δόξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα ἡμᾶς ἐπιστήμη βραδεῖά ἐστι καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλικίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεώς ἐστι καὶ πολιαῖς κατηρτυμένης ἡλικίας [ἡ τούτων κατάληψις] οἰκειοτέρα, πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ ἀλλοτρίων συναυξομένη· τὸ δὲ περὶ τὰς λέξεις φιλόκαλον καὶ ταῖς νεαραῖς πέφυκε συνανθεῖν ἡλικίαις. ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους τινὰς καὶ ὥσπερ ἐνθουσιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς, εἰ μέλλουσι μὴ πᾶν ‘ὅ τι κεν ἐπ’ ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθῃ’ λέγειν μηδ’ εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλ’ ἐκλογῇ τε χρήσεσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων καὶ συνθέσει ταῦτα κοσμήσειν μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ. εἰς δὴ τοῦτο τὸ μέρος, ὃ δεῖ πρῶτον νέοις ἀσκεῖσθαι, ‘συμβάλλομαί σοι μέλος εἰς ἔρωτα’ τὴν περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πραγματείαν ὀλίγοις μὲν ἐπὶ νοῦν ἐλθοῦσαν, ὅσοι τῶν ἀρχαίων ῥητορικὰς ἢ διαλεκτικὰς συνέγραψαν τέχνας, οὐδενὶ δ’ ἀκριβῶς οὐδ’ ἀποχρώντως μέχρι τοῦ παρόντος ἐξειργασμένην, ὡς ἐγὼ πείθομαι. ἐὰν δ’ ἐγγένηταί μοι σχολή, καὶ περὶ τῆς ἐκλογῆς τῶν ὀνομάτων ἑτέραν ἐξοίσω σοι γραφήν, ἵνα τὸν λεκτικὸν τόπον τελείως ἐξειργασμένον ἔχῃς. ἐκείνην μὲν οὖν τὴν πραγματείαν εἰς νέωτα πάλιν ὥραις ταῖς αὐταῖς προσδέχου θεῶν ἡμᾶς φυλαττόντων ἀσινεῖς τε καὶ ἀνόσους, εἰ δή ποτε ἡμῖν ἄρα τούτου πέπρωται βεβαίως τυχεῖν· νυνὶ δὲ ἣν τὸ δαιμόνιον ἐπὶ νοῦν ἤγαγέ μοι πραγματείαν δέχου.

     Κεφάλαια δ’ αὐτῆς ἐστιν ἃ πρόκειταί μοι δεῖξαι ταῦτα, τίς τε ἐστὶν ἡ τῆς συνθέσεως φύσις καὶ τίνα ἰσχὺν ἔχει, καὶ τίνων στοχάζεται καὶ πῶς αὐτῶν τυγχάνει, καὶ τίνες αἱ γενικώταται αὐτῆς εἰσι διαφοραὶ καὶ τίς ἑκάστης χαρακτὴρ καὶ ποίαν κρατίστην αὐτῶν εἶναι πείθομαι, καὶ ἔτι πρὸς τούτοις, τί ποτ’ ἐστὶ τὸ ποιητικὸν ἐκεῖνο καὶ εὔγλωσσον καὶ μελιχρὸν ἐν ταῖς ἀκοαῖς, ὃ πέφυκε τῇ συνθέσει τῆς πεζῆς λέξεως παρακολουθεῖν, ποιητικῆς τε κατασκευῆς τὸν ἀποίητον ἐκμιμουμένης λόγον καὶ σφόδρα ἐν τῇ μιμήσει κατορθούσης εὖ τί τὸ κράτος καὶ διὰ ποίας ἂν ἐπιτηδεύσεως ἐγγένοιτο ἑκάτερον αὐτῶν. τοιαυτὶ μὲν δή τινά ἐστιν ὡς τύπῳ περιλαβεῖν ὑπὲρ ὧν μέλλω λέγειν. ἄρχεται δὲ ἐνθένδ’ ἡ πραγματεία.

  [2] Ἡ σύνθεσις ἔστι μέν, ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παρ’ ἄλληλα τῶν τοῦ λόγου μορίων, ἃ δὴ καὶ στοιχεῖά τινες τῆς λέξεως καλοῦσιν. ταῦτα δὲ Θεοδέκτης μὲν καὶ Ἀριστοτέλης καὶ οἱ κατ’ ἐκείνους φιλοσοφήσαντες τοὺς χρόνους ἄχρι τριῶν προήγαγον, ὀνόματα καὶ ῥήματα καὶ συνδέσμους πρῶτα μέρη τῆς λέξεως ποιοῦντες. οἱ δὲ μετὰ τούτους γενόμενοι, καὶ μάλιστα οἱ τῆς Στωικῆς αἱρέσεως ἡγεμόνες, ἕως τεττάρων προὐβίβασαν, χωρίσαντες ἀπὸ τῶν συνδέσμων τὰ ἄρθρα. εἶθ’ οἱ μεταγενέστεροι τὰ προσηγορικὰ διελόντες ἀπὸ τῶν ὀνοματικῶν πέντε ἀπεφήναντο τὰ πρῶτα μέρη. ἕτεροι δὲ καὶ τὰς ἀντονομασίας ἀποζεύξαντες ἀπὸ τῶν ὀνομάτων ἕκτον στοιχεῖον τοῦτ’ ἐποίησαν. οἳ δὲ καὶ τὰ ἐπιρρήματα διελόντες ἀπὸ τῶν ῥημάτων καὶ τὰς προθέσεις ἀπὸ τῶν συνδέσμων καὶ τὰς μετοχὰς ἀπὸ τῶν προσηγορικῶν, οἳ δὲ καὶ ἄλλας τινὰς προσαγαγόντες τομὰς πολλὰ τὰ πρῶτα μόρια τῆς λέξεως ἐποίησαν· ὑπὲρ ὧν οὐ μικρὸς ἂν εἴη λ�
��γος. πλὴν ἥ γε τῶν πρώτων εἴτε τριῶν ἢ τεττάρων εἴθ’ ὅσων δή ποτε ὄντων μερῶν πλοκὴ καὶ παράθεσις τὰ λεγόμενα ποιεῖ κῶλα, ἔπειθ’ ἡ τούτων ἁρμονία τὰς καλουμένας συμπληροῖ περιόδους, αὗται δὲ τὸν σύμπαντα τελειοῦσι λόγον. ἔστι δὴ τῆς συνθέσεως ἔργα τά τε ὀνόματα οἰκείως θεῖναι παρ’ ἄλληλα καὶ τοῖς κώλοις ἀποδοῦναι τὴν προσήκουσαν ἁρμονίαν καὶ ταῖς περιόδοις διαλαβεῖν εὖ τὸν λόγον.

     δευτέρα δ’ οὖσα μοῖρα τῶν περὶ τὸν λεκτικὸν τόπον θεωρημάτων κατὰ γοῦν τὴν τάξιν (ἡγεῖται γὰρ ἡ τῶν ὀνομάτων ἐκλογὴ καὶ προὑφίσταται ταύτης κατὰ φύσιν) ἡδονὴν καὶ πειθὼ καὶ κράτος ἐν τοῖς λόγοις οὐκ ὀλίγῳ κρείττον’ ἐκείνης ἔχει. καὶ μηδεὶς ἡγήσηται παράδοξον, εἰ πολλῶν καὶ μεγάλων ὄντων θεωρημάτων περὶ τὴν ἐκλογήν, ὑπὲρ ὧν πολὺς ἐγένετο φιλοσόφοις τε καὶ πολιτικοῖς ἀνδράσι λόγος, ἡ σύνθεσις δευτέραν ἔχουσα χώραν τῇ τάξει καὶ λόγων οὐδὲ πολλοῦ δεῖ τῶν ἴσων ἐκείνῃ τυχοῦσα τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν ὥστε περιεῖναι πάντων τῶν ἐκείνης ἔργων καὶ κρατεῖν, ἐνθυμούμενος ὅτι καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ὅσαι διαφόρους ὕλας λαμβάνουσαι συμφορητὸν ἐκ τούτων ποιοῦσι τὸ τέλος, ὡς οἰκοδομική τε καὶ τεκτονικὴ καὶ ποικιλτικὴ καὶ ὅσαι ταύταις εἰσὶν ὁμοιογενεῖς, αἱ συνθετικαὶ δυνάμεις τῇ μὲν τάξει δεύτεραι τῶν ἐκλεκτικῶν εἰσι, τῇ δὲ δυνάμει πρότεραι· ὥστ’ εἰ καὶ τῷ λόγῳ τὸ αὐτὸ συμβέβηκεν, οὐκ ἄτοπον ἡγητέον. οὐδὲν δὲ κωλύει καὶ πίστεις παρασχεῖν τοῦ προκειμένου, μή τι δόξωμεν ἐξ ἑτοίμου λαμβάνειν τῶν ἀμφισβήτησιν ἐχόντων λόγων.

  [3] Ἔστι τοίνυν πᾶσα λέξις ᾗ σημαίνομεν τὰς νοήσεις ἣ μὲν ἔμμετρος, ἣ δὲ ἄμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τ’ ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον, ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχεν ῥιπτουμένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς φιλόσοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου. ἕτεροι δ’ εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δ’ αὐτὰ ἡδέως καὶ περιττῶς πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ ὀνόματα πρὸς τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελος διανοίας ἐστὶ χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω κἀνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περιθήσει.

     Ἵνα δὲ μὴ δόξω φάσιν ἀναπόδεικτον λέγειν, ἐξ ὧν ἐπείσθην κρεῖττον εἶναι καὶ τελειότερον ἄσκημα τῆς ἐκλογῆς τὴν σύνθεσιν, ἔργῳ πειράσομαι δεικνύναι, ἐμμέτρων τε καὶ πεζῶν λόγων ἀπαρχὰς ὀλίγας προχειρισάμενος. λαμβανέσθω δὲ ποιητῶν μὲν Ὅμηρος, συγγραφέων δὲ Ἡρόδοτος· ἀπόχρη γὰρ ἐκ τούτων καὶ περὶ τῶν ἄλλων εἰκάσαι. ἔστι δὴ παρ’ Ὁμήρῳ μὲν ὁ παρὰ τῷ συβώτῃ καταγόμενος Ὀδυσσεὺς περὶ τὴν ἑωθινὴν ὥραν ἀκρατίζεσθαι μέλλων, ὡς τοῖς παλαιοῖς ἔθος ἦν· ἔπειτα ὁ Τηλέμαχος αὐτοῖς ἐπιφαινόμενος ἐκ τῆς εἰς Πελοπόννησον ἀποδημίας· πραγμάτι’ ἄττα βιωτικὰ ἡρμηνευμένα ὑπέρευ. ποῦ δ’ ἐστὶν ἡ τῆς ἑρμηνείας ἀρετή, τὰ ποιήματα δηλώσει παρατεθέντα αὐτά·

     τὼ δ’ αὖτ’ ἐν κλισίῃς Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

     ἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ κειαμένω πῦρ

     ἔκπεμψάν τε νομῆας ἅμ’ ἀγρομένοισι σύεσσι.

     Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι

     οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς

     σαίνοντάς τε κύνας, ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν·

     αἶψα δ’ ἂρ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα·

     Εὔμαι’, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ’ ἑταῖρος

     ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,

     ἀλλὰ περισσαίνουσι· ποδῶν δ’ ὑπὸ δοῦπον ἀκούω.

     οὔπω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς

     ἔστη ἐνὶ προθύροισι. ταφὼν δ’ ἀνόρουσε συβώτης·

     ἐκ δ’ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο

     κιρνὰς αἴθοπα οἶνον. ὃ δ’ ἀντίος ἔδραμ’ ἄνακτος·

     κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ

     χεῖράς τ’ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.

  Ταῦθ’ ὅτι μὲν ἐπάγεται καὶ κηλεῖ τὰς ἀκοὰς ποιημάτων τε τῶν πάνυ ἡδίστων οὐδενὸς ἥττω μοῖραν ἔχει, πάντες ἂν εὖ οἶδ’ ὅτι μαρτυρήσειαν. ποῦ δὲ αὐτῶν ἐστιν ἡ πειθὼ καὶ διὰ τί τοιαῦτά ἐστι, πότερον διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἢ διὰ τὴν σύνθεσιν; οὐδεὶς ἂν εἴποι διὰ τὴν ἐκλογήν, ὡς ἐγὼ πείθομαι· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων ὀνομάτων πέπλεκται πᾶσα ἡ λέξις, οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς καὶ χειροτέχνης καὶ πᾶς ὁ μηδεμίαν ὤραν τοῦ λέγειν εὖ ποιούμενος ἐξ ἑ�
�οίμου λαβὼν ἐχρήσατο. λυθέντος γοῦν τοῦ μέτρου φαῦλα φανήσεται τὰ αὐτὰ ταῦτα καὶ ἄζηλα· οὔτε γὰρ μεταφοραί τινες ἔνεισιν εὐγενεῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτ’ ἄλλη τροπικὴ διάλεκτος οὐδεμία, οὐδὲ δὴ γλῶτται παλαιαί τινες οὐδὲ ξένα ἢ πεποιημένα ὀνόματα. τί οὖν λείπεται μὴ οὐχὶ τὴν σύνθεσιν τοῦ κάλλους τῆς ἑρμηνείας αἰτιᾶσθαι; τοιαῦτα δ’ ἐστὶ παρὰ τῷ ποιητῇ μυρία, ὡς εὖ οἶδ’ ὅτι πάντες ἴσασιν· ἐμοὶ δ’ ὑπομνήσεως ἕνεκα λέγοντι ἀρκεῖ ταῦτα μόνα εἰρῆσθαι.

 

‹ Prev