Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 358
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 358

by Dionysius of Halicarnassus


  [22] τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν ἰσχυράς, ὥστ’ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι, ἀπέχειν τε ἀπ’ ἀλλήλων τὰ μόρια διαστάσεις ἀξιολόγους αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ καὶ ἀντιτύποις ταῖς συμβολαῖς οὐδὲν αὐτῇ διαφέρει, οἷαι γίνονται τῶν λογάδην συντιθεμένων ἐν οἰκοδομίαις λίθων αἱ μὴ εὐγώνιοι καὶ μὴ συνεξεσμέναι βάσεις, ἀργαὶ δέ τινες καὶ αὐτοσχέδιοι· μεγάλοις τε καὶ διαβεβηκόσιν εἰς πλάτος ὀνόμασιν ὡς τὰ πολλὰ μηκύνεσθαι φιλεῖ· τὸ γὰρ εἰς βραχείας συλλαβὰς συνάγεσθαι πολέμιον αὐτῇ, πλὴν εἴ ποτε ἀνάγκη βιάζοιτο.

     ἐν μὲν δὴ τοῖς ὀνόμασι ταῦτα πειρᾶται διώκειν καὶ τούτων γλίχεται· ἐν δὲ τοῖς κώλοις ταῦτά τε ὁμοίως ἐπιτηδεύει καὶ τοὺς ῥυθμοὺς τοὺς ἀξιωματικοὺς καὶ μεγαλοπρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκόλουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα, φύσει τ’ ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεσθαι μᾶλλον ἢ κατ’ ἦθος. περιόδους δὲ συντιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτ’ αὐτομάτως ἐπὶ τοῦτο κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη οὔτε ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλαφυραί, σπουδὴν ἔχουσα οὐδ’ ἵνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρκεις συμμετρουμένη μάλα, οὐδ’ ἄλλην τινὰ [πραγματείαν] τοιαύτην ἔχουσα ἐπιτήδευσιν οὐδεμίαν. ἔτι τῆς τοιαύτης ἐστὶν ἁρμονίας καὶ ταῦτα ἴδια· ἀντίρροπός ἐστι περὶ τὰς πτώσεις, ποικίλη περὶ τοὺς σχηματισμούς, ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστ’ ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαϊσμὸν καὶ τὸν πίνον ἔχουσα κάλλος.

     ταύτης τῆς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταὶ κατά τε ποίησιν καὶ ἱστορίαν καὶ λόγους πολιτικούς, διαφέροντες δὲ τῶν ἄλλων ἐν μὲν ἐπικῇ ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δ’ Αἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. ἐνταῦθα ἡ μὲν ὑπόθεσις ἀπῄτει πολλὰ παρασχέσθαι τῶν εἰρημένων ἑκάστου παραδείγματα, καὶ ἴσως οὐκ ἀηδὴς ἂν ὁ λόγος ἐγένετο πολλοῖς ὥσπερ ἄνθεσι διαποικιλλόμενος τοῖς ἐαρινοῖς· ἀλλ’ ὑπέρμετρον ἔμελλε φανήσεσθαι τὸ σύνταγμα καὶ σχολικὸν μᾶλλον ἢ παραγγελματικόν· οὐ μὲν δὴ οὐδ’ ἀνεξέλεγκτα παραλιπεῖν τὰ ῥηθέντα ἥρμοττεν, ὡς δὴ φανερὰ καὶ οὐ δεόμενα μαρτυρίας· ἔδει δέ πως τὸ μέτριον ἀμφοῖν λαβεῖν καὶ μήτε πλεονάσαι τοῦ καιροῦ μήτ’ ἐλλιπεῖν τῆς πίστεως. τοῦτο δὴ πειράσομαι ποιῆσαι δείγματα λαβὼν ὀλίγα παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν. ποιητῶν μὲν οὖν Πίνδαρος ἀρκέσει παραληφθείς, συγγραφέων δὲ Θουκυδίδης· κράτιστοι γὰρ οὗτοι ποιηταὶ τῆς αὐστηρᾶς ἁρμονίας. ἀρχέτω δὲ Πίνδαρος, καὶ τούτου διθύραμβός τις οὗ ἐστιν ἀρχή·

     Δεῦτ’ ἐν χορὸν Ὀλύμπιοι

     ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί,

     πολύβατον οἵ τ’ ἄστεος ὀμφαλὸν θυόεντα

     ἐν ταῖς ἱεραῖς Ἀθάναις

     οἰχνεῖτε πανδαίδαλόν τ’ εὐκλέ’ ἀγοράν,

     ἰοδέτων λαχεῖν στεφάνων τᾶν τ’ ἐαριδρόπων ἀοιδᾶν·

     Διόθεν τέ με σὺν ἀγλαΐᾳ

     ἴδετε πορευθέντ’ ἀοιδᾶν δεύτερον

     ἐπὶ τὸν κισσοδόταν θεόν,

     τὸν Βρόμιον ἐριβόαν τε βροτοὶ καλέομεν,

     γόνον ὑπάτων νίν τε πατέρων μέλπομεν

     γυναικῶν τε Καδμεϊᾶν Σεμέλαν.

     Ἐναργέα τελέων σάματ’ οὐ λανθάνει,

     φοινικοεάνων ὁπότ’ οἰχθέντος Ὡρᾶν θαλάμου

     εὔοδμον ἐπάγῃσιν ἔαρ φυτὰ νεκτάρεα·

     τότε βάλλεται, τότ’ ἐπ’ ἄμβροτον χέρσον ἐραταὶ

     ἴων φόβαι ῥόδα τε κόμαισι μίγνυνται

     ἀχεῖ τ’ ὀμφαὶ μελέων σὺν αὐλοῖς

     ἀχεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί.

  ταῦθ’ ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοὰς ἀναβέβληταί τε τοῖς χρόνοις καὶ διαβέβηκεν ἐπὶ πολὺ ταῖς ἁρμονίαις καὶ οὐ τὸ θεατρικὸν δὴ τοῦτο καὶ γλαφυρὸν ἐπιδείκνυται κάλλος ἀλλὰ τὸ ἀρχαϊκὸν ἐκεῖνο καὶ αὐστηρόν, ἅπαντες ἂν εὖ οἶδ’ ὅτι μαρτυρήσειαν οἱ μετρίαν ἔχοντες αἴσθησιν περὶ λόγους. τίνι δὲ κατασκευασθέντα ἐπιτηδεύσει τοιαῦτα γέγονεν (οὐ γὰρ ἄνευ γε τέχνης καὶ λόγου τινός, αὐτοματισμῷ δὲ καὶ τύχῃ χρησάμενα τοῦτον εἴληφε τὸν χαρακτῆρα), ἐγὼ πειράσομαι δεικνύναι.

     τὸ πρῶτον αὐτῷ κῶλον ἐκ τεττάρων σύγκειται λέξεως μορίων, ῥήματος καὶ συνδέσμου καὶ δυεῖν προσηγορικῶν· τὸ μὲν οὖν ῥῆμα καὶ ὁ σύνδεσμος συ�
�αλοιφῇ κερασθέντα οὐκ ἀηδῆ πεποίηκε τὴν ἁρμονίαν· τὸ δὲ προσηγορικὸν τῷ συνδέσμῳ συντιθέμενον ἀποτετράχυκεν ἀξιολόγως τὴν ἁρμογήν· τὸ γὰρ ἐν χορὸν καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συνδέσμου λήγοντος εἰς ἡμίφωνον στοιχεῖον τὸ ν, τοῦ δὲ προσηγορικοῦ τὴν ἀρχὴν λαμβάνοντος ἀφ’ ἑνὸς τῶν ἀφώνων τοῦ χ· ἀσύμμικτα δὲ τῇ φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· οὐ γὰρ πέφυκε κατὰ μίαν συλλαβὴν τοῦ χ προτάττεσθαι τὸ ν, ὥστε οὐδὲ συλλαβῶν ὅρια γινόμενα συνάπτει τὸν ἦχον, ἀλλ’ ἀνάγκη σιωπήν τινα γενέσθαι μέσην ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρου τῶν γραμμάτων τὰς δυνάμεις. τὸ μὲν δὴ πρῶτον κῶλον οὕτω τραχύνεται τῇ συνθέσει. κῶλα δέ με δέξαι λέγειν οὐχ οἷς Ἀριστοφάνης ἢ τῶν ἄλλων τις μετρικῶν διεκόσμησε τὰς ᾠδάς, ἀλλ’ οἷς ἡ φύσις ἀξιοῖ διαιρεῖν τὸν λόγον καὶ ῥητόρων παῖδες τὰς περιόδους διαιροῦσι.

     τὸ δέ γε τούτῳ παρακείμενον κῶλον τὸ ‘ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί’ διαβέβηκεν ἀπὸ τοῦ προτέρου διάβασιν ἀξιόλογον καὶ περιείληφεν ἐν αὑτῷ πολλὰς ἁρμονίας ἀντιτύπους. ἄρχει μὲν γὰρ αὐτοῦ στοιχεῖον ἓν τῶν φωνηέντων τὸ ε καὶ παράκειται ἑτέρῳ φωνήεντι τῷ ι· εἰς τοῦτο γὰρ ἔληγε τὸ πρὸ αὐτοῦ. οὐ συναλείφεται δὲ οὐδὲ ταῦτ’ ἀλλήλοις οὐδὲ προτάττεται κατὰ μίαν συλλαβὴν τὸ ι τοῦ ε· σιωπὴ δέ τις μεταξὺ ἀμφοῖν γίνεται διερείδουσα τῶν μορίων ἑκάτερον καὶ τὴν βάσιν αὐτοῖς ἀποδιδοῦσα ἀσφαλῆ. ἐν δὲ τῇ κατὰ μέρος συνθέσει τοῦ κώλου τοῖς μὲν ἐπί τε συνδέσμοις ἀφ’ ὧν ἄρχεται τὸ κῶλον, εἴτε ἄρα πρόθεσιν αὐτῶν δεῖ τὸ ἡγούμενον καλεῖν, τὸ προσηγορικὸν ἐπικείμενον μόριον τὸ κλυτὰν ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν· κατὰ τί ποτε; ὅτι βούλεται μὲν εἶναι βραχεῖα ἡ πρώτη συλλαβὴ τοῦ κλυτάν, μακροτέρα δ’ ἐστὶ τῆς βραχείας ἐξ ἀφώνου τε καὶ ἡμιφώνου καὶ φωνήεντος συνεστῶσα. τὸ δὲ μὴ εἰλικρινῶς αὐτῆς βραχὺ καὶ ἅμα τὸ ἐν τῇ κράσει τῶν γραμμάτων δυσεκφόρητον ἀναβολήν τε ποιεῖ καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ τις ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσειεν ἐπί τε λυτάν, λυθήσεται καὶ τὸ βραδὺ καὶ τὸ τραχὺ τῆς ἁρμονίας. πάλιν τῷ κλυτὰν προσηγορικῷ τὸ πέμπετε ῥηματικὸν ἐπικείμενον οὐκ ἔχει συνῳδὸν οὐδ’ εὐκέραστον τὸν ἦχον, ἀλλ’ ἀνάγκη στηριχθῆναι τὸ ν καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π· οὐ γὰρ ὑποτακτικὸν τῷ ν τὸ π. τούτου δ’ αἴτιον ὁ τοῦ στόματος σχηματισμὸς οὔτε κατὰ τὸν αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων ἐκφέρων ἑκάτερον· τοῦ μὲν γὰρ ν περὶ τὸν οὐρανὸν γίνεται ὁ ἦχος καὶ τῆς γλώττης ἄκροις τοῖς ὀδοῦσι προσανισταμένης καὶ τοῦ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου, τοῦ δὲ π μύσαντός τε τοῦ στόματος καὶ οὐδὲν τῆς γλώττης συνεργούσης τοῦ τε πνεύματος κατὰ τὴν ἄνοιξιν τῶν χειλῶν τὸν ψόφον λαμβάνοντος ἀθροῦν, ὡς καὶ πρότερον εἴρηταί μοι· ἐν δὲ τῷ μεταλαμβάνειν τὸ στόμα σχηματισμὸν ἕτερον ἐξ ἑτέρου μήτε συγγενῆ μήτε παρόμοιον ἐμπεριλαμβάνεταί τις χρόνος, σὺν ᾧ διίσταται τὸ λεῖόν τε καὶ εὐεπὲς τῆς ἁρμονίας. καὶ ἅμα οὐδ’ ἡ προηγουμένη τοῦ πέμπετε συλλαβὴ μαλακὸν ἔχει τὸν ἦχον ἀλλ’ ὑποτραχύνει τὴν ἀκοὴν ἀρχομένη τε ἐξ ἀφώνου καὶ λήγουσα εἰς ἡμίφωνον. τῷ τε χάριν τὸ θεοὶ παρακείμενον ἀνακόπτει τὸν ἦχον καὶ ποιεῖ διερεισμὸν ἀξιόλογον τῶν μορίων, τοῦ μὲν εἰς ἡμίφωνον λήγοντος τὸ ν, τοῦ δὲ ἄφωνον ἔχοντος ἡγούμενον τὸ θ· οὐδενὸς δὲ πέφυκε προτάττεσθαι τῶν ἀφώνων τὰ ἡμίφωνα.

     τούτοις ἐπιφέρεται τρίτον κῶλον τουτί ‘πολύβατον οἵ τ’ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε’. ἐνταῦθα τῷ τε ὀμφαλὸν εἰς τὸ ν λήγοντι τὸ θυόεντα παρακείμενον ἀπὸ τοῦ θ ἀρχόμενον ὁμοίαν ἀποδίδωσιν ἀντιτυπίαν τῇ πρότερον, καὶ τῷ θυόεντα εἰς φωνῆεν τὸ α λήγοντι ζευγνύμενον τὸ ‘ἐν ταῖς ἱεραῖς’ ἀπὸ φωνήεντος τοῦ ε λαμβάνον τὴν ἀρχὴν διέσπακε τῷ μεταξὺ χρόνῳ τὸν ἦχον οὐκ ὄντι ὀλίγῳ. τούτοις ἐκεῖνα ἕπεται ‘πανδαίδαλόν τ’ εὐκλέ’ ἀγοράν’· τραχεῖα κἀνταῦθα καὶ ἀντίτυπος ἡ συζυγία· ἡμιφώνῳ γὰρ ἄφωνον συνάπτεται τῷ ν τὸ τ καὶ διαβέβηκεν ἀξιόλογον διάβασιν ὁ μεταξὺ τοῦ τε προσηγορικοῦ τοῦ πανδαίδαλον καὶ τῆς συναλοιφῆς τῆς συναπτομένης αὐτῷ χρόνος· μακραὶ μὲν γὰρ ἀμφότεραι, μείζων δὲ οὐκ ὀλίγῳ τῆς μετρίας ἡ συναλείφουσα τὰ δύο συλλαβή, ἐξ ἀφώνου τε καὶ δυεῖν συνεστῶσα φωνηέντων· εἰ γοῦν τις αὐτῆς ἀφέλοι τὸ τ καὶ ποιήσειε πανδαίδαλον εὐκλέ’ ἀγοράν, εἰς τὸ δίκαιον ἐλθοῦσα μέτρον εὐεπεστάτην ποιήσει τὴν ἁρμονίαν.

     ὅμοια τούτοις ἐστὶ κἀκεῖνα ‘ἰοδέτων λαχεῖν’. παράκειται γὰρ ἡμίφωνα δύο ἀλλήλοις τὸ ν καὶ τὸ λ, φυσικὴν οὐκ ἔχοντα συζυγίαν τῷ μήτε κατὰ τοὺς αὐτοὺς ‹τόπους μήτε καθ’› ὁμοίους σχηματισμοὺς τοῦ στόματος ἐκφέρεσθαι. καὶ τὰ ἐπὶ τούτοις λεγόμενα μηκύνεταί τε ταῖς συλλαβαῖς καὶ διέστηκε ταῖς ἁρμονίαις ἐπὶ πολύ ‘στεφάνων τᾶν τ’ ἐαριδρόπων·’ μακραὶ γὰρ καὶ δεῦρο συγκρούονται συλλαβαὶ �
�ὸ δίκαιον ὑπεραίρουσαι μέτρον, ἥ τε λήγουσα τοῦ στεφάνων μορίου δυσὶ περιλαμβάνουσα ἡμιφώνοις φωνῆεν γράμμα φύσει μακρὸν καὶ ἡ συναπτομένη ταύτῃ τρισὶ μηκυνομένη γράμμασιν ἀφώνῳ καὶ φωνήεντι μακρῶς λεγομένῳ καὶ ἡμιφώνῳ· διερεισμός τε οὖν γέγονε τοῖς μήκεσι τῶν συλλαβῶν καὶ ἀντιτυπία τῇ παραθέσει τῶν γραμμάτων, οὐκ ἔχοντος τοῦ τ συνῳδὸν τῷ ν τὸν ἦχον, ὃ καὶ πρότερον εἴρηκα. παράκειται δὲ καὶ τῷ ἀοιδᾶν εἰς τὸ ν λήγοντι ἀπὸ τοῦ δ ἀρχόμενον ἀφώνου τὸ Διόθεν τε καὶ τῷ σὺν ἀγλαΐᾳ εἰς τὸ ι λήγοντι τὸ ἴδετε πορευθέντ’ ἀοιδᾶν ἀρχόμενον ἀπὸ τοῦ ι. πολλά τις ἂν εὕροι τοιαῦτα ὅλην τὴν ᾠδὴν σκοπῶν.

 

‹ Prev