Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 390
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 390

by Dionysius of Halicarnassus


  [15] τοῦτον ἔγωγε τὸν χαρακτῆρα ................ εἴ τις μὴ μάλιστα ἀποδέχοιτο τὴν αἰτίαν, δι’ ἣν οὔτε τὰ Θουκυδίδεια ἐκεῖνα περιττὰ καὶ ἐξηλλαγμένα τοῦ συνήθους κράτιστα ἡγοῦμαι οὔτ’ ἐν τοῖς Λυσιακοῖς τοῖς ἰσχνοῖς καὶ συνεσπασμένοις τὴν τελείαν τῆς λέξεως ἀρετὴν τίθεμαι, τοῦτ’ ἂν εἴποιμι πρὸς αὐτόν· οἱ συνιόντες εἰς τὰς ἐκκλησίας καὶ τὰ δικαστήρια καὶ τοὺς ἄλλους συλλόγους, ἔνθα πολιτικῶν δεῖ λόγων, οὔτε δεινοὶ καὶ περιττοὶ πάντες εἰσὶ καὶ τὸν Θουκυδίδου νοῦν ἔχοντες οὔθ’ ἅπαντες ἰδιῶται καὶ κατασκευῆς λόγων γενναίων ἄπειροι, ἀλλ’ οἳ μὲν ἀπὸ γεωργίας οἳ δ’ ἀπὸ θαλαττουργίας οἳ δ’ ἀπὸ τῶν βαναύσων τεχνῶν συνερρυηκότες, οἷς ἁπλούστερον καὶ κοινότερον διαλεγόμενος μᾶλλον ἄν τις ἀρέσαι. τὸ γὰρ ἀκριβὲς καὶ περιττὸν καὶ ξένον καὶ πᾶν, ὅ τι μὴ σύνηθες αὐτοῖς ἀκούειν τε καὶ λέγειν, ὀχληρῶς διατίθησιν αὐτούς, καὶ ὥσπέρ τι τῶν πάνυ ἀνιαρῶν ἐδεσμάτων ἢ ποτῶν ἀποστρέφει τοὺς στομάχους, οὕτως ἐκεῖνα ὀχληρῶς διατίθησι τὰς ἀκοάς. οἳ δὲ πολιτικοί τε καὶ ἀπ’ ἀγορᾶς καὶ διὰ τῆς ἐγκυκλίου παιδείας ἐληλυθότες, οἷς οὐκ ἔνι τὸν αὐτὸν ὅνπερ ἐκείνοις διαλέγεσθαι τρόπον, ἀλλὰ δεῖ τὴν ἐγκατάσκευον καὶ περιττὴν καὶ ξένην διάλεκτον τούτοις προσφέρειν. εἰσὶ μὲν οὖν ἴσως ἐλάττους οἱ τοιοῦτοι τῶν ἑτέρων, μᾶλλον δὲ πολλοστὸν ἐκείνων μέρος, καὶ τοῦτο οὐθεὶς ἀγνοεῖ· οὐ μὴν καταφρονεῖσθαί γε διὰ ταῦτα ἄξιοι. ὁ μὲν οὖν τῶν ὀλίγων καὶ εὐπαιδεύτων στοχαζόμενος λόγος οὐκ ἔσται τῷ φαύλῳ καὶ ἀμαθεῖ πλήθει πιθανός, ὁ δὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ἀρέσκειν ἀξιῶν καταφρονηθήσεται πρὸς τῶν χαριεστέρων, ὁ δ’ ἀμφότερα τἀκροατήρια πείθειν ζητῶν ἧττον ἀποτεύξεται τοῦ τέλους. ἔστι δὲ οὗτος ὁ μεμιγμένος ἐξ ἀμφοτέρων τῶν χαρακτήρων. διὰ ταῦτα ἐγὼ τὴν οὕτως κατεσκευασμένην λέξιν μετριωτάτην εἶναι τῶν ἄλλων νενόμικα καὶ τῶν λόγων τούτους μάλιστα ἀποδέχομαι τοὺς πεφευγότας ἑκατέρου τῶν χαρακτήρων τὰς ὑπερβολάς.

  [16] εἰρηκὼς δὲ κατ’ ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δ’ ἐνέλιπεν ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτ’ ἤδη πορεύσομαι, τὰς ἄριστα δοκούσας ἔχειν παρ’ ἑκατέρῳ τῶν ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν ὑποθέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην [17] βάσανον ἐπὶ τῶν ὁμοίων ἔργων λαβοῦσαι. εἰσαγέσθω δὲ πρῶτος Ἰσοκράτης, καὶ τούτου λαμβανέσθω λέξις ἐκ τοῦ περὶ τῆς εἰρήνης λόγου χαριέστατα δοκοῦσα ἔχειν, ἣν αὐτὸς ἐν τῷ περὶ τῆς ἀντιδόσεως λόγῳ προφέρεται μέγα ἐπ’ αὐτῇ φρονῶν, δι’ ἧς συγκρίνει τὴν ἐπὶ τῶν προγόνων πολιτείαν τῇ τότε καθεστώσῃ καὶ τὰς πράξεις τὰς παλαιὰς ἀντιπαρατίθησι ταῖς νέαις, τὰς μὲν ἀρχαίας ἐπαινῶν τὰς δ’ ἐν τῷ καθ’ ἑαυτὸν χρόνῳ μεμφόμενος, τῆς τε μεταβολῆς τῆς ἐπὶ τὰ χείρω τοὺς δημαγωγοὺς ἀποφαίνων αἰτίους ὡς οὐ τὰ κράτιστα εἰσηγουμένους ἀλλὰ τὰ πρὸς ἡδονὴν τῷ πλήθει δημηγοροῦντας. μακροτέρας δ’ οὔσης τῆς συγκρίσεως αὐτὰ τὰ κυριώτατα ὑπ’ ἐμοῦ παρείληπται. ἔστι δὲ ταυτί· ‘Τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν καὶ μὴ συνδιεφθαρμένος ἡμῖν ἀλλ’ ἐξαίφνης ἐπιστὰς τοῖς γιγνομένοις οὐκ ἂν μαίνεσθαι καὶ παραφρονεῖν ἡμᾶς νομίσειεν; οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν ἀλλὰ πᾶν τοὐναντίον. οἳ μὲν γὰρ ὑπὲρ τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν, ἡμεῖς δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους ἐκεῖθεν ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν. κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν. οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς διανοίαις τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν, ἡμεῖς δ’ οὐδ’ ὑπὲρ τῆς ἡμετέρας πλεονεξίας κινδυνεύειν ἀξιοῦμεν, ἀλλ’ ἄρχειν μὲν ἁπάντων ζητοῦμεν στρατεύειν δ’ οὐκ ἐθέλομεν, καὶ πόλεμον μὲν μικροῦ δεῖν πρὸς πάντας ἀνθρώπους ἀναιρούμεθα, πρὸς δὲ τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν ἀλλ’ ἀνθρώπους τοὺς μὲν ἀπόλιδας τοὺς δ’ αὐτομόλους τοὺς δ’ ἐκ τῶν ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν τινὲς διδῶσι πλείω μισθόν, μετ’ ἐκείνων ἐφ’ ἡμᾶς ἀκολουθήσουσιν ἀλλ’ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν, ὥσθ’ ὑπὲρ μὲν τῶν παίδων τῶν ἡμετέρων, εἴπερ τινὲς ἐξαμαρτάνοιεν, οὐκ ἂν ἐ
θελήσαιμεν δίκας ὑποσχεῖν, ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας μελλόντων τῶν ἐγκλημάτων ἐφ’ ἡμᾶς ἥκειν οὐχ ὅπως ἀγανακτοῦμεν ἀλλὰ καὶ χαίρομεν, ὅταν ἀκούσωμεν αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους. εἰς τοῦτο δὲ μωρίας ἐληλύθαμεν, ὥστ’ αὐτοὶ μὲν ἐνδεεῖς ἐσμεν τῶν καθ’ ἡμέραν, ξενοτροφεῖν δὲ ἐπικεχειρήκαμεν καὶ τοὺς συμμάχους τοὺς ἡμετέρους αὐτῶν ἰδίᾳ λυμαινόμεθα καὶ δασμολογοῦμεν, ἵνα τοῖς ἁπάντων κοινοῖς ἀνθρώπων ἐχθροῖς τὸν μισθὸν ἐκπορίζωμεν. τοσούτῳ δὲ [καὶ] χείρους ἐσμὲν τῶν προγόνων, οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινας ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς αὑτῶν σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δ’ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις. καὶ τότε μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ τοὺς δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθ’ ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθ’, ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους ὀλίγῳ πρότερον διῆλθον, μεθ’ ὅπλων κινδυνεύουσιν. ἀλλὰ γὰρ καὶ τὰ κατὰ τὴν πόλιν ἰδὼν ἄν τις καλῶς διοικούμενα καὶ περὶ τῶν ἄλλων θαρσήσειεν; ἀλλ’ οὐκ ἂν ἐπ’ αὐτοῖς τούτοις μάλιστ’ ἀγανακτήσειεν; οἵτινες αὐτόχθονες μὲν εἶναι φαμὲν καὶ τὴν πόλιν ταύτην προτέραν οἰκισθῆναι τῶν ἄλλων, προσῆκον δ’ ἡμᾶς εἶναι [τῶν ἄλλων] παράδειγμα τοῦ καλῶς τε καὶ τεταγμένως πολιτεύεσθαι χεῖρον καὶ ταραχωδέστερον τὴν ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι τὰς πόλεις οἰκιζόντων. καὶ σεμνυνόμεθα μὲν καὶ μεγαλοφρονοῦμεν ἐπὶ τῷ βέλτιον τῶν ἄλλων γεγονέναι, ῥᾷον δὲ μεταδίδομεν τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοί τε καὶ Λευκανοὶ τῆς δυσγενείας.’

  [18] ἡ μὲν οὖν Ἰσοκράτους λέξις ἡ κάλλιστα τῶν ἄλλων δοκοῦσα ἔχειν τοιαύτη τίς ἐστι, πολλῶν μὲν ἕνεκα θαυμάζειν ἀξία· καθαρεύει τε γὰρ εἴ τις ἄλλη τοῖς ὀνόμασι καὶ τὴν διάλεκτόν ἐστιν ἀκριβής, φανερά τ’ ἐστὶ καὶ κοινὴ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας περιείληφεν, ἐξ ὧν ἂν μάλιστα γένοιτο διάλεκτος σαφής. πολλοὺς δὲ καὶ τῶν ἐπιθέτων κόσμων ἔχει· καὶ γὰρ ὑψηλὴ καὶ σεμνὴ καὶ ἀξιωματικὴ καλλιρρήμων τε καὶ ἡδεῖα καὶ εὔμορφος ἀποχρώντως ἐστίν, οὐ μὴν τελεία γε κατὰ τοῦτο τὸ μέρος, ἀλλ’ ἔστιν ὧν ἄν τις αὐτὴν ὡς ἐλλειπόντων μέμψαιτο καὶ οὐ μὰ Δία τῶν φαυλοτάτων. πρῶτον μὲν τῆς συντομίας· στοχαζομένη γὰρ τοῦ σαφοῦς ὀλιγωρεῖ πολλάκις τοῦ μετρίου. ἐχρῆν δὲ ὁμοίως προνοεῖν ἀμφοτέρων. μετὰ τοῦτο τῆς συστροφῆς· ὑπτία γάρ ἐστι καὶ ὑπαγωγικὴ καὶ περιρρέουσα τοῖς νοήμασιν, ὥσπερ εἰσὶν αἱ τῶν ἱστορικῶν, ἡ δ’ ἐναγώνιος στρογγύλη τε εἶναι βούλεται καὶ συγκεκροτημένη καὶ μηδὲν ἔχουσα κολπῶδες. ἔτι πρὸς τούτοις κἀκεῖνα πρόσεστι τῷ ἀνδρί. ἄτολμός ἐστι περὶ τὰς τροπικὰς κατασκευὰς καὶ ψοφοδεὴς καὶ οὐκ εἰσφέρεται τόνους κραταιούς. καίτοι γε τοῖς ἀθληταῖς τῆς ἀληθινῆς λέξεως ἰσχυρὰς τὰς ἁφὰς προσεῖναι δεῖ καὶ ἀφύκτους τὰς λαβάς. παθαίνειν τε οὐ δύναται τοὺς ἀκροωμένους, ὁπόσα βούλεται, τὰ πολλὰ δὲ οὐδὲ βούλεται, πείθεται δὲ ἀποχρῆν τῷ πολιτικῷ διάνοιαν ἀποδείξασθαι σπουδαίαν καὶ ἦθος ἐπιεικές. καὶ τυγχάνει μέντοι γε τούτων ἑκατέρου· δεῖ γὰρ τἀληθῆ μαρτυρεῖν. ἦν δὲ ἄρα πάντων ἰσχυρότατον τῷ μέλλοντι πείθειν δῆμον ἢ δικαστήριον, ἐπὶ τὰ πάθη τοὺς ἀκροατὰς ἀγαγεῖν. οὐδὲ δὴ τοῦ πρέποντος ἐν ἅπασιν ἐπιτυγχάνει, ἀνθηρὰν δὲ καὶ θεατρικὴν ἐκ παντὸς ἀξιῶν εἶναι τὴν διάλεκτον, ὡς τῆς ἡδονῆς ἅπαν ἐχούσης ἐν λόγοις τὸ κράτος, ἀπολείπεταί ποτε τοῦ πρέποντος. οὐχ ἅπαντα δέ γε τὰ πράγματα τὴν αὐτὴν ἀπαιτεῖ διάλεκτον, ἀλλ’ ἔστιν ὥσπερ σώμασι πρέπουσά τις ἐσθής, οὕτως καὶ νοήμασιν ἁρμόττουσά τις ὀνομασία. τὸ δ’ ἐκ παντὸς ἡδύνειν τὰς ἀκοὰς εὐφώνων τε καὶ μαλακῶν ὀνομάτων ἐκλογῇ καὶ πάντα ἀξιοῦν εἰς εὐρύθμους κατακλείειν περιόδων ἁρμονίας καὶ διὰ τῶν θεατρικῶν σχημάτων καλλωπίζειν τὸν λόγον οὐκ ἦν πανταχῇ χρήσιμον. ἀλλὰ τοῦτό γε διδάσκουσιν ἡμᾶς καὶ οἱ τὰ ἔπη καὶ οἱ τὰς τραγῳδίας καὶ οἱ τὰ μέλη τὰ σπουδαῖα γράψαντες, οὐ τοσαύτην ποιούμενοι τῆς ἡδονῆς δόσιν, ὅσην τῆς ἀληθείας.

  [19] εἰ δὲ ὀρθῶς ἐπιλογίζομαι ταῦτ’ ἐγὼ καὶ ἔστιν ἐν ταύταις ταῖς ἀρεταῖς ἐνδεέστερος ὁ ἀνήρ, πάρεστι τῷ βουλομένῳ σκοπεῖν ἐπὶ τῆς ἀρτίως παρατεθείσης λέξεως ποιουμένῳ τὴν ἐξέτασιν. εὐθέως γοῦν τὴν πρώτην διάνοιαν ὀλίγοις ὀνόμασιν ἐξενεχθῆναι δυναμένην μακρὰν ποιεῖ κυκλογραφῶν καὶ δὶς ἢ τρὶς τὰ αὐτὰ λέγων. ἐνῆν μὲν οὖν ἐν τῷ πρώτῳ κώλῳ τῷ ‘τίς γὰρ ἂν ἄλλοθεν ἐπελθών’ τὸ ‘καὶ μὴ συνδιεφθαρμένος ἡμῖν, ἀλλ’ ἐξαίφνης ἐπισ�
�ὰς τοῖς γινομένοις·’ δυνάμει γὰρ ἄμφω ταὐτά. καὶ ἐν τῷ ‘οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις’ τὸ ‘καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν’· τὸ γὰρ αὐτὸ φιλοτιμεῖσθαί τε καὶ ἐπαινεῖν. καὶ ἐν τῷ ‘οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν’ τὸ ‘ἀλλὰ πᾶν τοὐναντίον’· ἤρκει γὰρ αὐτῶν εἰρῆσθαι θάτερον. ἐξῆν δέ γε μίαν ἐκ τοῖν δυοῖν ποιῆσαι περίοδον καὶ συντομωτέραν καὶ χαριεστέραν· ‘τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν οὐκ ἂν μαίνεσθαι νομίσειεν ἡμᾶς, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν’; πολλὰ τοιαῦτά ἐστι παραπληρώματα καθ’ ἑκάστην ὀλίγου δεῖν περίοδον οὐκ ἀναγκαίαν ἔχοντα χώραν, ἃ ποιεῖ τὴν ἑρμηνείαν ἀμετροτέραν, τὴν δὲ περίοδον κομψοτέραν. μακρὰ μὲν οὖν ἡ λέξις οὕτως ἐστὶν αὐτῷ, πλατεῖς δὲ καὶ ἀσυγκρότητος πῶς; ‘κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ [καὶ] καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν’. ταῦτα κεκολπωμένα σφίγξαι μᾶλλον ἐνῆν καὶ στρογγυλώτερα ὧδέ πως ποιῆσαι· ‘κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὴν Ἑλλάδα καὶ σῴζοντες ἐπὶ τὴν ἡγεμονίαν προῆλθον, ἡμεῖς δὲ καταδουλούμενοι καὶ διολλύντες ἀγανακτοῦμεν, εἰ μὴ τῶν ἴσων τευξόμεθα’. καὶ ἡ μετὰ ταῦτα διάνοια πλατέως τε εἴρηται καὶ ἀσυγκρότητός ἐστιν· ‘οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ ταῖς διανοίαις καὶ τοῖς ἔργοις τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν’. ἐξῆν δέ γε αὐτῆς ἐπιστρέψαι τὸ πλάτος οὕτως ἐξενέγκαντα· ‘οἳ τοσούτῳ χείρους ἐσμὲν τῶν προγόνων, ὅσον οἳ μὲν ὑπὲρ τοῦ σῶσαι τοὺς Ἕλληνας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐξέλιπον καὶ μαχόμενοι πρὸς τοὺς βαρβάρους ἐνίκησαν’. μυρία καὶ ταύτης ἐστὶ λαβεῖν τῆς ἀσθενείας δείγματα. ἔξω γὰρ ὀλίγων τινῶν, οἷς οὐκ ἐκ προνοίας μᾶλλον ἢ κατ’ αὐτοματισμὸν συμβέβηκε τὸ συνεστράφθαι, τἆλλα ἐν πλάτει λέγεται.

 

‹ Prev