Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 372
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 372

by Dionysius of Halicarnassus


  [11] ὥστε εἴ τις ἀξιοίη λόγῳ διδαχθῆναι ταύτην τὴν δύναμιν, ἥ τίς ποτ’ ἐστίν, οὐκ ἂν φθάνοι καὶ ἄλλων πολλῶν καὶ καλῶν πραγμάτων δυσεκλαλήτων ἀπαιτῶν λόγον· λέγω δὲ ἐπὶ κάλλους μὲν σωμάτων, τί δή ποτε τοῦτ’ ἐστίν, ὃ καλοῦμεν ὥραν, ἐπὶ κινήσεως δὲ μελῶν καὶ πλοκῆς φθόγγων, τί λέγεται τὸ εὐάρμοστον, ἐπὶ συμμετρίας δὲ χρόνων, τίς ἡ τάξις καὶ τί τὸ εὔρυθμον, καὶ ἐπὶ παντὸς δὲ συλλήβδην ἔργου τε καὶ πράγματος, τίς ὁ λεγόμενος καιρὸς καὶ ποῦ τὸ μέτριον. αἰσθήσει γὰρ τούτων ἕκαστον καταλαμβάνεται καὶ οὐ λόγῳ. ὥσθ’ ὅπερ οἱ μουσικοὶ παραγγέλλουσι ποιεῖν τοῖς βουλομένοις ἀκούειν ἀκριβῶς ἁρμονίας, ὥστε μηδὲ τὴν ἐλαχίστην ἐν τοῖς διαστήμασι δίεσιν ἀγνοεῖν, τὴν ἀκοὴν ἐθίζειν καὶ μηδὲν ἄλλο ταύτης ἀκριβέστερον ζητεῖν κριτήριον, τοῦτο κἀγὼ τοῖς ἀναγινώσκουσι τὸν Λυσίαν καὶ τίς ἡ παρ’ αὐτῷ χάρις ἐστὶ βουλομένοις μαθεῖν ὑποθείμην ἂν ἐπιτηδεύειν, χρόνῳ πολλῷ καὶ μακρᾷ τριβῇ καὶ ἀλόγῳ πάθει τὴν ἄλογον συνασκεῖν αἴσθησιν. ταύτην μέντοι κρατίστην τε ἀρετὴν καὶ χαρακτηρικωτάτην τῆς Λυσίου λέξεως ἔγωγε τίθεμαι, εἴτε φύσεως αὐτὴν δεῖ καλεῖν εὐτυχίαν εἴτε πόνου καὶ τέχνης ἐργασίαν εἴτε μικτὴν ἐξ ἀμφοῖν ἕξιν ἢ δύναμιν, ᾗ πάντας ὑπερέχει τοὺς λοιποὺς ῥήτορας. καὶ ὅταν διαπορῶ περί τινος τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ μὴ ῥᾴδιον ᾖ μοι διὰ τῶν ἄλλων σημείων τἀληθὲς εὑρεῖν, ἐπὶ ταύτην καταφεύγω τὴν ἀρετὴν ὡς ἐπὶ ψῆφον ἐσχάτην. ἔπειτα ἂν μὲν αἱ χάριτες αἱ τῆς λέξεως ἐπικοσμεῖν δοκῶσί μοι τὴν γραφήν, τῆς Λυσίου ψυχῆς αὐτὴν τίθεμαι καὶ οὐδὲν ἔτι πορρωτέρῳ ταύτης σκοπεῖν ἀξιῶ. ἐὰν δὲ μηδεμίαν ἡδονὴν μηδὲ ἀφροδίτην ὁ τῆς λέξεως χαρακτὴρ ἔχῃ, δυσωπῶ καὶ ὑποπτεύω μήποτ’ οὐ Λυσίου ὁ λόγος καὶ οὐκ ἔτι βιάζομαι τὴν ἄλογον αἴσθησιν, οὐδ’ ἐὰν πάνυ δεινὸς εἶναι τὰ γοῦν ἄλλα μοι δοκῇ καὶ περιττῶς ἐξειργασμένος ὁ λόγος, τὸ μὲν εὖ γράφειν πολλοῖς οἰόμενος ὑπάρχειν κατά τινας καὶ ἄλλους ἰδίους λέξεως χαρακτῆρας (πολυειδὲς γὰρ τοῦτο), τὸ δ’ ἡδέως καὶ κεχαρισμένως καὶ ἐπαφροδίτως Λυσίᾳ.

     τεκμηρίῳ γ’ οὖν οὐκ ἄλλῳ τινὶ κρείττονι χρώμενος ἢ τῷ καθ’ ἡδονὴν ἑρμηνεύεσθαι τὰ ὑπὸ τούτου λεγόμενα [12] [ᾧ] πολλοὺς ἤδη τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ πεπιστευμένων ὑπὸ τοῦ πλήθους, ὡς εἰσὶν ἐν τοῖς πάνυ γνησίοις Λυσίου, καὶ τά γε ἄλλα οὐκ ἀτόπως ἔχοντας, ὅτι τὴν χάριν οὐ προσβάλλουσι τὴν Λυσιακὴν οὐδὲ τὴν εὐστομίαν ἔχουσιν ἐκείνης τῆς λέξεως, ὑποπτεύσας τε καὶ βασανίσας εὗρον οὐκ ὄντας Λυσίου. ὧν ἐστι καὶ ὁ περὶ τῆς Ἰφικράτους εἰκόνος, ὃν οἶδ’ ὅτι πολλοὶ καὶ χαρακτῆρα ἡγήσαιντο ἂν καὶ κανόνα τῆς ἐκείνου δυνάμεως. οὗτος μέντοι ὁ λόγος ὁ καὶ τοῖς ὀνόμασιν ἡρμηνεῦσθαι δοκῶν ἰσχυρῶς καὶ τοῖς ἐνθυμήμασιν εὑρῆσθαι περιττῶς καὶ ἄλλας πολλὰς ἀρετὰς ἔχων ἄχαρίς ἐστι καὶ πολλοῦ δεῖ τὸ Λυσιακὸν ἐπιφαίνειν στόμα. μάλιστα δ’ ἐγένετό μοι καταφανὴς ὅτι οὐχ ὑπ’ ἐκείνου τοῦ ῥήτορος ἐγράφη, τοὺς χρόνους ἀναλογισαμένῳ. εἰ γὰρ ὀγδοηκονταετῆ γενόμενον θήσει τις τελευτῆσαι Λυσίαν ἐπὶ Νίκωνος ἢ ἐπὶ Ναυσινίκου ἄρχοντος, ἑπτὰ ἔτεσιν ὅλοις ἂν εἴη προτεροῦσα τῆς γραφῆς τοῦ ψηφίσματος ἡ τελευτὴ τοῦ ῥήτορος. μετὰ γὰρ Ἀλκισθένην ἄρχοντα, ἐφ’ οὗ τὴν εἰρήνην Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι καὶ βασιλεὺς ὤμοσαν, ἀποδοὺς τὰ στρατεύματα Ἰφικράτης ἰδιώτης γίνεται καὶ τὸ περὶ τῆς εἰκόνος ἦν τότ’ ἔτεσιν ἑπτὰ πρότερον τετελευτηκότος τῆς γραφῆς Λυσίου, πρὸ τοῦ συντάξασθαι τοῦτον τὸν ἀγῶνα Ἰφικράτει. ὁμοίως δὲ καὶ τὴν ἀπολογίαν τοῦ ἀνδρὸς καὶ αὐτὴν εἰς Λυσίαν ἀναφερομένην οὔτε τοῖς πράγμασιν ἀτόπως ἔχουσαν οὔτε τοῖς ὀνόμασιν ἀσθενῶς δι’ ὑποψίας ἔλαβον οὐκ ἐπανθούσης τῇ λέξει τῆς Λυσιακῆς χάριτος· καὶ παραθεὶς τοὺς χρόνους οὐκ ὀλίγοις ἔτεσιν εὗρον ὑστεροῦσαν τῆς τελευτῆς τοῦ ῥήτορος ἀλλὰ καὶ εἴκοσιν ὅλοις. ἐν γὰρ τῷ συμμαχικῷ πολέμῳ τὴν εἰσαγγελίαν Ἰφικράτης ἠγώνισται καὶ τὰς εὐθύνας ὑπέσχηκε τῆς στρατηγίας, ὡς ἐξ αὐτοῦ γίνεται τοῦ λόγου καταφανές· οὗτος δὲ ὁ πόλεμος πίπτει κατὰ Ἀγαθοκλέα καὶ Ἐλπίνην ἄρχοντας. ὅτου μὲν οὖν εἰσι λόγοι [τοῦ] ῥήτορος ‹οἱ› περί τε τῆς εἰκόνος καὶ τῆς προδοσίας, οὐκ ἔχω βεβαίως εἰπεῖν. ὅτι δὲ ἑνὸς ἀμφότεροι, πολλοῖς τεκμηρίοις ἔχοιμ’ ἂν εἰπεῖν· ἡ γὰρ αὐτὴ προαίρεσίς τε καὶ δύναμις ἐν ἀμφοτέροις, ὑπὲρ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι διασκοπεῖν. εἰκάζω δὲ Ἰφικράτους εἶναι αὐτούς· καὶ γὰρ τὰ πολέμια δεινὸς ὁ ἀνὴρ καὶ ἐν λόγοις οὐκ εὐκαταφρόνητος, ἥ τε λέξις ἐν ἀμφοῖν πολὺ τὸ φορτικὸν καὶ στρατιωτικὸν ἔχει καὶ οὐχ οὕτως ἐμφαίνει ῥητορικὴν ἀγχίνοιαν ὡς στρατιωτικὴν αὐθάδειαν καὶ ἀλαζονείαν. ἀλλ’ ὑπὲρ μὲν τούτων ἑτέρωθι δηλωθήσεται διὰ πλειόνων.

  [13] ἀνιτέον δέ, ὅθεν ἐξέβημεν εἰς ταῦτα, ὅτι κράτιστόν ἐστι τῶν Λυσίου ἔργων καὶ χαρακτηρικώτατον τῆς δυνάμεως ἡ κοσμοῦσά τε καὶ ἀνθίζουσα τὴν λέξιν αὐτοῦ χάρις, ἣν οὔθ’ ὑπερεβάλ�
�το τῶν ἐπιγινομένων οὐθεὶς οὔτε εἰς ἄκρον ἐμιμήσατο. καὶ τὰ μὲν περὶ τὴν ἑρμηνείαν ἀγαθὰ τοῦ ῥήτορος ταῦτα· συγκεφαλαιώσομαι γὰρ τὰ ῥηθέντα· τὸ καθαρὸν τῶν ὀνομάτων, ἡ ἀκρίβεια τῆς διαλέκτου, τὸ διὰ τῶν κυρίων καὶ μὴ τροπικῶν κατασκευῶν ἐκφέρειν τὰ νοήματα, ἡ σαφήνεια, ἡ συντομία, τὸ συστρέφειν τε καὶ στρογγυλίζειν τὰ νοήματα, τὸ ὑπὸ τὰς αἰσθήσεις ἄγειν τὰ δηλούμενα, τὸ μηδὲν ἄψυχον ὑποτίθεσθαι πρόσωπον μηδὲ ἀνηθοποίητον, ἡ τῆς συνθέσεως τῶν ὀνομάτων ἡδονὴ μιμουμένης τὸν ἰδιώτην, τὸ τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι τοὺς πρέποντας ἐφαρμόττειν λόγους, ἡ πιθανότης καὶ τὸ πειστικὸν καὶ ἡ χάρις καὶ ὁ πάντα μετρῶν καιρός. ταῦτα παρὰ Λυσίου λαμβάνων ἄν τις ὠφεληθείη. ὑψηλὴ δὲ καὶ μεγαλοπρεπὴς οὐκ ἔστιν ἡ Λυσίου λέξις οὐδὲ καταπληκτικὴ μὰ Δία καὶ θαυμαστὴ οὐδὲ τὸ πικρὸν ἢ τὸ δεινὸν ἢ τὸ φοβερὸν ἐπιφαίνουσα οὐδὲ ἁφὰς ἔχει καὶ τόνους ἰσχυροὺς οὐδὲ θυμοῦ καὶ πνεύματός ἐστι μεστὴ οὐδ’, ὥσπερ ἐν τοῖς ἤθεσίν ἐστι πιθανή, οὕτως ἐν τοῖς πάθεσιν ἰσχυρὰ οὐδ’ ὡς ἡδῦναι καὶ πεῖσαι καὶ χαριεντίσασθαι δύναται, οὕτω βιάσασθαί τε καὶ προσαναγκάσαι. ἀσφαλής τε μᾶλλόν ἐστιν ἢ παρακεκινδυνευμένη καὶ οὐκ ἐπὶ τοσοῦτον ἰσχὺν ἱκανὴ δηλῶσαι τέχνης, ἐφ’ ὅσον ἀλήθειαν εἰκάσαι φύσεως.

  [14] καὶ θαυμάζειν ἄξιον, τί δή ποτε παθὼν ὁ Θεόφραστος τῶν φορτικῶν καὶ περιέργων αὐτὸν οἴεται ζηλωτὴν γενέσθαι λόγων καὶ τὸ ποιητικὸν διώκειν μᾶλλον ἢ τὸ ἀληθινόν. ἐν γοῦν τοῖς Περὶ λέξεως γραφεῖσι τῶν τε ἄλλων καταμέμφεται τῶν περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις καὶ τὰ παραπλήσια τούτοις σχήματα διεσπουδακότων καὶ δὴ καὶ τὸν Λυσίαν ἐν τούτοις κατηρίθμηκε, τὸν ὑπὲρ Νικίου τοῦ στρατηγοῦ τῶν Ἀθηναίων λόγον, ὃν εἶπεν ἐπὶ Συρακουσίων αἰχμάλωτος ὤν, ὡς ὑπὸ τούτου γεγραμμένον τοῦ ῥήτορος παρατιθείς. κωλύσει δ’ οὐδὲν ἴσως καὶ τὴν λέξιν αὐτὴν θεῖναι τὴν Θεοφράστου. ἔστι δὲ ἥδε· ‘ἀντίθεσις δ’ ἐστὶ τριττῶς, ὅταν τῷ αὐτῷ τὰ ἐναντία ἢ τῷ ἐναντίῳ τὰ αὐτὰ ἢ τοῖς ἐναντίοις ἐναντία προσκατηγορηθῇ. τοσαυταχῶς γὰρ ἐγχωρεῖ συζευχθῆναι. τούτων δὲ τὸ μὲν ἴσον καὶ τὸ ὅμοιον παιδιῶδες καὶ καθαπερεὶ ποίημα· διὸ καὶ ἧττον ἁρμόττει τῇ σπουδῇ. φαίνεται γὰρ ἀπρεπὲς σπουδάζοντα τοῖς πράγμασι τοῖς ὀνόμασι παίζειν καὶ τὸ πάθος τῇ λέξει περιαιρεῖν· ἐκλύει γὰρ τὸν ἀκροατήν. οἷον ὡς ὁ Λυσίας ἐν τῇ τοῦ Νικίου ἀπολογίᾳ βουλόμενος ἔλεον ποιεῖν· Ἑλλήνων κλαίω ἀμάχητον καὶ ἀναυμάχητον ὄλεθρον ... ἱκέται μὲν αὐτοὶ τῶν θεῶν καθίζοντες, προδότας δὲ τῶν ὅρκων ὑμᾶς ἀποφαίνοντες ... ἀνακαλοῦντές τε συγγένειαν, εὐμένειαν.’ ταῦτα γὰρ εἰ μὲν τῷ ὄντι Λυσίας ἔγραψε, δικαίως ἂν ἐπιτιμήσεως ἀξιοῖτο χαριεντιζόμενος ἐν οὐ χαρίεντι καιρῷ. εἰ δὲ ἑτέρου τινός ἐστιν ὁ λόγος, ὥς περ ἔστιν, ὁ κατηγορῶν, ἃ μὴ προσῆκε, τοῦ ἀνδρὸς μεμπτότερος. ὅτι δὲ οὐκ ἔγραψε Λυσίας τὸν ὑπὲρ Νικίου λόγον οὐδ’ ἔστιν οὔτε τῆς ψυχῆς οὔτε τῆς λέξεως ἐκείνης τὸ γράμμα, πολλοῖς πάνυ τεκμηρίοις ἀποδεῖξαι δυνάμενος οὐκ ἔχω καιρὸν ἐν τῷ παρόντι λόγῳ. ἰδίαν δὲ περὶ τοῦ ῥήτορος πραγματείαν συνταττόμενος, ἐν ᾗ τά τε ἄλλα δηλωθήσεταί μοι καὶ τίνες εἰσὶν αὐτοῦ λόγοι γνήσιοι, τὴν ἀκρίβειαν ἐν ἐκείνοις καὶ περὶ τοῦδε ἀποδοῦναι πειράσομαι τοῦ λόγου.

  [15] νυνὶ δὲ περὶ τῶν ἑξῆς διαλέξομαι, τίς ὁ πραγματικός ἐστι Λυσίου χαρακτήρ, ἐπειδὴ τὸν ὑπὲρ τῆς λέξεως ‹λόγον› ἀποδέδωκα· τουτὶ γὰρ ἔτι λείπεται τὸ μέρος. εὑρετικὸς γάρ ἐστι τῶν ἐν τοῖς πράγμασιν ἐνόντων λόγων ὁ ἀνήρ, οὐ μόνον ὧν ἅπαντες ἂν εὕροιμεν, ἀλλὰ καὶ ὧν μηθείς. οὐδὲν γὰρ ἁπλῶς Λυσίας παραλείπει τῶν στοιχείων, ἐξ ὧν οἱ λόγοι, οὐ τὰ πρόσωπα, οὐ τὰ πράγματα, οὐκ αὐτὰς τὰς πράξεις, οὐ τρόπους τε καὶ αἰτίας αὐτῶν, οὐ καιρούς, οὐ χρόνους, οὐ τόπους, οὐ τὰς ἑκάστου τούτων διαφορὰς ἄχρι τῆς εἰς ἐλάχιστον τομῆς, ἀλλ’ ἐξ ἁπάσης θεωρίας καὶ παντὸς μερισμοῦ τὰς οἰκείας ἀφορμὰς ἐκλέγει. δηλοῦσι δὲ μάλιστα τὴν δεινότητα τῆς εὑρέσεως αὐτοῦ οἵ τε ἀμάρτυροι τῶν λόγων καὶ οἱ περὶ τὰς παραδόξους συνταχθέντες ὑποθέσεις, ἐν οἷς πλεῖστα καὶ κάλλιστα ἐνθυμήματα λέγει καὶ τὰ πάνυ δοκοῦντα τοῖς ἄλλοις ἄπορα εἶναι καὶ ἀδύνατα εὔπορα καὶ δυνατὰ φαίνεσθαι ποιεῖ, κριτικὸς ὧν δεῖ λέγειν καὶ ὅτε μὴ πᾶσιν ἐξῆν χρῆσθαι τοῖς εὑρεθεῖσι, τῶν κρατίστων δὲ καὶ κυριωτάτων ἐκλεκτικός, εἰ μὴ καὶ μάλιστα τῶν ἄλλων ῥητόρων, οὐδενός γε ἧττον. τάξει δὲ ἁπλῇ τινι κέχρηται τῶν πραγμάτων καὶ τὰ πολλὰ ὁμοειδεῖ, καὶ περὶ τὰς ἐξεργασίας τῶν ἐπιχειρημάτων ἀφελής τις καὶ ἀπερίεργός ἐστιν· οὔτε γὰρ προκατασκευαῖς οὔτ’ ἐφόδοις οὔτε μερισμοῖς οὔτε ποικιλίαις σχημάτων οὔτε ταῖς ἄλλαις ταῖς τοιαύταις πανουργίαις εὑρίσκεται χρώμενος, ἀλλ’ ἔστιν ἀπέριττός τις ἐλευθέριός τε καὶ ἀπόνηρος οἰκονομῆσαι τὰ εὑρεθέντα. ἐκ δὴ τούτων παρακελεύομαι τοῖς ἀναγινώσκουσιν αὐτὸν τὴν μὲν εὕρεσιν τῶν ἐνθυμημάτων καὶ
τὴν κρίσιν ζηλοῦν, τὴν δὲ τάξιν καὶ τὴν ἐργασίαν αὐτῶν, ἐνδεεστέραν οὖσαν τοῦ προσήκοντος, μὴ ἀποδέχεσθαι τοῦ ἀνδρός, ἀλλὰ παρ’ ἑτέρων, οἳ κρείττους οἰκονομῆσαι τὰ εὑρεθέντα ἐγένοντο, περὶ ὧν ὕστερον ἐρῶ, τοῦτο τὸ στοιχεῖον λαμβάνειν.

  [16] ἀποδεδωκὼς δὲ τὸν ὑπὲρ τῶν ἀρετῶν τε καὶ στοιχείων λόγον, ἐρῶ νῦν καὶ περὶ τοῦ γένους [τῶν ἀμφισβητημάτων] ἐν οἷς ἐστι θεωρήμασιν ἡ πολιτικὴ τέχνη. τριχῇ δὲ νενεμημένου τοῦ ῥητορικοῦ λόγου καὶ τρία περιειληφότος διάφορα τοῖς τέλεσι γένη, τό τε δικανικὸν καὶ τὸ συμβουλευτικὸν καὶ τὸ καλούμενον ἐπιδεικτικὸν ἢ πανηγυρικόν, ἐν ἅπασι μὲν τούτοις ἐστὶν ὁ ἀνὴρ λόγου ἄξιος, μάλιστα δὲ ἐν τοῖς δικανικοῖς ἀγῶσι. κἀν τούτοις δὲ αὐτοῖς ἀμείνων ἐστὶ τὰ μικρὰ καὶ παράδοξα καὶ ἄπορα εἰπεῖν καλῶς, ἢ τὰ σεμνὰ καὶ μεγάλα καὶ εὔπορα δυνατῶς. ὁ βουλόμενος δὴ τὴν Λυσίου δύναμιν ἀκριβῶς καταμαθεῖν ἐκ τῶν δικανικῶν αὐτὴν μᾶλλον λόγων ἢ ἐκ τῶν πανηγυρικῶν τε καὶ συμβουλευτικῶν σκοπείτω. ἵνα δὲ καὶ περὶ τῶν ἰδεῶν ἐγγένηταί μοι τὰ προσήκοντα εἰπεῖν, ἐάσω τε ταῦτα περί τε προοιμίων καὶ διηγήσεων καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου καὶ διαλέξομαι καὶ δηλώσω, ποῖός τίς ἐστιν ἐν ἑκάστῃ τῶν ἰδεῶν ὁ ἀνήρ. διαιρήσομαι δὲ αὐτάς, ὡς Ἰσοκράτει τε καὶ τοῖς κατ’ ἐκεῖνον τὸν ἄνδρα κοσμουμένοις ἤρεσεν, ἀρξάμενος ἀπὸ τῶν προοιμίων.

 

‹ Prev