[42] ἐβουλόμην ἔτι πλείω παρασχέσθαι παραδείγματα τῆς τοῦ συγγραφέως ἀγωγῆς· ἰσχυροτέρα γὰρ ἡ πίστις οὕτως ἂν ἐγένετο. νῦν δ’ ἐξείργομαι, σπεύδων ἐπὶ τὰ προκείμενα καὶ ἅμα δόξαν ὑφορώμενος ἀκαιρίας. συγγνώσεται δή μοι καὶ Πλάτων ὁ θαυμάσιος, εἰ μὴ παραθήσομαι κἀκείνου λέξεις. ἡ γὰρ ὑπόμνησις ὡς ἐν εἰδόσιν ἱκανή. ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵν’, ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν ὁ Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ μοι ταῦτα λέγων· ‘αἱ γὰρ ἄκραι τίνες εἰσὶν ἁρμονίαι; καὶ τίς αὐτῶν ἑκατέρας ‹ἡ› φύσις καὶ τίς ἡ μῖξις ἢ ἡ κρᾶσις αὕτη; οὐδὲν γὰρ δὴ τῶν ........ ἄκρων.’ τούτου μὲν δὴ πρώτου χάριν, ὥσπερ ἔφην, ἐκεῖνα ἠναγκάσθην προειπεῖν, ἔπειτα, ἵνα μοι μὴ μονόκωλος ᾖ μηδὲ αὐστηρὸς ὁ λόγος, ἀλλ’ ἔχῃ τινὰς εὐπαιδεύτους διαγωγάς. οὔτε γὰρ πιστοῦν τὰς τοιαύτας προσθήκας οὔτε ἀπαιτοῦντος τοῦ λόγου παραλιπεῖν καλῶς ἂν ἔχοι.
[43] δεδειγμένης δή μοι τῆς αἱρέσεως τοῦ ῥήτορος ταύτης ἤδη τις παρ’ ἑαυτῷ σκοπείτω τὰ λεχθέντα, ὅτι τοιαῦτ’ ἐστίν, ἐνθυμούμενος μὲν ὅσα σεμνῶς κατεσκεύασται τῷ ἀνδρὶ καὶ αὐστηρῶς καὶ ἀξιωματικῶς, ἐνθυμούμενος δὲ ὅσα τερπνῶς καὶ ἡδέως. εἰ δὲ κἀνταῦθα δόξει τι δεῖν [ἡ πίστις] ἀποδείξεως, ὅντινα βούλεται τῶν λόγων αὐτοῦ προχειρισάμενος καὶ ἀφ’ οὗ βούλεται μέρους ἀρξάμενος καταβαινέτω τε καὶ σκοπείτω τῶν λεγομένων ἕκαστον, εἰ τὰ μὲν ἀναβεβλημένας ἔχει τὰς ἁρμονίας καὶ διεστώσας, τὰ δὲ προσκολλώσας καὶ συμπεπυκνωμένας, καὶ τὰ μὲν ἀποτραχύνει τε καὶ πικραίνει τὴν ἀκοήν, τὰ δὲ πραΰνει καὶ λεαίνει, καὶ τὰ μὲν εἰς πάθος ἐκτρέπει τοὺς ἀκούοντας, τὰ δ’ εἰς ἦθος ὑπάγεται, τὰ δ’ ἄλλας τινὰς ἐργάζεται καὶ πολλὰς διαφορὰς παρ’ αὐτὴν τὴν σύνθεσιν. οἷά ἐστι ταυτί (χρήσομαι δὲ παραδείγμασιν οὐκ ἐξ ἐπιτηδεύσεως, ἀλλ’ οἷς ἐνέτυχον, ἐξ ἑνὸς τῶν Φιλιππικῶν λαβών)· ‘Εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου προνοίᾳ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ ὅλον ἡ τύχη παρὰ πάντ’ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα. οὐ μὴν ἀλλ’ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην ἐθελόντων, ἃ προσήκει, ποιεῖν ὑμῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου.’ ἐν ταῖς τρισὶ περιόδοις ταύταις τὰ μὲν ἄλλα ὀνόματα πάντα εὐφώνως τε σύγκειται καὶ ἡδέως τῷ συνεχεῖς σφόδρα καὶ μαλακὰς αὐτῶν εἶναι τὰς ἁρμονίας. ὀλίγα δ’ ἐστὶ παντάπασιν, ἃ διἵστησι τὰς ἁρμονίας καὶ τραχείας φαίνεσθαι ποιεῖ αὐτάς, ἐν μὲν τῇ πρώτῃ περιόδῳ κατὰ δύο τόπους τὰ φωνήεντα συγκρουόμενα ἔν τε τῷ ‘ὦ ἄνδρες Ἀθηναῖοι’ καὶ ἐν τῷ ‘εὐτυχοῦντα ὁρῶν’, ἃ διἵστησι τὸ συναφές. καὶ κατ’ ἄλλους δύο τόπους ἢ τρεῖς τὰ ἡμίφωνα ‹καὶ ἄφωνα› παραπίπτοντα ἀλλήλοις τὰ φύσιν οὐκ ἔχοντα συναλείφεσθαι ἔν τε τῷ ‘τὸν Φίλιππον’ καὶ ἐν τῷ ‘ταύτῃ φοβερὸν προσπολεμῆσαι’ ταράττει τοὺς ἤχους μετρίως καὶ οὐκ ἐᾷ φαίνεσθαι μαλακούς. ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ τραχύνεται μὲν ἡ σύνθεσις ἐν τῷ ‘μεγάλη γὰρ ῥοπή’, διὰ τὸ μὴ συναλείφεσθαι τὰ δύο ρ ρ καὶ ἐν τῷ ‘ἀνθρώπων πράγματα’ διὰ τὸ μὴ συλλεαίνεσθαι ‹τὸ ν› τῷ ἑξῆς. διασπᾶται δ’ ἐν τῷ ‘μᾶλλον δὲ ὅλον ἡ τύχη’, βραχέων φωνηέντων πολὺν τὸν μεταξὺ χρόνον περιλαμβανόντων. ἐν δὲ τῇ τρίτῃ περιόδῳ τὰ φωνήεντα μέν, εἴ τις αὐτὰ βούλοιτο συναλείψας ἐκθλίβειν ὥσπερ τὸ οἴομαι καὶ δέον, οὐκ ἂν εὕροι συμπλεκόμενα ἀλλήλοις. τῶν δὲ συμφωνουμένων δυσὶν ἢ τρισὶν χωρίοις τὴν λειότητα μὴ φυλάττουσαι σὺν τοῖς παρακειμένοις εὑρεθήσονται ἐν τῷ ‘αἵρεσίν μοι δοίη’ καὶ ἐν τῷ ‘‹τὴν› τῆς ἡμετέρας πόλεως’. μέχρι μὲν δὴ τῶνδε ἡ δευτέρα τὰ πρωτεῖα ἁρμονία φέρει, ἐν δὲ τοῖς ἑξῆς ἡ προτέρα (διέσπασται ‹γὰρ› μᾶλλον τῆς ἑτέρας)· ‘Πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ἐκείνῳ. ἀλλ’, οἴομαι, καθήμεθα οὐδὲν ποιοῦντες· οὐκ ἔνι δ’ αὐτὸν ἀργοῦντα οὐδὲ φίλοις ἐπιτάττειν, μή τί γε θεοῖς.’ ἐν τούτοις γὰρ δὴ τά τε φωνήεντα πολλαχῇ συγκρουόμενα δῆλά ἐστι καὶ τὰ ἡμίφωνα καὶ ἄφωνα, ἐξ ὧν στηριγμούς τε καὶ ἐγκαθισμοὺς αἱ ἁρμονίαι λαμβάνουσι καὶ τραχύτητας αἱ φωναὶ συχνάς. ἔπειθ’ αἱ ταύταις ἐπιβάλλουσαι περίοδοι διαστάσεις μὲν οὐ λαμβάνουσι φωνηέντων, καὶ παρὰ τοῦτο ἐπιτρόχαλος αὐτῶν ἐστιν ἡ σύνθεσις, ἀφώνων δὲ καὶ ἡμιφώνων συμβολαῖς διαχαραττόμεναι τραχύνουσι τὴν φωνὴν συμμέτρως. καὶ τἆλλα δὲ τὸν αὐτὸν ἅπαντα κατεσκεύασται τρόπον. τί γὰρ δεῖ τὰ πλείω λέγοντα μηκύνειν; οὐ μόνον δὲ αἱ τῶν ὀνομάτων συζυγίαι τὴν μικτὴν ἁρμονίαν λαμβάνουσι παρ’ αὐτῷ καὶ μέσην, ἀλλὰ καὶ αἱ τῶν κώλων κατασκευαί τε καὶ συνθέσεις καὶ τὰ τῶν περιόδων μήκη τε καὶ σχήματα καὶ οἱ περιλαμβάνοντες αὐτάς τε καὶ τὰ κῶλα ῥυθμοί. καὶ γὰρ καὶ κατὰ κόμμα
τα πολλὰ εἴρηται τῷ ἀνδρὶ, καὶ τὰ ..... πλεῖστά γε οὕτως κατεσκεύασται, καὶ ἐν περιόδοις οὐκ ὀλίγα. τῶν δὲ περιόδων αἳ μέν εἰσιν εὐκόρυφοι καὶ στρογγύλαι ὥσπερ ἀπὸ τόρνου, αἳ δὲ ὕπτιαί τε καὶ κεχυμέναι καὶ οὐκ ἔχουσαι τὰς βάσεις περιττάς. μήκει τε αἳ μὲν ἐλάττους, ὥστε συμμετρηθῆναι πρὸς ἀνδρὸς πνεῦμα, αἳ δὲ πολλῷ μείζους, οἷαι καὶ μέχρι τῆς τετάρτης ἀναπαύσεως προελθοῦσαι τότε λήγειν εἰς πέρας. τῶν τε σχημάτων ἔνθα μὲν ἄν τις εὕροι τὰ σεμνὰ καὶ αὐστηρὰ καὶ ἀρχαῖα πλεονάζοντα, ἔνθα δὲ τὰ λιγυρὰ καὶ γλαφυρὰ καὶ θεατρικά. καὶ τῶν ῥυθμῶν πολλαχῇ μὲν τοὺς ἀνδρώδεις καὶ ἀξιωματικοὺς καὶ εὐγενεῖς, σπανίως δέ που τοὺς ὑπορχηματικούς τε καὶ Ἰωνικῶς [καὶ] διακλωμένους. ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐροῦμεν· ἕτερος γὰρ ἐπιτηδειότερος αὐτοῖς ἔσται τόπος. νυνὶ δέ, ὃ προσαπαιτεῖν ἔοικεν ὁ λόγος, ἔτι προσθείς, ἐπὶ τὰ λοιπὰ τῶν προκειμένων μεταβήσομαι.
[44] τί δὲ τοῦτ’ ἔστιν; ἐπειδὴ κρατίστην μὲν ἔφην εἶναι τὴν μικτὴν σύνθεσιν, ταύτῃ δὲ κεχρῆσθαί φημι τὸν Δημοσθένην ἁπάντων μετριώτατα τῶν ἄλλων, ἐπιτάσεις δὲ καὶ ἀνέσεις ἀξιολόγους ἐν αὐτῇ ποιεῖσθαι, τοτὲ μὲν ἀξιωματικωτέραν, τοτὲ δ’ εὐπρεπεστέραν ποιοῦντα τὴν ἀγωγήν, τί δή ποτε βουλόμενος οὐ πορεύεται μίαν αἰεὶ καὶ τὴν αὐτὴν ὁδόν; καὶ τὸ ἐν τῷδε ἢ τῷδε πλεονάζειν χαρακτῆρι ποίοις τισὶν ὁρίζει κανόσι; δοκεῖ δή μοι φύσει τε καὶ πείρᾳ διδαχθεὶς ὁ ἀνὴρ πρῶτον μὲν ἐκεῖνο καταμαθεῖν, ὅτι οὐχ ὁμοίας ἀπαιτοῦσι κατασκευὰς λέξεως οἱ πρὸς τὰς πανηγύρεις καὶ σχολὰς συρρέοντες ὄχλοι τοῖς εἰς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας ἀπαντῶσιν, ἀλλ’ οἳ μὲν ἀπάτης ὀρέγονται καὶ ψυχαγωγίας, οἳ δὲ διδαχῆς, ὧν ἐπιζητοῦσι, καὶ ὠφελείας. οὔτε δὴ τὸν ἐν δικαστηρίοις λόγον ᾤετο δεῖν κωτίλλειν καὶ λιγαίνειν, οὔτε τὸν ἐπιδεικτικὸν αὐχμοῦ μεστὸν εἶναι καὶ πίνου. πανηγυρικοὺς μὲν οὖν λόγους οὐκ ἔχομεν αὐτοῦ παρασχέσθαι· πάντας γὰρ ἔγωγε τοὺς ἀναφερομένους εἰς αὐτὸν ἀλλοτρίους εἶναι πείθομαι καὶ οὐδὲ κατὰ μικρὸν ἔχοντας τὸν ἐκείνου χαρακτῆρα οὔτ’ ἐν τοῖς νοήμασιν ‹οὔτ’ ἐν τοῖς ὀνόμασι›, τῆς δὲ συνθέσεως ὅλῳ καὶ τῷ παντὶ λειπομένους. ὧν ἐστιν ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαριώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου μεστὸν ἐγκώμιον εἰς Παυσανίαν. τὰς δὲ περὶ τούτων [45] ἀποδείξεις οὐχ οὗτος ὁ καιρὸς λέγειν. ἐκ δὲ τῶν ἐναγωνίων αὐτοῦ λόγων, ὁπόσοι πρὸς δικαστήρια γεγόνασιν ἢ πρὸς ἐκκλησίας, τεκμαίρομαι, ὅτι ταύτην τὴν γνώμην ὁ ἀνὴρ εἶχεν. ὁρῶ γὰρ αὐτόν, εἴ ποτε λάβοι πράγματα χαριεστέρας δεόμενα κατασκευῆς, πανηγυρικὴν αὐτοῖς ἀποδιδόντα τῆς λέξεως ἁρμονίαν, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους πεποίηκε λόγῳ πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δ’ ἐν οἷς τὸν περὶ τῶν νόμων ἀποδίδωσι λόγον καὶ τὸν περὶ τῶν φονικῶν δικαστηρίων, ἐφ’ ἧς χρείας ἕκαστον αὐτῶν τέτακται· κἀν τῷ κατὰ Λεπτίνου περὶ τῆς ἀτελείας κατὰ πολλὰ μέρη, μάλιστα δ’ ἐν τοῖς ἐγκωμίοις τῶν εὐεργετῶν τῆς πόλεως Χαβρίου τε καὶ Κόνωνος καί τινων ἑτέρων, κἀν τῷ περὶ τοῦ στεφάνου καὶ ἐν ἄλλοις συχνοῖς. τοῦτο δὲ δή μοι πρῶτον ἐνθυμηθεὶς δοκεῖ συμμεθαρμόζεσθαι ταῖς ὑποθέσεσι τὸν χαρακτῆρα τῆς συνθέσεως [τοῖς ὑποκειμένοις πράγμασι] καὶ ἔτι μετὰ τοῦτο τὰς ἰδέας τοῦ λόγου καταμαθών, ὅτι οὐχ ἅπασαι τὸν αὐτὸν ἀπαιτοῦσιν οὔτε ἐκλογῆς ὀνομάτων κόσμον οὔτε συνθέσεως, ἀλλ’ αἳ μὲν τὸν γλαφυρώτερον αἳ δὲ τὸν αὐστηρότερον, καὶ τῇ τούτων ἀκολουθήσας χρείᾳ τὰ μὲν προοίμια καὶ τὰς διηγήσεις ποιεῖν [τὸ] πλεῖον ἐχούσας τοῦ σεμνοῦ τὸ ἡδύ, τὰς δὲ πίστεις καὶ τοὺς ἐπιλόγους τῆς μὲν ἡδείας συνθέσεως ἐλάττω μοῖραν ἐχούσας, τῆς δὲ αὐστηρᾶς καὶ πεπινωμένης πλείω. ἐν αἷς μὲν γὰρ δεῖ κολακευθῆναι τὸν ἀκροατὴν καὶ παρακολουθῆσαι τοῖς πράγμασι κακῶν ἀλλοτρίων διηγήσεις αὐχμηρὰς ἐνίοτε καὶ ἀηδεῖς ἀκούοντα, ἔνθα εἰ μὴ τὸ παρηδῦνον ἡ σύνθεσις ἐπενέγκοι ἢ παραμυθήσαιτο τὸν τῆς διανοίας κόπον, οὐχ ἕξουσιν αἱ πίστεις βάσιν ἀσφαλῆ· ἐν οἷς δὲ τὰ πρὸς τὴν ἀλήθειαν καὶ τὸ συμφέρον συντείνοντα λέγεσθαι· ταῦτα δὲ ἁπλοϊκῶς πως καὶ γενναίως καὶ μετὰ σεμνότητος αὐστηρᾶς ἀπαιτοῦσιν οἱ πολλοὶ μανθάνειν, τὸ δὲ κωτίλον ἐν τούτοις καὶ ἀπατηλὸν ὥραν οὐκ ἔχει ἐπὶ τῶν ἐναγωνίων λόγων. οὐ τὴν αὐτὴν οὖν ἐπιστάμενος ἁπάντων φύσιν οὐδὲ τοὺς αὐτοὺς ᾤετο δεῖν πᾶσι προσήκειν κόσμους, ἀλλὰ τοῖς μὲν δημηγορικοῖς τὸ ἀξίωμα καὶ τὴν μεγαληγορίαν μᾶλλον ἁρμόττειν, τοῖς δὲ δικανικοῖς, ἔνθα τῶν ἀλλοτρίων ἀκουστὴς γίνεται κακῶν ὁ δικαστής, ψυχῆς τε καὶ τῶν ἄλλων, ὅσα τιμιώτατά ἐστιν ἀνθρώποις, ἀγών, τὴν χάριν καὶ τὴν ἡδονὴν καὶ τὴν ἀπάτην καὶ τὰ παραπλήσια τούτοις. διὰ τοῦτο ἐν μὲν ταῖς συμβουλαῖς καὶ μάλιστα ταῖς κατὰ Φιλίππου κατακορεστέραις κέχρηται ταῖς αὐστηραῖς ἁρμονίαις, ἐν δὲ τοῖς πρὸς τὰ δικαστήρια συνταχθεῖσι ταῖς γλαφυραῖς. καὶ αὐτῶν δὲ τῶν δικανικῶν πάλιν ἐν μὲν τοῖς δημοσίοις, ἔνθα τὸ ἀξίωμα ἔδει τῆς πόλεως φυλάξα
ι, ταῖς μεγαλοπρεπεστέραις πλείοσιν, ἐν δὲ τοῖς ἰδιωτικοῖς ἐλάττοσι.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 397