[20] ταῦθ’ ὅτι μὲν ὅλῳ τῷ γένει διαφέρει τῶν ἐπιδεικτικῶν τε καὶ συμβουλευτικῶν κατὰ τὸν χαρακτῆρα τῆς λέξεως, οὐθείς ἐστιν ὃς οὐκ ἂν ὁμολογήσειεν. οὐ μέντοι παντάπασί γε τὴν Ἰσοκράτειον ἀγωγὴν ἐκβέβηκεν, ἀκαρῆ δέ τινα διασῴζει τῆς κατασκευῆς τε καὶ σεμνολογίας ἐκείνης ἐνθυμήματα καὶ ποιητικώτερα μᾶλλόν ἐστιν ἢ ἀληθινώτερα. οἷον ὅταν φῇ· ‘ἡγούμην δέ, εἰ μὲν προείμην τὰ χρήματα, κινδυνεύσειν.’ τὸ γὰρ ἀποίητόν τε καὶ ἀφελὲς τοιοῦτον· ‘ἡγούμην δὲ [μὴ] παραδοὺς τὰ χρήματα κινδυνεύσειν.’ ἔτι ἐκεῖνο· ‘καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, νομίζων, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαί με ὑπὸ τῆς πόλεως Σατύρῳ, εἰ δὲ ἄλλοσέ ποι τραποίμην, οὐδὲν αὐτῷ μελήσειν τῶν ἐμῶν λόγων, εἰ δὲ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός.’ ἥ τε γὰρ περίοδος ἐκμηκύνεται καὶ ... πέρα τοῦ δικανικοῦ τρόπου καὶ ἡ σύνθεσις ἔχει τι τοῦ ποιητικοῦ τό τε σχῆμα τῆς λέξεως ἐκ τῶν ἐπιδεικτικῶν εἴληπται παρισώσεων καὶ παρομοιώσεων. τό τε οὖν ἐπιχειροίην καὶ τραποίμην καὶ εἰσπλευσοίμην ἐν ἑνὶ χωρίῳ κείμενα καὶ τῶν κώλων τριῶν ὄντων τὸ [μὲν] μῆκος ἴσον ὑπάρχον τεκμήρια τῆς Ἰσοκράτους κατασκευῆς ἐστι. καὶ τὰ τούτοις ἐπιφερόμενα· ‘διενοεῖτό με ἀποστερεῖν τὰ χρήματα καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτο ἀπορεῖν καὶ οὐκ ἂν ἔχειν’ παρόμοιά τε καὶ παραπλήσια ἀλλήλοις ἐστίν. καὶ πρὸς τούτοις, ἃ μετ’ ὀλίγον ἐπιτίθησιν· ‘ὥστε πίστεις τε ‹τὰς› μεγίστας αὐτῷ δεδωκὼς εἴη καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν γυναῖκα τῷ ἑαυτοῦ υἱεῖ εἰληφώς.’ καὶ γὰρ ἐνταῦθα πάλιν τὸ δεδωκὼς καὶ πεποιηκὼς καὶ εἰληφὼς παρόμοιον καὶ ‹τὸ› τὴν ἀρχὴν καὶ τὴν ἀδελφήν. ἔχοι δὲ ἄν τις καὶ ἄλλα πρὸς τούτοις λέγειν, ἐξ ὧν ὁ χαρακτὴρ τοῦ ῥήτορος ἔσται καταφανής, ἀνάγκη δὲ ἴσως στοχάζεσθαι τοῦ χρόνου.
De Isaeo
ΙΣΑΙΟΣ ΑΘΗΝΑΙΟΣ
[1] Ἰσαῖος δὲ ὁ Δημοσθένους καθηγησάμενος καὶ διὰ τοῦτο μάλιστα γενόμενος περιφανής, ὡς μέν τινες ἱστοροῦσιν, Ἀθηναῖος ἦν τὸ γένος, ὡς δ’ ἕτεροι γράφουσι, Χαλκιδεύς. ἤκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ λόγων αὐτοῦ τεκμαίρομαι, καὶ μέχρι τῆς Φιλίππου δυναστείας παρεξέτεινε. γενέσεως δὲ καὶ τελευτῆς τοῦ ῥήτορος ἀκριβῆ χρόνον εἰπεῖν οὐκ ἔχω οὐδὲ δὴ περὶ τοῦ βίου τἀνδρός, οἷός τις ἦν, οὐδὲ περὶ τῆς προαιρέσεως τῶν πολιτευμάτων οὐδέν, ἀρχὴν εἰ προείλετό τινα ἢ πολιτείαν, οὐδ’ ὅλως περὶ τῶν τοιούτων οὐδενὸς διὰ τὸ μηδεμιᾷ τοιαύτῃ περιτυγχάνειν ἱστορίᾳ. οὐδὲ γὰρ ὁ τοὺς Ἰσοκράτους μαθητὰς ἀναγράψας Ἕρμιππος, ἀκριβὴς ἐν τοῖς ἄλλοις γενόμενος, ὑπὲρ τοῦδε τοῦ ῥήτορος οὐδὲν εἴρηκεν ἔξω δυεῖν τούτων, ὅτι διήκουσε μὲν Ἰσοκράτους καθηγήσατο δὲ Δημοσθένους. [συνεγένετο δὲ τοῖς ἀρίστοις τῶν φιλοσόφων.]
[2] λείπεται δὴ περὶ τῆς προαιρέσεως καὶ δυνάμεως αὐτοῦ καὶ τίνι κέχρηται χαρακτῆρι λέγειν. γένους μὲν δὴ λόγων ἑνὸς ἀσκητὴς ἐγένετο τοῦ δικανικοῦ καὶ περὶ τοῦτο μάλιστα ἐσπούδασε. χαρακτῆρα δὲ τὸν Λυσίου κατὰ τὸ πλεῖστον ἐζήλωσε καὶ εἰ μή τις ἔμπειρος πάνυ τῶν ἀνδρῶν εἴη καὶ τριβὰς ἀξιολόγους ἀμφοῖν ἔχων, οὐκ ἂν διαγνοίη ῥᾳδίως πολλοὺς τῶν λόγων, ὁποτέρου τῶν ῥητόρων εἰσίν, ἀλλὰ παρακρούσεται ταῖς ἐπιγραφαῖς ‹οὐχ› οὕτως ἀκριβῶς ἐχούσαις, ὡς διὰ μιᾶς δηλοῦταί μοι γραφῆς. οὐ μὴν ἀπαράλλακτός γέ ἐστιν ἡ τοῦ χαρακτῆρος ὁμοιότης, ἀλλὰ ἔχουσα διαφοράς τινας οὐ μικρὰς οὐδὲ ὀλίγας καὶ κατὰ τὴν ἑρμηνείαν καὶ κατὰ τὰ πράγματα, περὶ ὧν καιρὸς ἂν εἴη λέγειν, ὡς ἡμεῖς ὑπειλήφαμεν. ἐπειδὴ δὲ κατὰ τὴν λέξιν μᾶλλον ἔοικε τῷ Λυσίᾳ, τὴν ἀρχὴν ἀπὸ ταύτης ποιησάμενος τὰς ὁμοιότητάς τε καὶ τὰς διαφοράς, ἃς ἔχει πρὸς ἐκείνην, ἐρῶ.
[3] καθαρὰ μὲν καὶ ἀκριβὴς καὶ σαφὴς κυρία τε καὶ ἐναργὴς καὶ σύντομος, πρὸς δὲ τούτοις πιθανή τε καὶ πρέπουσα τοῖς ὑποκειμένοις στρογγύλη τε καὶ δικανικὴ οὐχ ἧττόν ἐστιν ἡ Ἰσαίου λέξις τῆς Λυσίου, καὶ κατὰ μὲν ταῦτα οὐκ ἄν τις αὐτὴν διαγνοίη. διαφέρειν δὲ ἐκείνης δόξειεν ἂν ἐν τοῖσδε· ἣ μὲν γὰρ ἀφελής τε καὶ ἠθικὴ μᾶλλόν ἐστι σύγκειταί τε φυσικώτερον καὶ ἐσχημάτισται ἁπλούστερον ἡδονῇ τε καὶ χάριτι πολλῇ κεχορήγηται. ἡ δὲ Ἰσαίου τεχνικωτέρα δόξειεν ἂν εἶναι καὶ ἀκριβεστέρα τῆς Λυσίου τήν τε σύνθεσιν περιεργοτέρα τις καὶ σχηματισμοῖς διειλημμένη ποικίλοις, ὅσον τε ἀπολείπεται τῆς χάριτος ἐκείνης, τοσοῦτον ὑπερέχει τῇ δεινότητι τῆς κατασκευῆς καὶ πηγή τις ὄντως ἐστὶ τῆς Δημοσθένους δυνάμεως. τὴν μὲν οὖν λέξιν οὕτως ἄν τις διαγνοίη, ἐν δὲ τοῖς πράγμασι τοιαύτας τινὰς εὑρήσει διαφοράς. παρὰ Λυσίᾳ μὲν οὐ πολλὴν τὴν ἐπιτέχνησιν οὔτ’ ἐν ‹τοῖς› μερισμοῖς τῶν πραγμάτων οὔτ’ ἐν τῇ τάξει τῶν ἐνθυμημάτων οὔτ’ ἐν ταῖς ἐξεργασίαις αὐτῶν ὄψεται· ἁπλοῦς γὰρ ὁ ἀνήρ. παρ’ Ἰσαίῳ δὲ ‹ἀκριβέστερον› καὶ τεχνικώτερον ἤδη γινόμενα ταῦτα εὑρήσει. καὶ γὰρ ἐφόδοις χρῆ�
�αι καὶ προκατασκευαῖς καὶ μερισμοῖς τεχνικωτέροις καὶ τίθησιν ἐν οἷς δίδωσι χρῆσιν ἕκαστον καὶ μέχρι πολλοῦ προάγει τὰς τῶν ἐπιχειρημάτων ἐξεργασίας σχημάτων τε μεταβολαῖς ἐναγωνίων καὶ παθητικῶν ποικίλλει τοὺς λόγους. καὶ πρὸς μὲν τὸν ἀντίδικον διαπονηρεύεται, τοὺς δὲ δικαστὰς καταστρατηγεῖ, τοῖς δὲ πράγμασιν, ὑπὲρ ὧν ὁ λόγος, ἐκ παντὸς πειρᾶται βοηθεῖν.
[4] ἵνα δὲ μᾶλλον ἡ διαφορὰ τῶν ἀνδρῶν γένηται καταφανής, εἰκόνι χρήσομαι τῶν ὁρατῶν τινι. εἰσὶ δή τινες ἀρχαῖαι γραφαί, χρώμασι μὲν εἰργασμέναι ἁπλῶς καὶ οὐδεμίαν ἐν τοῖς μίγμασιν ἔχουσαι ποικιλίαν, ἀκριβεῖς δὲ ταῖς γραμμαῖς καὶ πολὺ τὸ χαρίεν ἐν ταύταις ἔχουσαι. αἱ δὲ μετ’ ἐκείνας εὔγραμμοι μὲν ἧττον, ἐξειργασμέναι δὲ μᾶλλον, σκιᾷ τε καὶ φωτὶ ποικιλλόμεναι καὶ ἐν τῷ πλήθει τῶν μιγμάτων τὴν ἰσχὺν ἔχουσαι. τούτων μὲν δὴ ταῖς ἀρχαιοτέραις ἔοικεν ὁ Λυσίας κατὰ τὴν ἁπλότητα καὶ τὴν χάριν, ταῖς δὲ ἐκπεπονημέναις τε καὶ τεχνικωτέραις ὁ Ἰσαῖος. ἦν δὲ περὶ αὐτοῦ δόξα παρὰ τοῖς τότε γοητείας καὶ ἀπάτης, ὡς δεινὸς ἁνὴρ τεχνιτεῦσαι λόγους ἐπὶ τὰ πονηρότερα, καὶ εἰς τοῦτο διεβάλλετο. δηλοῖ δὲ τοῦτο τῶν ἀρχαίων τις ῥητόρων ἐν τῇ Δημοσθένους κατηγορίᾳ Πυθέας, ὡς ἐμοὶ δοκεῖ. πονηρίαν γὰρ τῷ Δημοσθένει καὶ κακίαν τὴν ἐξ ἀνθρώπων πᾶσαν ἐνοικεῖν φήσας, κατὰ τόδε τὸ μέρος οἷον εἰς διαβολὴν ἐπιτίθησιν, ὅτι τὸν Ἰσαῖον ὅλον καὶ τὰς τῶν λόγων ἐκείνου τέχνας σεσίτισται. καὶ μὰ Δία οὐκ ἄπο σκοποῦ τὴν διαβολὴν ταύτην εἶχεν ἑκάτερος. ἐμοὶ γοῦν οἱ μὲν Ἰσαίου τε καὶ Δημοσθένους λόγοι, κἂν περὶ ἀληθεῖς καὶ δικαίας συνταχθῶσιν ὑποθέσεις, ὕποπτοι δοκοῦσιν εἶναι τῆς πολλῆς ἐπιτεχνήσεως ἕνεκα, οἱ δὲ Ἰσοκράτους καὶ Λυσίου παντὸς μάλιστα δίκαιοί τε καὶ ἀληθεῖς, κἂν μὴ τοιαῦτα τὰ πράγματα ἐν αὐτοῖς, ὅτι κακοῦργον οὐδὲν ἐπιφαίνουσιν ἐπὶ τῆς κατασκευῆς, ἀλλ’ εἰσὶν ἐλεύθεροί τινες καὶ ἀφελεῖς.
[5] ταυτί μοι τὰ διαλλάττοντα ἔδοξεν εἶναι, ἐξ ὧν ἄν τις οὐ χαλεπῶς διαγνῶναι τοὺς Λυσίου τε καὶ Ἰσαίου λόγους δυνηθείη. εἰ δὲ ὀρθῶς ὑπείληφα, ἐξέσται τῷ βουλομένῳ σκοπεῖν ‹ἐπ’ αὐτῶν τῶν παραδειγμάτων ποιουμένῳ› τὴν ἐξέτασιν. ἄρξομαι δὲ ἀπὸ τῶν περὶ τὴν λέξιν θεωρημάτων. ἔστι δή τις Ἰσαίου λόγος ὑπὲρ Εὐμάθους, μετοίκου τινὸς τῶν τραπεζιτευόντων Ἀθήνησιν, ὃν εἰς δουλείαν ἀγόμενον ὑπὸ τοῦ κληρονομήσαντος τὸν ἀπηλευθερωκότα τῶν ἀστῶν τις ἀφαιρεῖται καὶ τὴν ἀπολογίαν ποιεῖται περὶ αὐτοῦ. τὸ προοίμιον δέ ἐστι τοῦ λόγου τοιόνδε· ‘Ἄνδρες δικασταί, ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατ’ ἐμέ, πειράσομαι συσσῴζειν αὐτὸν μεθ’ ὑμῶν. μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον. τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρ’ Εὐμάθει τούτῳ, μεταπεμψάμενος τοὺς οἰκείους καὶ φίλους τοὺς ἐμοὺς Εὐμάθης ἐνεφάνισε τὰ χρήματα, ἃ ἦν μοι παρ’ αὐτῷ, καὶ ἀπέδωκε πάντα ὀρθῶς καὶ δικαίως. ἀνθ’ ὧν ἐγὼ σωθεὶς ἐχρώμην τε αὐτῷ ἔτι μᾶλλον καὶ κατασκευαζομένῳ τὴν τράπεζαν εἰσευπόρησα ἀργυρίου. καὶ μετὰ ταῦτα ἄγοντος αὐτὸν Διονυσίου ἐξειλόμην εἰς ἐλευθερίαν εἰδὼς ἀφειμένον ἐν τῷ δικαστηρίῳ ὑπὸ Ἐπιγένους. ἀλλὰ περὶ μὲν τούτων ἐπισχήσω.’
[6] ἔστι δὴ καὶ παρὰ τῷ Λυσίᾳ τις ὑπὲρ ἀνδρὸς ξένου δίκην φεύγοντος περὶ κλήρου ποιούμενος τὴν ἀπολογίαν. τοῦτον ἐπιγράφει τὸν λόγον Καλλίμαχος ‘περὶ Φερενίκου ὑπὲρ τοῦ Ἀνδροκλείδου κλήρου’ καὶ ἔστι πολλοῖς πρότερον ἠγωνισμένος ἔτεσι θατέρου. ἐν ᾧ τὴν αἰτίαν πρώτως ἐπιδείκνυσιν ὁ περὶ τοῦ ξένου ποιούμενος τοὺς λόγους ὥσπερ ὁ τὸν μέτοικον ἐξαιρούμενος εἰς ἐλευθερίαν. ἔστι δὲ τὸ προοίμιον τοῦ λόγου τόδε· ‘Ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς, ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νυνὶ λέγω. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρ’ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος, καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπ’ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. ἐπεὶ δ’ οὖν οὗτοι ταῖς αὐταῖς τύχαις ἐχρήσαντο καὶ φυγάδες Ἀθήναζε ἀφίκοντο, ἡγούμενος τὴν μεγίστην αὐτοῖς ὀφείλειν χάριν οὕτως οἰκείως αὐτοὺς ὑπεδεξάμην, ὥστε μηδένα γνῶναι τῶν εἰσιόντων, εἰ μή τις πρότερον ἠπίστατο, ὁπότερος ἡμῶν ἐκέκτητο τὴν οἰκίαν. οἶδε μὲν οὖν καὶ Φερένικος, ὦ ἄνδρες δικασταί, ὅτι πολλοὶ λέγειν εἰσὶν ἐμοῦ δεινότεροι καὶ μᾶλλον τοιούτων πραγμάτων ἔμπειροι, ἀλλ’ ὅμως ἡγεῖται τὴν ἐμὴν οἰκειότητα πιστοτάτην εἶναι. αἰσχρὸν οὖν μοι δοκεῖ εἶναι κελεύοντος το�
��του καὶ δεομένου τὰ δίκαια αὐτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, καθ’ ὅσον οἷός τ’ εἰμὶ ἐγώ, τῶν ὑπ’ Ἀνδροκλείδου δεδομένων στερηθῆναι.’
[7] τί δὴ ταῦτα τὰ προοίμια ἀλλήλων διαφέρει; παρὰ Λυσίᾳ μὲν ἡδεῖά ἐστιν ἡ εἰσβολὴ καὶ δι’ οὐδὲν ἄλλο μᾶλλον ἢ ὅτι φυσικῶς πως εἴρηται καὶ ἀφελῶς· ‘ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς.’ καὶ τὸ ἐπιλεγόμενον τούτῳ ἔτι μᾶλλον ἀκατάσκευον φαίνεται εἶναι καί, ὡς ἂν ἰδιώτης τις εἰπεῖν δύναιτο, [τὸ] εἰρημένον· ‘ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ‹ὑμῶν› πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νῦν λέγω.’ παρὰ δὲ Ἰσαίῳ κατεσκεύασται τὸ δοκοῦν εἶναι ἀφελὲς καὶ οὐ λέληθεν, ὅτι ἐστὶ ῥητορικόν· ‘ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατ’ ἐμέ, πειράσομαι συσσῴζειν αὐτόν.’ ὑψηλότερά ‹τε γάρ› ἐστι καὶ ἧττον ἐκείνων ἀφελέστερα, καὶ ἔτι μᾶλλον τὰ ἐπιφερόμενα· ‘μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον.’ ἥ τε γὰρ προπέτεια καὶ ἡ ἀδικία καὶ τὸ πρὸς τὰ Εὐμάθους πράγματα προσελθεῖν πεποιημένοις μᾶλλον ἔοικεν ἢ αὐτοφυέσι. καὶ αὖθίς γε παρὰ μὲν τῷ Λυσίᾳ ἡ πρόφασις λέγεται ἀνεπιτηδεύτως· ‘ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρ’ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος.’ ἡδέως τε καὶ ἀφοριστικῶς τὰ μετὰ ταῦτα ἐπιτίθεται· ‘καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπ’ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν.’ παρὰ δὲ τῷ Ἰσαίῳ πέφρασται περιεργότερον καὶ οὐ μακρὰν ἀπέχει τῆς Δημοσθένους κατασκευῆς· ‘τριηραρχοῦντος γάρ ‹μου› ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρ’ Εὐμάθει τούτῳ.’ τό τε γὰρ λόγου ἀπαγγελθέντος καὶ τὸ ὡς ἄρα τετελευτηκὼς εἴην καὶ τὸ οὔσης ἐμοὶ παρακαταθήκης οὐκ ἂν φαίην ἔγωγε ἀφελῶς εἰρῆσθαι. ἐκείνως γὰρ λεγόμενα μᾶλλον ἀποίητα· ‘ὅτε γὰρ ἐτριηράρχουν καὶ ἀπηγγέλη τοῖς ἐνθάδε, ὡς ἄρα τετελευτηκὼς εἴην, ἔχων μου παρακαταθήκην Εὐμάθης οὑτοσί.’
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 380