ταῦτα μὲν αὐτὸς ὁ Δείναρχος περὶ ἑαυτοῦ. Φιλόχορος δὲ ἐν ταῖς Ἀττικαῖς ἱστορίαις περί τε τῆς φυγῆς τῶν καταλυσάντων τὸν δῆμον καὶ περὶ τῆς καθόδου πάλιν οὕτως λέγει· ‘Τοῦ γὰρ Ἀναξικράτους ἄρχοντος εὐθὺ μὲν ἡ τῶν Μεγαρέων πόλις ἑάλω· ὁ δὲ Δημήτριος ὁ ‹βασιλεὺς› κατελθὼν ἐκ τῶν Μεγάρων κατεσκευάζετο τὰ πρὸς τὴν Μουνυχίαν καὶ τὰ τείχη κατασκάψας ἀπέδωκε τῷ δήμῳ. ὕστερον δὲ εἰσηγγέλθησαν πολλοὶ ‹τῶν› πολιτῶν, ἐν οἷς καὶ Δημήτριος ὁ Φαληρεύς. τῶν δ’ εἰσαγγελθέντων οὓς μὲν οὐχ ὑπομείναντας τὴν κρίσιν ἐθανάτωσαν τῇ ψήφῳ, οὓς δ’ ὑπακούσαντας ἀπέλυσαν.’ Ταῦτα μὲν οὖν τῆς ὀγδόης. ἐν δὲ τῇ ἐνάτῃ φησί· ‘Τοῦ δ’ ἐνιαυτοῦ τουδὶ διελθόντος, ἑτέρου δ’ εἰσιόντος, ἐν ἀκροπόλει σημεῖον ἐγένετο τοιοῦτον· κύων εἰς τὸν τῆς Πολιάδος νεὼν εἰσελθοῦσα καὶ δῦσα εἰς τὸ Πανδρόσειον, ἐπὶ τὸν βωμὸν ἀναβᾶσα τοῦ Ἑρκείου Διὸς τὸν ὑπὸ τῇ ἐλαίᾳ κατέκειτο. πάτριον δ’ ἐστὶ τοῖς Ἀθηναίοις, κύνα μὴ ἀναβαίνειν εἰς ἀκρόπολιν. περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ ἐν τῷ οὐρανῷ μεθ’ ἡμέραν ἡλίου τ’ ἐξέχοντος καὶ οὔσης αἰθρίας ἀστὴρ ἐπί τινα χρόνον ἐγένετο ἐκφανής. ἡμεῖς δ’ ἐρωτηθέντες ὑπέρ τε τοῦ σημείου καὶ τοῦ φαντάσματος, εἰς ὃ φέρει, φυγάδων κάθοδον ἔφαμεν προσημαίνειν ἀμφότερα καὶ ταύτην οὐκ ἐκ μεταβολῆς πραγμάτων ἐσομένην, ἀλλ’ ἐν τῇ καθεστώσῃ πολιτείᾳ· καὶ τὴν κρίσιν ἐπιτελεσθῆναι συνέβη.’
[4] προειρημένων δὴ τούτων ἓν ἔτι λείπεται καὶ ἀναγκαιότατον, τὴν ἡλικίαν αὐτοῦ διορίσαι, ἵνα καὶ περὶ τῶν λόγων τῶν τε γνησίων αὐτοῦ καὶ μὴ σαφές τι ἔχωμεν λέγειν. τίθεμεν δὴ αὐτὸν ἑβδομηκοστὸν ἔχοντα ἔτος ἀπὸ τῆς φυγῆς κατεληλυθέναι, ὡς καὶ αὐτός φησι, γέροντα αὑτὸν ἀποκαλῶν· ἀφ’ οὗ χρόνου καὶ καλεῖν τοὺς ἐν τῇ ἡλικίᾳ ταύτῃ μάλιστα εἰώθαμεν. ὑποκειμένων δὲ τούτων ὁλοσχερεῖ λογισμῷ (τὸ γὰρ ἀκριβὲς οὐκ ἔχομεν) εἴη ἂν κατὰ Νικόφημον ἄρχοντα γεγονώς. εἰ δέ τις ἢ πρεσβύτερον ἢ νεώτερον τῶν εἰρημένων χρόνων αὐτὸν εἶναι φήσει, πρὸς τῷ μηδὲν ὑγιὲς λέγειν καὶ λόγους αὖ πολλοὺς ἀφελεῖται, μᾶλλον δὲ πάντας πλὴν πέντε ἢ ἕξ, τῶν μὲν πρεσβύτερον αὐτόν, τῶν δὲ νεώτερον εἶναι λέγων. οὐ μὴν ἀλλὰ καὶ ἄρξασθαι λέγοντες αὐτὸν λόγους συγγράφειν ἀπὸ τοῦ πέμπτου ἢ ἕκτου πρὸς τῷ εἰκοστῷ ἔτους οὐκ ἂν ἁμάρτοιμεν, ἄλλως τε καὶ τῶν περὶ Δημοσθένη τότε ἀκμαζόντων. ἕκτος δὲ καὶ εἰκοστός ἐστιν ἀπὸ Νικοφήμου Πυθόδημος. ὥσθ’ ὅσους εὑρίσκομεν πρεσβυτέρους τούτου τοῦ ἄρχοντος [τοὺς φερομένους εἰς αὐτὸν λόγους] εἴ τις γνησίους θήσεται, ἀπιστοίημεν ἂν εἰκότως· ἔτι δὲ καὶ τοὺς ἀπ’ Ἀναξικράτους ἕως Φιλίππου τετελεσμένους ἀγῶνας ὁμοίως ἐν τοῖς ψευδέσιν ἀναγράφοιμεν ἄν· οὐ γὰρ εἰς Χαλκίδα ἄν τινες ἔπλεον λόγων χάριν ἢ ἰδίων ἢ δημοσίων· οὐ γὰρ τέλεον ἠπόρουν οὕτω λόγων.
[5] ἐπεὶ δὲ ὁ χρόνος τἀνδρὸς ὡς οἷόν τε ἀκριβέστατα εὕρηται, πρὸς ὃν καὶ τῶν λόγων τούς τε γνησίους καὶ μὴ διακρινοῦμεν, καιρὸς ἤδη καὶ περὶ τοῦ χαρακτῆρος αὐτοῦ λέγειν. ἔστι δὲ δυσόριστον. οὐδὲν γὰρ οὔτε κοινὸν οὔτ’ ἴδιον ἔσχεν οὔτ’ ἐν τοῖς ἰδίοις οὔτ’ ἐν τοῖς δημοσίοις ἀγῶσιν, ἀλλὰ καὶ τοῖς Λυσίου παραπλήσιος ἔστιν ὅπου γίνεται καὶ τοῖς Ὑπερείδου καὶ τοῖς Δημοσθένους λόγοις. καὶ τούτων πολλὰ ἄν τις ἔχοι παραδείγματα ἐκθέσθαι. τοῦ μὲν Λυσιακοῦ χαρακτῆρος ἔν τε τῷ περὶ Μνησικλέους λόγῳ καὶ ἐν τῷ κατὰ Λυσικράτους ὑπὲρ Νικομάχου καὶ ἐν ἄλλοις πολλοῖς. τοῦ δ’ Ὑπερειδείου ταῖς τε οἰκονομίαις ἀκριβεστέρου καὶ ταῖς κατασκευαῖς γενναιοτέρου πως ὄντος τῶν Λυσιακῶν ἐν πλείοσι μὲν ἢ τριάκοντα Δεινάρχου λόγοις παραδείγματα εὑρεῖν ἔστιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ περὶ τῆς Ἀγάθωνος διαμαρτυρίας. οὐ μὴν ἀλλὰ καὶ τοῦ Δημοσθενικοῦ χαρακτῆρος, ὃν μάλιστα ἐμιμήσατο, πολὺ πλείω δύναιτ’ ἄν τις εἰπεῖν, ἄλλως τε καὶ ἐν τῷ κατὰ Πολυεύκτου. προοιμιάζεται γὰρ ὁμοίως ἐκείνῳ, καὶ δι’ ὅλου τοῦ λόγου παραπλήσιος μεμένηκε.
[6] πῶς οὖν ἄν τις δυνηθείη τοὺς γνησίους αὑτῷ γνωρίζειν λόγους; πρῶτον μὲν εἰ ἐπίσταιτο τοὺς τῶν ἄλλων χαρακτῆρας, ἔπειτα τοὺς μὲν Λυσίου παραπλησίους λόγους τούτῳ προσφέροι, τοὺς δ’ Ὑπερείδου δόξαντας εἶναί τισι Δεινάρχου λέγοι μακρὰ ταῖς ἐπιγραφαῖς τῶν βυβλίων χαίρειν εἰπών, τοὺς δὲ τῷ Δημοσθενικῷ χαρακτῆρι προσεληλυθότας ὡς οἷόν τε τούτου τοῦ ἀνδρὸς διαβεβαιοῖτο εἶναι. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ῥητόρων, οὓς μεμίμηται, μεγίστη γνῶσις ἡ ὁμοείδεια τῶν λόγων. αὐτίκα ὁ μὲν Λυσίας ἔν τε τοῖς ἰδίοις καὶ τοῖς δημοσίοις ἀγῶσιν αὐτὸς αὑτῷ ὁμολογούμενός ἐστιν ...... εἰς δὲ τὸν λεκτικὸν τόπον κατὰ τὴν τῶν ὀνομάτων σαφήνειαν καὶ σύνθεσιν αὐτοφυῆ μὲν καὶ λείαν εἶναι δοκοῦσαν, παντὸς δὲ λόγου κατὰ τὴν ἡδονὴν διαφέρουσαν. ὁ δ’ Ὑπερείδης κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων ἡττᾶται Λυσίου, κατὰ δὲ τὸν πραγματικὸν τόπον διαφέρει. διηγεῖται δὲ πολλαχῶς, ποτὲ μὲν κατὰ φύσιν ποτὲ δὲ ἀπὸ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν πορευόμ�
�νος. πιστοῦταί ‹τε› οὐ κατ’ ἐνθύμημα μόνον, ἀλλὰ καὶ κατ’ ἐπιχείρημα πλατύνων. ὁ δὲ τούτους τε καὶ τοὺς ἄλλους πάντας ὑπερβαλλόμενος Δημοσθένης, ἅπαντα μιμησάμενος καὶ πάντων τὰ κάλλιστα ἐκλεξάμενος, δῆλος μὲν καὶ τῇ φωνῇ μόνον, δῆλος δὲ καὶ τῷ καθ’ ἕνα ἕκαστον λόγον πρέποντι, οὐ μὴν ἀλλὰ καὶ ‹τῇ› συνθέσει καὶ τῷ τῶν σχηματισμῶν ἀγκύλῳ καὶ τῇ οἰκονομίᾳ καὶ τῷ πάθει καὶ τὸ μέγιστον τῇ δεινότητι. ὁ δὲ Δείναρχος οὔτε ὅμοιος ἐν ἅπασίν ἐστιν οὔτ’ ἰδίου τινὸς εὑρετής, δι’ οὗ γνώσεταί τις αὐτὸν ἀκριβῶς, ἢ τοῦτον τὸν τρόπον· πολὺ γὰρ ἐμφαίνει μιμήσεις τε καὶ αὐτῶν ὡς πρὸς τῶν λόγων τἀρχέτυπον διαφοράν, ὡς καὶ ἐπὶ τῶν Ἰσοκράτους μαθητῶν καὶ αὐτοῦ τοῦ Ἰσοκράτους.
[7] ἔστωσαν δή τινες ἐπιγραφόμενοι λόγοι ὡς ὄντες Δεινάρχου, πολλὴν ἔχοντες πρὸς τὰ Λυσιακὰ ὁμοιότητα. τούτων ὁ βουλόμενος ποιεῖσθαι τὴν διάγνωσιν πρῶτον μὲν τὴν ἰδιότητα τοῦ ἀνδρὸς ἐκείνου θεωρείτω, ἔπειτ’ ἐὰν μὲν ἀρετήν τε καὶ χάριν τοῖς λόγοις ἐπανθοῦσαν ἴδῃ καὶ τὴν τῶν ὀνομάτων ἐκλογὴν ἐνοῦσαν καὶ τὸ μηδὲν ἄψυχον εἶναι τῶν λεγομένων, θαρρῶν λεγέτω τούτους Λυσίου. ἐὰν δὲ μήτε ‹τὸ› χάριεν ὅμοιον εὑρίσκῃ μήτε τὸ πιθανὸν καὶ τὸ τῶν ὀνομάτων ἀκριβὲς μήτε ‹τὸ› τῆς ἀληθείας ἁπτόμενον, ἐν τοῖς Δεινάρχου λόγοις αὐτοὺς ἐάτω. ὁμοίως καὶ ἐπὶ τῶν Ὑπερείδου· ἐὰν τῆς μὲν λέξεως τὸ ἰσχυρόν, τῆς δὲ συνθέσεως τὸ ἁπλοῦν, τῶν δὲ πραγμάτων τὸ εὔκαιρον, τῆς δὲ κατασκευῆς τὸ μὴ τραγικὸν μηδὲ ὀγκῶδες ἔχῃ (ταῦτα γὰρ μέγιστα ἐκείνου τοῦ ἀνδρὸς ἴδιά ἐστιν), Ὑπερείδου λεγέτω. ἐὰν δὲ ἐνδεεστέρως ἐν αὐτοῖς τούτοις ἔχῃ, κἂν τὰ ἄλλα πάντα μὴ φαύλως ᾖ γεγραμμένα, ἐν τοῖς Δεινάρχου πάλιν ἀναγραφέτω. τὸ δ’ αὐτὸ καὶ περὶ Δημοσθένους ὑπολαμβάνομεν. ἐὰν μὲν καὶ ἡ τῆς λέξεως μεγαλοπρέπεια καὶ ἡ τῆς συνθέσεως ἐξαλλαγὴ καὶ τὸ τῶν παθῶν ἔμψυχον καὶ τὸ διὰ πάσης κεραίας διῆκον πικρὸν καὶ νοερὸν τό τε πνεῦμα καὶ ἡ δεινότης πᾶσι παρέπηται, μηθὲν ἔτι τὸ κωλῦον ἔστω ‹ἐν τοῖς› Δημοσθένους αὐτοὺς ἀναγράφειν. ἐὰν δ’ ἐλλείπῃ τὸ ἐν ἑκάστῳ τούτων ἄκρον ἢ τὸ διὰ πάσης ἰδέας ὅμοιον, μενέτωσαν ἐν τοῖς Δειναρχείοις. ὡς δὲ καθόλου εἰπεῖν, δύο τρόπους τῆς διαφορᾶς ὡς πρὸς τὰ ἀρχαῖα μιμήσεως εὕροι τις ἄν· ὧν ὃ μὲν φυσικός τέ ἐστι καὶ ἐκ πολλῆς κατηχήσεως καὶ συντροφίας λαμβανόμενος, ὃ δὲ τούτῳ προσεχὴς ἐκ τῶν τῆς τέχνης παραγγελμάτων. περὶ μὲν οὖν τοῦ προτέρου τί ἄν τις καὶ λέγοι; περὶ δὲ τοῦ δευτέρου τί ἂν ἔχοι τις εἰπεῖν ‹ἢ› ὅτι πᾶσι μὲν τοῖς ἀρχετύποις αὐτοφυής τις ἐπιπρέπει χάρις καὶ ὥρα, τοῖς δ’ ἀπὸ τούτων κατεσκευασμένοις, κἂν ἐπ’ ἄκρον μιμήσεως ἔλθωσι, πρόσεστίν τι ὅμως τὸ ἐπιτετηδευμένον καὶ οὐκ ἐκ φύσεως ὑπάρχον. καὶ τούτῳ τῷ παραγγέλματι οὐ ῥήτορες μόνον ῥήτορας διακρίνουσιν ἀλλὰ καὶ ζωγράφοι τὰ Ἀπελλοῦ καὶ τῶν ἐκεῖνον μιμησαμένων καὶ πλάσται τὰ Πολυκλείτου καὶ γλυφεῖς τὰ Φειδίου.
[8] καὶ οἱ μὲν Πλάτωνα μιμεῖσθαι λέγοντες καὶ τὸ μὲν ἀρχαῖον καὶ ὑψηλὸν καὶ εὔχαρι καὶ καλὸν οὐ δυνάμενοι λαβεῖν, διθυραμβώδη δὲ ὀνόματα καὶ φορτικὰ εἰσφέροντες κατὰ τοῦτ’ ἐλέγχονται ῥᾳδίως. οἱ δὲ Θουκυδίδην ζηλοῦν λέγοντες καὶ τὸ μὲν εὔτονον καὶ στερεὸν καὶ δεινὸν καὶ τὰ τούτοις ὅμοια χαλεπῶς ἐκλαμβάνοντες, τοὺς δὲ σολοικοφανεῖς σχηματισμοὺς καὶ τὸ ἀσαφὲς προχειριζόμενοι, πάνυ εὐχερῶς ἂν ἁλίσκοιντο ἐκ τούτου τοῦ παραγγέλματος. ὥς πέρ γε καὶ ἐπὶ τῶν ῥητόρων οἱ μὲν Ὑπερείδην μιμούμενοι, διαμαρτόντες τῆς χάριτος ἐκείνης καὶ τῆς ἄλλης δυνάμεως, αὐχμηροί τινες ἐγένοντο, οἷοι γεγόνασι Ῥοδιακοὶ ῥήτορες οἱ περὶ Ἀρταμένην καὶ Ἀριστοκλέα καὶ Φιλάγριον καὶ Μόλωνα· οἱ δ’ Ἰσοκράτην καὶ τὰ Ἰσοκράτους ἀποτυπώσασθαι θελήσαντες ὕπτιοι καὶ ψυχροὶ καὶ ἀσύστροφοι καὶ ἀναληθεῖς· οὗτοι δ’ εἰσὶν οἱ περὶ Τίμαιον καὶ Ψάωνα καὶ Σωσιγένην. οἱ δὲ Δημοσθένην προχειρισάμενοι καὶ τὰς ἀρετὰς τὰς ἐκείνου διώκοντες τῆς μὲν προαιρέσεως ἕνεκα ἐπῃνέθησαν, οὐ μὴν ἴσχυσαν τὰ κράτιστα τῶν ἐκείνου τοῦ ῥήτορος ἔργων λαβεῖν. τούτων ἄριστον ἄν τις θείη τὸν Δείναρχον γενέσθαι. λείπεται δὲ Δημοσθένους κατὰ ‹μὲν› τὴν ἐκλογὴν τῶν ὀνομάτων τῇ δεινότητι, κατὰ δὲ τὴν σύνθεσιν τῇ ποικιλίᾳ τῶν σχημάτων καὶ τῇ ἐξαλλαγῇ, κατὰ δὲ τὴν εὕρεσιν τῶν ἐπιχειρημάτων τῷ μὴ καινὰ καὶ παράδοξα λαμβάνειν ἀλλὰ φανερὰ καὶ ἐν τῷ μέσῳ κείμενα, κατὰ δὲ τὴν οἰκονομίαν τῇ τάξει καὶ ταῖς ἐξεργασίαις τῶν ἐπιχειρημάτων καὶ ταῖς προκατασκευαῖς καὶ ταῖς ἐφόδοις καὶ τοῖς ἄλλοις τεχνικοῖς παραγγέλμασιν, ἃ περὶ ταύτην ἐστὶ τὴν ἰδέαν, μάλιστα δ’ αὐτοῦ λείπεται τῇ συμμετρίᾳ καὶ τῷ καιρῷ ‹καὶ τῷ› πρέποντι. λέγω δὲ ταῦτα οὐκ ἐν τῷ καθόλου τρόπῳ, ὡς μηδὲν τούτων κατορθοῦντος, ἀλλ’ ἐν τῷ κοινοτέρῳ καὶ ὡς ἐπὶ τὸ πολύ. δι’ αὐτὸ γὰρ τοῦτο καὶ ἄγροικόν τινες Δημοσθένην ἔφασαν ‹αὐτὸν› εἶναι, κατὰ τὸ ἐλλιπὲς τῆς οἰκονομίας ταύτην περὶ αὐτοῦ τὴν δόξαν λαβόντες· τὸ γὰρ �
��γροικον τοῦ πολιτικοῦ σώματος οὐ μορφῇ, κατασκευῇ δὲ καὶ διαθέσει τινὶ τῆς μορφῆς διήνεγκεν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 384