τὴν δὲ δὴ Πλατωνικὴν λέξιν ταυτηνὶ τίνι ποτὲ ἄλλῳ κοσμηθεῖσαν οὕτως ἀξιωματικὴν εἶναι φαίη τις ἂν καὶ καλήν, εἰ μὴ τῷ συγκεῖσθαι διὰ τῶν καλλίστων τε καὶ ἀξιολογωτάτων ῥυθμῶν; ἔστι γὰρ δὴ τῶν πάνυ φανερῶν καὶ περιβοήτων, ᾗ κέχρηται ὁ ἀνὴρ κατὰ τὴν τοῦ ἐπιταφίου ἀρχήν· ‘ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσιν τὰ προσήκοντα σφίσιν αὐτοῖς· ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν’. ἐν τούτοις δύο μέν ἐστιν ἃ συμπληροῖ τὴν περίοδον κῶλα, ῥυθμοὶ δὲ οἱ ταῦτα διαλαμβάνοντες οἵδε· βακχεῖος μὲν ὁ πρῶτος· οὐ γὰρ δή γε ὡς ἰαμβικὸν ἀξιώσαιμ’ ἂν ἔγωγε τὸ κῶλον τουτὶ ῥυθμίζειν ἐνθυμούμενος ὅτι οὐκ ἐπιτροχάλους καὶ ταχεῖς ἀλλ’ ἀναβεβλημένους καὶ βραδεῖς τοῖς οἰκτιζομένοις προσῆκεν ἀποδίδοσθαι τοὺς χρόνους· σπονδεῖος δ’ ὁ δεύτερος· ὁ δ’ ἑξῆς δάκτυλος διαιρουμένης τῆς συναλοιφῆς· εἶθ’ ὁ μετὰ τοῦτον σπονδεῖος· ὁ δ’ ἑξῆς μᾶλλον κρητικὸς ἢ ἀνάπαιστος· ἔπειθ’, ὡς ἐμὴ δόξα, σπονδεῖος· ὁ δὲ τελευταῖος ὑποβάκχειος, εἰ δὲ βούλεταί τις, ἀνάπαιστος· εἶτα κατάληξις. τούτων τῶν ῥυθμῶν οὐδεὶς ταπεινὸς οὐδὲ ἀγεννής. τοῦ δὲ ἑξῆς κώλου τουδί ‘ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν’ δύο μέν εἰσιν οἱ πρῶτοι πόδες κρητικοί, σπονδεῖοι δὲ οἱ μετὰ τούτους δύο· μεθ’ οὓς αὖθις κρητικός, ἔπειτα τελευταῖος ὑποβάκχειος. ἀνάγκη δὴ τὸν ἐξ ἁπάντων συγκείμενον καλῶν ῥυθμῶν καλὸν εἶναι λόγον. μυρία τοιαῦτ’ ἔστιν εὑρεῖν καὶ παρὰ Πλάτωνι. ὁ γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος, καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα ὡς συνθεῖναι περιττός, καί νύ κεν ἢ παρέλασσεν τὸν Δημοσθένη κάλλους ἑρμηνείας ἕνεκεν, ἢ ἀμφήριστον ἔθηκεν. νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν, ὑπὲρ ὧν ἑτέρωθί μοι δηλοῦται σαφέστερον. συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος.
ἑνὸς ἔτι παραθήσομαι λέξιν, ᾧ τὰ ἀριστεῖα τῆς ἐν λόγοις δεινότητος ἀποδίδωμι. ὅρος γὰρ δή τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως ὁ Δημοσθένης. ἐν δὴ τῷ περὶ τοῦ στεφάνου λόγῳ τρία μέν ἐστιν ἃ τὴν πρώτην περίοδον συμπληροῖ κῶλα, οἱ δὲ ταῦτα καταμετροῦντες οἵδέ εἰσιν ῥυθμοί· πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις’. ἄρχει δὲ τοῦ κώλου βακχεῖος ῥυθμός, ἔπειθ’ ἕπεται σπονδεῖος, εἶτ’ ἀνάπαιστός τε καὶ μετὰ τοῦτον ἕτερος σπονδεῖος, εἶθ’ ἑξῆς κρητικοὶ τρεῖς, σπονδεῖος δ’ ὁ τελευταῖος. τοῦ δὲ δευτέρου κώλου τοῦδε ‘ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν’ πρῶτος μὲν ὑποβάκχειός ἐστι πούς, εἶτα βακχεῖος, εἰ δὲ βούλεταί τις, δάκτυλος· εἶτα κρητικός· μεθ’ οὕς εἰσι δύο σύνθετοι πόδες οἱ καλούμενοι παιᾶνες· οἷς ἕπεται μολοττὸς ἢ βακχεῖος, ἐγχωρεῖ γὰρ ἑκατέρως αὐτὸν διαιρεῖν· τελευταῖος δὲ σπονδεῖος. τοῦ δὲ τρίτου κώλου τοῦδε ‘τοσαύτην ὑπάρξαι μοι παρ’ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα’ ἄρχουσι μὲν ὑποβάκχειοι δύο, ἕπεται δὲ κρητικός, ᾧ συνῆπται σπονδεῖος· εἶτ’ αὖθις βακχεῖος ἢ κρητικός, καὶ τελευταῖος πάλιν κρητικός, εἶτα κατάληξις. τί οὖν ἐκώλυε καλὴν ἁρμονίαν εἶναι λέξεως, ἐν ᾗ μήτε πυρρίχιός ἐστι ποὺς μήτε ἰαμβικὸς μήτε ἀμφίβραχυς μήτε τῶν χορείων ἢ τροχαίων μηδείς; καὶ οὐ λέγω τοῦτο, ὅτι τῶν ἀνδρῶν ἐκείνων ἕκαστος οὐ κέχρηταί ποτε καὶ τοῖς ἀγεννεστέροις ῥυθμοῖς (κέχρηται γάρ), ἀλλ’ εὖ συγκεκρύφασιν αὐτοὺς καὶ συνυφάγκασι διαλαβόντες τοῖς κρείττοσι τοὺς χείρονας.
οἷς δὲ μὴ ἐγένετο πρόνοια τούτου τοῦ μέρους, οἳ μὲν ταπεινάς, οἳ δὲ κατακεκλασμένας, οἳ δ’ ἄλλην τινὰ αἰσχύνην καὶ ἀμορφίαν ἐχούσας ἐξήνεγκαν τὰς γραφάς. ὧν ἐστι πρῶτός τε καὶ μέσος καὶ τελευταῖος ὁ Μάγνης [ὁ σοφιστὴς] Ἡγησίας· ὑπὲρ οὗ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς ἅπαντας οὐκ οἶδα τί χρὴ λέγειν, πότερα τοσαύτη περὶ αὐτὸν ἀναισθησία καὶ παχύτης ἦν ὥστε μὴ συνορᾶν, οἵτινές εἰσιν ἀγεννεῖς ἢ εὐγενεῖς ῥυθμοί, ἢ τοσαύτη θεοβλάβεια καὶ διαφθορὰ τῶν φρενῶν ὥστ’ εἰδότα τοὺς κρείττους ἔπειτα αἱρεῖσθαι τοὺς χείρονας, ὃ καὶ μᾶλλον πείθομαι· ἀγνοίας μὲν γάρ ἐστι καὶ τὸ κατορθοῦν πολλαχῇ, προνοίας δὲ τὸ μηδέποτε. ἐν γοῦν ταῖς τοσαύταις γραφαῖς, αἷς καταλέλοιπεν ὁ ἀνήρ, μίαν οὐκ ἂν εὕροι τις σελίδα συγκειμένην εὐτυχῶς. ἔοικεν δὴ ταῦτα ὑπολαβεῖν ἐκείνων κρείττω καὶ μετὰ σπουδῆς αὐτὰ ποιεῖν, εἰς ἃ δι’ ἀνάγκην ἐμπεσὼν ἄν τις ἐν λόγῳ σχεδίῳ δι’ αἰσχύνης θεῖτο φρόνημα ἔχων ἀνήρ. θήσω δὲ καὶ τούτου λέξιν ἐκ τῆς ἱστορίας, ἵνα σοι γένηται δῆλον ἐκ τῆς ἀντιπαραθέσεως, ὅσην μὲν ἀξίωσιν ἔχει τὸ εὐγενὲς ἐν ῥυθμοῖς, ὅσην δ’ αἰσχύνην τὸ ἀγεννές. ἔστιν δ’ ὃ λαμβάνει πρᾶγμα ὁ σοφιστὴς τοιόνδε. Ἀλέξανδρος πολιορκῶν Γάζαν χωρίον τι τῆς Συρίας πάνυ ἐχυρὸν τραυματίας τε γίνεται κατὰ τὴν προσβολὴν καὶ τὸ χωρίον αἱρεῖ χρ
όνῳ. φερόμενος δ’ ὑπ’ ὀργῆς τούς τ’ ἐγκαταληφθέντας ἀποσφάττει πάντας, ἐπιτρέψας τοῖς Μακεδόσι τὸν ἐντυχόντα κτείνειν, καὶ τὸν ἡγεμόνα αὐτῶν αἰχμάλωτον λαβών, ἄνδρα ἐν ἀξιώματι καὶ τύχης καὶ εἴδους, ἐξ ἁρματείου δίφρου δῆσαι κελεύσας ζῶντα καὶ τοὺς ἵππους ἐλαύνειν ἀνὰ κράτος ἐν τῇ πάντων ὄψει διαφθείρει. τούτων οὐκ ἂν ἔχοι τις εἰπεῖν δεινότερα πάθη οὐδ’ ὄψει φοβερώτερα πῶς δὴ ταῦτα ἡρμήνευκεν ὁ σοφιστής, ἄξιον ἰδεῖν, πότερα σεμνῶς καὶ ὑψηλῶς ἢ ταπεινῶς καὶ καταγελάστως.
‘ὁ δὲ βασιλεὺς ἔχων τὸ σύνταγμα προηγεῖτο. καί πως ἐβεβούλευτο τῶν πολεμίων τοῖς ἀρίστοις, ἀπαντᾶν ἐπιόντι· τοῦτο γὰρ ἔγνωστο, κρατήσασιν ἑνὸς συνεκβαλεῖν καὶ τὸ πλῆθος. ἡ μὲν οὖν ἐλπὶς αὕτη συνέδραμεν εἰς τόλμαν, ὥστ’ Ἀλέξανδρον μηδέποτε κινδυνεῦσαι πρότερον οὕτως. ἀνὴρ γὰρ τῶν πολεμίων εἰς γόνατα συγκαμφθεὶς ἔδοξεν τοῦτ’ Ἀλεξάνδρῳ τῆς ἱκετείας ἕνεκα πρᾶξαι. προσέμενος δ’ ἐγγὺς μικρὸν ἐκνεύει τὸ ξίφος ἐνέγκαντος ἐπὶ τὰ πτερύγια τοῦ θώρακος, ὥστε γενέσθαι τὴν πληγὴν οὐ καιριωτάτην. ἀλλὰ τὸν μὲν αὐτὸς ἀπώλεσεν κατὰ κεφαλῆς τύπτων τῇ μαχαίρᾳ, τοὺς δ’ ἄλλους ὀργὴ πρόσφατος ἐπίμπρα. οὕτως ἄρα ἑκάστου τὸν ἔλεον ἐξέστησεν ἡ τοῦ τολμήματος ἀπόνοια τῶν μὲν ἰδόντων, τῶν δ’ ἀκουσάντων, ὥσθ’ ἑξακισχιλίους ὑπὸ τὴν σάλπιγγα ἐκείνην τῶν βαρβάρων κατακοπῆναι. τὸν μέντοι Βαῖτιν αὐτὸν ἀνήγαγον ζῶντα Λεόνατος καὶ Φιλωτᾶς. ἰδὼν δὲ πολύσαρκον καὶ μέγαν καὶ βλοσυρωπόν (μέλας γὰρ ἦν καὶ τὸ χρῶμα), μισήσας ἐφ’ οἷς ἐβεβούλευτο καὶ τὸ εἶδος ἐκέλευσεν διὰ τῶν ποδῶν χαλκοῦν ψάλιον διείραντας ἕλκειν κύκλῳ γυμνόν. πιλούμενος δὲ κακοῖς περὶ πολλὰς τραχύτητας ἔκραζεν. αὐτὸ δ’ ἦν, ὃ λέγω, τὸ συνάγον ἀνθρώπους. ἐπέτεινε μὲν γὰρ ὁ πόνος, βάρβαρον δ’ ἐβόα, δεσπότην καθικετεύων· γελᾶν δὲ ὁ σολοικισμὸς ἐποίει. τὸ δὲ στέαρ καὶ τὸ κύτος τῆς σαρκὸς ἀνέφαινε Βαβυλώνιον ζῷον ἕτερον ἁδρόν. ὁ μὲν οὖν ὄχλος ἐνέπαιζε, στρατιωτικὴν ὕβριν ὑβρίζων εἰδεχθῆ καὶ τῷ τρόπῳ σκαιὸν ἐχθρόν’.
ἆρά γε ὅμοια ταῦτ’ ἐστὶ τοῖς Ὁμηρικοῖς ἐκείνοις, ἐν οἷς Ἀχιλλεύς ἐστιν αἰκιζόμενος Ἕκτορα μετὰ τὴν τελευτήν; καίτοι τό γε πάθος ἐκεῖνο ἔλαττον· εἰς ἀναίσθητον γὰρ σῶμα ἡ ὕβρις· ἀλλ’ ὅμως ἄξιον [ἐστὶν] ἰδεῖν, ὅσῳ διενήνοχεν ὁ ποιητὴς τοῦ σοφιστοῦ·
ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα·
ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ’ ἐξῆπτεν ἱμάντας,
ἐκ δίφροιο δ’ ἔδησε· κάρη δ’ ἕλκεσθαι ἔασεν.
ἐς δίφρον δ’ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε’ ἀείρας
μάστιξεν δ’ ἐλάαν· τὼ δ’ οὐκ ἄκοντε πετέσθην.
τοῦ δ’ ἦν ἑλκομένοιο κονίσαλος· ἀμφὶ δὲ χαῖται
κυάνεαι πίμπλαντο, κάρη δ’ ἅπαν ἐν κονίῃσι
κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
ὡς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἡ δέ νυ μήτηρ
τῖλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
τηλόσε· κώκυσεν δὲ μάλα μέγα παῖδ’ ἐσιδοῦσα.
ᾤμωξεν δ’ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
κωκυτῷ τ’ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
τῷ δὲ μάλιστ’ ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα
Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ’ ἄκρης.
οὕτως εὐγενὲς σῶμα καὶ δεινὰ πάθη λέγεσθαι προσῆκεν ὑπ’ ἀνδρῶν φρόνημα καὶ νοῦν ἐχόντων. ὡς δὲ ὁ Μάγνης εἴρηκεν, ὑπὸ γυναικῶν ἢ κατεαγότων ἀνθρώπων λέγοιτ’ ἂν καὶ οὐδὲ τούτων μετὰ σπουδῆς, ἀλλ’ ἐπὶ χλευασμῷ καὶ καταγέλωτι. τί οὖν αἴτιον ἦν ἐκείνων μὲν τῶν ποιημάτων τῆς εὐγενείας, τούτων δὲ τῶν φλυαρημάτων τῆς ταπεινότητος; ἡ τῶν ῥυθμῶν διαφορὰ πάντων μάλιστα, καὶ εἰ μὴ μόνη. ἐν ἐκείνοις μὲν γὰρ οὐδεὶς ἄσεμνος στίχος [ἢ ἀδόκιμος], ἐνταῦθα δὲ οὐδεμία περίοδος ἥτις οὐ λυπήσει.
εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν ὅσην δύναμιν [19] ἔχουσιν, ἐπὶ τὰ λειπόμενα μεταβήσομαι. ἦν δέ μοι τρίτον θεώρημα τῶν ποιούντων καλὴν ἁρμονίαν ἡ μεταβολή. λέγω δὲ οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω (πάνυ γὰρ εὔηθες) οὐδέ γε τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, ἀλλὰ τὴν ἐν τοῖς ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα, ὥσπερ καὶ τὰ ἡδέα, ὄντα ἐν τῇ ταυτότητι· ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μεταβάλλειν ἢ οὐχ ἅπασιν οὐδ’ ἐφ’ ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλ’ ἀνάγκη πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθμόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρήσονται καὶ οὐδὲ τούτοις ἅπασι. τοῖς δὲ τὰ μέλη γράφουσιν τὸ μὲν τῶν στροφῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος, ἀλλ’ ἐάν τ’ ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε διατόνους ὑποθῶν�
�αι μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάττειν· οὐδέ γε τοὺς περιέχοντας ὅλας τὰς στροφὰς ῥυθμοὺς καὶ τὰς ἀντιστρόφους, ἀλλὰ δεῖ καὶ τούτους τοὺς αὐτοὺς διαμένειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι τό τε μέλος καὶ τὸν ῥυθμόν. τὰ δὲ κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἐπὶ πολλῆς ἐξουσίας δέδοται [αὐτοῖς] ποικίλως διαιρεῖν ἄλλοτε ἄλλα μεγέθη καὶ σχήματα αὐτοῖς περιτιθέντας, ἕως ἂν ἀπαρτίσωσι τὴν στροφήν· ἔπειτα πάλιν δεῖ τὰ αὐτὰ μέτρα καὶ κῶλα ποιεῖν. οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω δὲ Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥστ’ ἐν ὀλίγοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς, ἐπῳδοῖς τε πάνυ ἐχρῶντο ὀλίγοις· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς οὐκ ἄλλου τινὸς ἢ τῆς μεταβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ καὶ τοὺς τρόπους μετέβαλλον Δωρίους τε καὶ Φρυγίους καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες, καὶ τὰς μελῳδίας ἐξήλλαττον τότε μὲν ἐναρμονίους ποιοῦντες, τότε δὲ χρωματικάς, τότε δὲ διατόνους, καὶ τοῖς ῥυθμοῖς κατὰ πολλὴν ἄδειαν ἐνεξουσιάζοντες διετέλουν, οἵ γε δὴ κατὰ Φιλόξενον καὶ Τιμόθεον καὶ Τελεστήν, ἐπεὶ παρά γε τοῖς ἀρχαίοις τεταγμένος ἦν καὶ ὁ διθύραμβος.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 356