Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 367
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 367

by Dionysius of Halicarnassus


     ‘Δεῦτ’ ἐν χορὸν Ὀλύμπιοι

     ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί,

     πολύβατον οἵ τ’ ἄστεος ὀμφαλὸν θυόεντα

     ἐν ταῖς ἱεραῖς Ἀθάναις

     οἰχνεῖτε πανδαίδαλόν τ’ εὐκλέ’ ἀγοράν,

     ἰοδέτων λαχεῖν στεφάνων τᾶν τ’ ἐαριδρόπων ἀοιδᾶν·

     Διόθεν τέ με σὺν ἀγλαΐᾳ

     ἴδετε πορευθέντ’ ἀοιδᾶν δεύτερον

     ἐπὶ τὸν κισσοδόταν θεόν,

     τὸν Βρόμιον ἐριβόαν τε βροτοὶ καλέομεν,

     γόνον ὑπάτων νίν τε πατέρων μέλπομεν

     γυναικῶν τε Καδμεϊᾶν Σεμέλαν.

     Ἐναργέα τελέων σάματ’ οὐ λανθάνει,

     φοινικοεάνων ὁπότ’ οἰχθέντος Ὡρᾶν θαλάμου

     εὔοδμον ἐπάγῃσιν ἔαρ φυτὰ νεκτάρεα·

     τότε βάλλεται, τότ’ ἐπ’ ἄμβροτον χέρσον ἐραταὶ

     ἴων φόβαι ῥόδα τε κόμαισι μίγνυνται

     ἀχεῖ τ’ ὀμφαὶ μελέων σὺν αὐλοῖς

     ἀχεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί.’

     Ταῦθ’ ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει, τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοάς, πάντες ἂν εἴποιεν. γέγονε δὲ τοῦτο κατὰ τέχνην· τὸ γὰρ ‘ἐν χορόν’ καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συνδέσμου λήγοντος εἰς τὸ ν, τοῦ δὲ προσηγορικοῦ ἀρχομένου ἐξ ἀφώνου τοῦ χ· ἀσύμμικτα δὲ κατὰ μίαν συλλαβὴν προηγουμένου τοῦ ν φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· ὥστε τὰ τῶν συλλαβῶν δύο μόρια οὐ συνάπτει τὸν ἦχον, ἀλλ’ ἀνάγκη σιωπήν τινα γενέσθαι μέσοιν ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρων τῶν γραμμάτων τὰς δυνάμεις. ἔτι καὶ τὸ ‘κλυτάν’ ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν καὶ δυσεκφώνητον ἀναβολὴν καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ τὶς ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσει ‘ἐπί τε λυτάν’, λυθήσεται καὶ τὸ τραχὺ τῆς ἁρμονίας. τοιοῦτον δὲ καὶ τὸ ‘πέμπετε’ τῷ ‘κλυτάν’ ἐπικείμενον οὐκ εὐκέραστον ἦχον ἔχει, ἀλλ’ ἀνάγκη στηριχθῆναι τὸ ν, καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π· οὐ γὰρ ὑποτακτικὸν τῷ ν τὸ π· τούτου δ’ αἴτιον ὁ τοῦ στόματος σχηματισμός, οὔτε κατὰ τὸν αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων τούτων ἐκφερομένων ὡς προδεδήλωταί μοι. καὶ πολλά τις ἂν εὕροι τοιαῦτα, ὅλην τὴν ᾠδὴν σκοπῶν.

     Πινδάρου μὲν οὖν ἅλις ἔστω· Θουκυδίδου δὲ λαμβανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε·

     ‘Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου, καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντες εἰς αὐτὸν ἦσαν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον· κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δ’ εἰπεῖν, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων· τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν’.

     Αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συνεζευγμένας ἀκριβῶς τὰς ἁρμονίας, οὐδὲ ἔστιν εὐεπὴς καὶ μαλακή, ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ στρυφνὸν ἐμφαίνει, οὐδὲν δέομαι λέγειν, ἄλλως τε καὶ αὐτοῦ τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, ‘κτῆμα δ’ εἰς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται’. τίνα δ’ ἐστὶ τὰ θεωρήματα, οἷς χρησάμενος ὁ ἀνὴρ οὕτως αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, δι’ ὀλίγων σημανῶ.

     Αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος τὸ ‘ξυνέγραψεν’ ἐπαγόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ σ τοῦ ξ κατὰ συνεκφοράν, δεῖ δὲ τοῦ σ σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ ξ· τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. ἔπειθ’ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν καὶ τοῦ τ καὶ τοῦ π καὶ τοῦ κ, τετράκις ἑξῆς ἀλλήλαις παρακείμεναι, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ ‘τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων’· τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐχὶ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν· ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἐν τῷ ‘καὶ Ἀθηναίων’ διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διέστηκε πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ι καὶ τοῦ α καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δ’ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι. καὶ πολλὰ τοιαῦτα ἂν εὕροι τις.

  [23] Ἡ δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις χαρακτῆρα τοιόνδε ἔχει· οὐ ζητεῖ καθ’ ἓν ἕκαστον ὄνομα ἐκ περιφανείας ὁρᾶσθαι, οὐδ’ ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ καὶ ἀσφαλεῖ, ο
ὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν εἶναι χρόνους, οὐδὲ τὸ βραδὺ καὶ σταθερὸν φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ θατέρων ὀνομάτων ὥσπερ τὰ ῥέοντα, καὶ συνυφάνθαι τὰ μόρια, ὡς μιᾶς λέξεως ὄρεξιν διατελεῖν εἰς δύναμιν· τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι· χρόνον οὐδένα αἰσθητὸν μεταξὺ ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὑφαῖς ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις· εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά. τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθειαί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον δι’ εὐλαβείας ἔχει· καὶ τὰ κῶλα δὲ τοῖς κώλοις εὖ συνυφάνθαι βούλεται καὶ πάντα εἰς περίοδον τελευτᾶν ὁρίζουσαν κώλου τε μῆκος ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις, ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥσπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστάτοις, ἀλλὰ τοῖς τρυφεροῖς καὶ θεατρικοῖς χρῆται· καὶ ὅλως τοὐναντίον ἔχει σχῆμα τῆς προτέρας. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος· μελοποιῶν δὲ Σαπφὼ καὶ μετ’ αὐτὴν Ἀνακρέων καὶ Σιμωνίδης· τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης· συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος· ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ.

     Ποικιλόθρον’ ἀθάνατ’ Ἀφροδίτα,

     παῖ Διὸς δολοπλόκε, λίσσομαί σε,

     μή μ’ ἄσαισι μηδ’ ἀνίαισι δάμνα

     πότνια θυμόν·

     ἀλλὰ τύ δελφὲ πόκα τ’ ἔρωτα

     τὰς ἐμὰς αὐδὰς ἀίοις· ἀπόλυ

     ἔκλυες· πατρὸς δὲ δόμον λιποῖσα,

     χρύσειον ἦλθες

     ἅρμ’ ὑποζεύξασα· καλοὶ δέ σ’ ἄγον

     ὠκέες στρουθοὶ περὶ γᾶς μελαίνας

     πυκνὰ δινεῦντες πτέρ’ ἀπ’ ὠρανὤθε   ρος διὰ μέσω.

     αἶψα δ’ ἐξίκοντο· τὺ δ’ ὦ μάκαιρα

     μειδιάσασ’ ἀθανάτω προσώπω

     ἤρε’ ὅ τι δ’ ἦν τὸ πέπονθα, κὤτι

     δεῦρο κάλημι·

     κὤτι γ’ ἐμῶ μάλιστα θέλω γενέσθω

     μαινόλα θυμῶ· τίνα δηὖτε πειθὼ

     καὶ σαγήνεσσαν φιλότητα· τίς ὦ

     Σαπφὼ δίκη·

     καὶ γὰρ εἰ φεύγει ταχέως διώξει·

     αἰ δὲ δῶρα μὴ δὲ καί τ’ ἄλλα δώσει·

     αἰ δὲ μὴ φιλεῖ, ταχέως φιλήσει·

     κὤ εἰ καὶ θέλεις.

     ἐλθέ μοι καὶ νῦν· χαλεπᾶν δὲ λῦσον

     ἐκ μεριμνᾶν· ὅσα δέ μοι τελέσαι

     θυμὸς ἱμέρει τέλεσον, σὺ δ’ αὐτᾶ

     σύμμαχος ἔσσο.

  ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαι καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων τε πρὸς ἡμίφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις, αἳ διασαλεύουσι τοὺς ἤχους, ὀλίγαι πάνυ ἔνεισιν. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.

     Καὶ Σαπφοῦς μὲν ταῦτα· Ἰσοκράτους δὲ ἐκ τοῦ Ἀρεοπαγιτικοῦ τάδε·

     ‘Πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινά ποτε γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ ἢ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ’ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμους ἡμῖν ἤν τι δέῃ βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας. ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δ’ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδ’ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ δι’ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ το�
�των ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ’ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησιν καὶ σωφροσύνη καὶ πολλὴ μετριότης. ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν· ἴδοι γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.’

 

‹ Prev