Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 406
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 406

by Dionysius of Halicarnassus


  [27] Ἐμοὶ μὲν δὴ ταῦτα καὶ τὰ παραπλήσια τούτοις ἄξια ζήλου τε καὶ μιμήσεως ἐφάνη, τήν τε μεγαληγορίαν τοῦ ἀνδρὸς καὶ τὴν καλλιλογίαν καὶ τὴν δεινότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐν τούτοις τοῖς ἔργοις ἐπείσθην τελειοτάτας εἶναι, τεκμαιρόμενος, ὅτι πᾶσα ψυχὴ τούτῳ τῷ γένει τῆς λέξεως ἄγεται, καὶ οὔτε τὸ ἄλογον τῆς διανοίας κριτήριον, ᾧ πεφύκαμεν ἀντιλαμβάνεσθαι τῶν ἡδέων ἢ ἀνιαρῶν, ἀλλοτριοῦται πρὸς αὐτὸ οὔτε τὸ λογικόν, ἐφ’ οὗ διαγιγνώσκεται τὸ ἐν ἑκάστῃ τέχνῃ καλόν· οὐδ’ ἂν ἔχοιεν οὔθ’ οἱ μὴ πάνυ λόγων ἔμπειροι πολιτικῶν εἰπεῖν, ἐφ’ ὅτῳ δυσχεραίνουσιν ὀνόματι ἢ σχήματι, οὔθ’ οἱ πάνυ περιττοὶ καὶ τῆς τῶν πολλῶν ὑπερορῶντες ἀμαθίας μέμψασθαι τὴν κατασκευὴν ταύτης τῆς λέξεως, ἀλλὰ καὶ τὸ τῶν πολλῶν καὶ ‹τὸ› τῶν ὀλίγων τὴν αὐτὴν ὑπόληψιν ἕξει· ὁ μέν γε πολὺς ἐκεῖνος ἰδιώτης οὐ δυσχερανεῖ τὸ φορτικὸν τῆς λέξεως καὶ σκολιὸν καὶ δυσπαρακολούθητον· ὁ δὲ σπάνιος καὶ οὐδ’ ἐκ τῆς ἐπιτυχούσης ἀγωγῆς γιγνόμενος τεχνίτης οὐ μέμψεται τὸ ἀγεννὲς καὶ χαμαιτυπὲς καὶ ἀκατάσκευον. ἀλλὰ συνῳδὸν ἔσται τό τε λογικὸν καὶ τὸ ἄλογον κριτήριον, ὑφ’ ὧν ἀμφοτέρων ἀξιοῦμεν ἅπαντα κρίνεσθαι κατὰ τὰς τέχνας. ἐργάσηται θάτερον, οὐκέτι καλὸν οὐδὲ τέλειον ἀποδίδωσι [28] τὸ ἕτερον. ἐγὼ γοῦν οὐκ ἔχω, πῶς ἐκεῖνα ἐπαινέσω τὰ δοκοῦντα μεγάλα καὶ θαυμαστὰ εἶναί τισιν, ὅσα μηδὲ τὰς πρώτας ἀρετὰς ἔχει καὶ κοινοτάτας, ἀλλ’ ἐκνενίκηται τῷ περιέργῳ καὶ περιττῷ μήτε ἡδέα εἶναι μήτε ὠφέλιμα· ὧν ὀλίγα παρέξομαι δείγματα παρατιθεὶς εὐθὺς ἑκάστοις τὰς αἰτίας, δι’ ἃς περιέστηκεν εἰς τὰς ἐναντίας ταῖς ἀρεταῖς κακίας. ἐν μὲν οὖν τῇ τρίτῃ βύβλῳ τὰ περὶ Κέρκυραν ὠμὰ καὶ ἀνόσια ἔργα διὰ τὴν στάσιν εἰς τοὺς δυνατωτάτους ἐκ τοῦ δήμου γενόμενα διεξιών, ἕως μὲν ἐν τῷ κοινῷ καὶ συνήθει τῆς διαλέκτου τρόπῳ τὰ πραχθέντα δηλοῖ, σαφῶς τε καὶ συντόμως καὶ δυνατῶς ἅπαντα εἴρηκεν· ἀρξάμενος δὲ ἐπιτραγῳδεῖν τὰς κοινὰς τῶν Ἑλλήνων συμφορὰς καὶ τὴν διάνοιαν ἐξαλλάττειν ἐκ τῶν ἐν ἔθει μακρῷ τινι γίγνεται χείρων αὐτὸς ἑαυτοῦ. ἔστι δὲ τὰ μὲν πρῶτα, ὧν οὐδεὶς ἂν ὡς ἡμαρτημένων ἐπιλάβοιτο, ταῦτα· ‘Κερκυραῖοι δὲ αἰσθόμενοι τάς τε Ἀττικὰς ναῦς προσπλεούσας τάς τε τῶν πολεμίων οἰχομένας, λαβόντες τοὺς Μεσσηνίους εἰς τὴν πόλιν ἤγαγον πρότερον ἔξω ὄντας, καὶ τὰς ναῦς περιπλεῦσαι κελεύσαντες, ἃς ἐπλήρωσαν, ἐς τὸν Ὑλαϊκὸν λιμένα, ἐν ὅσῳ περιεκομίζοντο, τῶν ἐχθρῶν εἴ τινα λάβοιεν ἀπέκτεινον, καὶ ἐκ τῶν νεῶν ὅσους ἔπεισαν εἰσβῆναι ἐκβιβάζοντες ἀνεχρῶντο· εἰς τὸ Ἥραιόν τε ἐλθόντες, τῶν ἱκετῶν ὡς πεντήκοντα ἄνδρας δίκην ὑποσχεῖν ἔπεισαν καὶ κατέγνωσαν ἁπάντων θάνατον· οἱ δὲ πολλοὶ τῶν ἱκετῶν, ὅσοι οὐκ ἐπείσθησαν, ὡς ἑώρων τὰ γιγνόμενα, διέφθειρον ἐν τῷ ἱερῷ ἀλλήλους, καὶ ἐκ τῶν δένδρων τινὲς ἀπήγχοντο, οἳ δ’ ὡς ἕκαστοι ἐδύναντο ἀνηλοῦντο. ἡμέρας τε ἑπτά, ἃς ἀφικόμενος ὁ Εὐρυμέδων ταῖς ἑξήκοντα ναυσὶ παρέμεινε, Κερκυραῖοι σφῶν αὐτῶν τοὺς ἐχθροὺς δοκοῦντας εἶναι ἐφόνευον, τὴν μὲν αἰτίαν ἐπιφέροντες τοῖς τὸν δῆμον καταλύουσιν· ἀπέθανον δέ τινες καὶ ἰδίας ἔχθρας ἕνεκα, καὶ ἄλλοι χρημάτων σφίσιν ὀφειλομένων ὑπὸ τῶν λαβόντων. πᾶσά τε ἰδέα κατέστη θανάτου, καὶ οἷον φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, οὐδὲν ὅ τι οὐ ξυνέβη, καὶ ἔτι περαιτέρω· καὶ γὰρ πατὴρ παῖδα ἀπέκτεινε, καὶ ἀπὸ τῶν ἱερῶν ἀπεσπῶντο καὶ πρὸς αὐτοῖς ἐκτείνοντο, οἳ δέ τινες καὶ περιοικοδομηθέντες ἐν τοῦ Διονύσου τῷ ἱερῷ ἀπέθανον οὕτως ὠμὴ στάσις προὐχώρησε, καὶ ἔδοξε μᾶλλον, διότι ἐν τοῖς πρώτη ἐγένετο· ἐπεὶ ὕστερόν γε καὶ πᾶν ὡς εἰπεῖν τὸ Ἑλληνικὸν ἐκινήθη, διαφορῶν ‹οὐσῶν› ἑκασταχοῦ τοῖς τε τῶν δήμων προστάταις τοὺς Ἀθηναίους ἐπάγεσθαι καὶ τοῖς ὀλίγοις τοὺς Λακεδαιμονίους.’

  [29]  ἃ δὲ τούτοις ἐπιφέρει, σκολιὰ καὶ δυσπαρακολούθητα καὶ τὰς τῶν σχηματισμῶν πλοκὰς σολοικοφανεῖς ἔχοντα καὶ οὔτε τοῖς κατ’ ἐκεῖνον τὸν βίον γενομένοις ἐπιτηδευθέντα οὔτε τοῖς ὕστερον, ὅτε μάλιστα ἤκμασεν ἡ πολιτικὴ δύναμις· ἃ μέλλω νυνὶ λέγειν· ‘ἐστασίαζέν τε οὖν τὰ τῶν πόλεων, καὶ τὰ ἐφυστερίζοντά που ἐπιπύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν τοῦ καινοῦσθαι τὰς διανοίας τῶν τ’ ἐπιχειρήσεων περιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ.’ ἐν τούτοις τὸ μὲν πρῶτον τῶν κώλων περιπέφρασται πρὸς οὐδὲν ἀναγκαῖον· ‘ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων’· ὑγιέστερον γὰρ ἦν εἰπεῖν ‘ἐστασίαζον αἱ πόλεις’. τὸ δ’ ἐπὶ τούτῳ λεγόμενον· ‘καὶ τὰ ἐφυστερίζοντά που’ δυσείκαστόν ἐστι· σαφέστερον δ’ ἂν ἐγένετο ῥηθὲν οὕτως· ‘αἱ δ’ ὑστεροῦσαι πόλεις’. οἷς ἐπίκειται· ‘ἐπιπύστει τῶν προγεγενημένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας’· βούλεται μὲν γὰρ λέγειν· ‘οἱ δὲ ὑστερίζοντες ἐπιπυνθανόμενοι τὰ γεγενημένα παρ’ ἑτέροις ἐλάμβανον ὑπερβολὴν ἐπὶ τὸ διανοεῖσθαί τι καινότερον’· χωρὶς δὲ τῆς πλοκῆς οὐδὲ οἱ τῶν ὀνομάτων
σχηματισμοὶ ταῖς ἀκοαῖς εἰσιν ἡδεῖς. τούτοις ἐπιφέρει κεφάλαιον ἄλλο ποιητικῆς, μᾶλλον δὲ διθυραμβικῆς σκευωρίας οἰκειότερον· ‘τῶν τ’ ἐπιχειρήσεων ἐπιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ· καὶ τὴν εἰωθυῖαν τῶν ὀνομάτων ἀξίωσιν ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει.’ ὃ γὰρ βούλεται δηλοῦν ἐν τῇ δυσεξελίκτῳ πλοκῇ, τοιοῦτόν ἐστι· ‘πολλὴν τὴν ἐπίδοσιν ἐλάμβανον εἰς τὸ διανοεῖσθαί τι καινότερον περὶ τὰς τέχνας τῶν ἐγχειρημάτων καὶ περὶ τὰς ὑπερβολὰς τῶν τιμωριῶν· τά τε εἰωθότα ὀνόματα ἐπὶ τοῖς πράγμασι λέγεσθαι μετατιθέντες ἄλλως ἠξίουν αὐτὰ καλεῖν.’ ἡ δ’ ‘ἐπιτέχνησις’ καὶ ἡ ‘τῶν τιμωριῶν ἀτοπία’ καὶ ἡ ‘εἰωθυῖα τῶν ὀνομάτων ἀξίωσις’ καὶ ἡ ‘εἰς τὰ ἔργα ἀντηλλαγμένη δικαίωσις’ περιφράσεως ποιητικῆς ἐστιν οἰκειοτέρα. οἷς ἐπιτίθησι τὰ θεατρικὰ σχήματα ταυτί· ‘τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής’· παρομοιώσεις γὰρ ἀμφότερα ταῦτα καὶ παρισώσεις περιέχει, καὶ τὰ ἐπίθετα καλλωπισμοῦ χάριν κεῖται· τὸ γὰρ οὔτε θεατρικὸν ἀλλ’ ἀναγκαῖον τῆς λέξεως σχῆμα τοιοῦτ’ ἂν ἦν· ‘τὴν μὲν γὰρ τόλμαν ἀνδρίαν ἐκάλουν, τὴν δὲ μέλλησιν δειλίαν.’ ὅμοια δὲ τούτοις ἐστὶ καὶ τὰ συναπτόμενα· ‘τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόν’· κυριώτερον δ’ ἂν οὕτως ἐλέχθη· ‘οἱ δὲ σώφρονες ἄνανδροι, καὶ οἱ συνετοὶ πρὸς ἅπαντα ἐν ἅπασιν ἀργοί.’

  [30] εἰ μέχρι τούτων προελθὼν ἐπαύσατο τὰ μὲν καλλωπίζων, τὰ δὲ σκληραγωγῶν τὴν λέξιν, ἧττον ἂν ὀχληρὸς ἦν. νῦν δ’ ἐπιτίθησιν· ‘ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δ’ ἀντιλέγων αὐτῷ ὕποπτος.’ καὶ γὰρ ἐν τούτοις πάλιν ἄδηλον μέν ἐστι, τίνα βούλεται δηλοῦν τὸν χαλεπαίνοντα καὶ περὶ τίνος, τίνα δὲ τὸν ἀντιλέγοντα καὶ ἐφ’ ὅτῳ. ‘ἐπιβουλεύσας δέ τις’ φησί ‘τυχών τε ξυνετός, καὶ ὑπονοήσας ἔτι δεινότερος· προβουλεύσας δὲ ὅπως μηδὲν αὑτῷ δεήσει, τῆς ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος.’ οὔτε γὰρ ὁ ‘τυχών’ ἐμφαίνει μᾶλλον, ὃ βούλεται δηλοῦν, οὔτε ὁ αὐτὸς τυχών τε καὶ ὑπονοήσας ἅμα νοεῖσθαι δύναται, εἴ γε ὁ μὲν τυχὼν ἐπὶ τοῦ κατορθώσαντος καὶ ἐπιτυχόντος ὃ ἤλπισε λέγεται, ὁ δὲ ὑπονοήσας ἐπὶ τοῦ προαισθομένου τὸ μήπω πραχθὲν ἀλλ’ ἔτι μέλλον κακόν. καθαρὸς δὲ καὶ τηλαυγὴς ὁ νοῦς οὕτως ἂν ἦν· ‘οἵ τ’ ἐπιβουλεύοντες ἑτέροις εἰ κατορθώσειαν, δεινοί· καὶ οἱ τὰς ἐπιβουλὰς προὑπονοοῦντες εἰ φυλάξαιντο, ἔτι δεινότεροι· ὁ δὲ προἰδόμενος, ὅπως μηδὲν αὑτῷ δεήσει μήτ’ ἐπιβουλῆς μήτε φυλακῆς, τάς τε ἑταιρίας διαλύειν ἐδόκει καὶ τοὺς ἐναντίους ἐκπεπλῆχθαι.’

  [31]  μίαν δὲ τούτοις ἐπιθεὶς περίοδον ἀγκύλως εἰρημένην καὶ δυνατῶς μετὰ τοῦ σαφῶς· ‘ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον’ ποιητικῇ πάλιν χρήσεται μεταλήψει· ‘καὶ μὴν καὶ τὸ συγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν.’ τὸ γὰρ ‘συγγενές’ καὶ τὸ ‘ἑταιρικόν’ ‹ἀντὶ τῆς συγγενείας καὶ τῆς ἑταιρίας› κείμενον μετείληπται· τό τε ‘ἀπροφασίστως τολμᾶν’ ἄδηλον, εἴ τε ἐπὶ τῶν φίλων κεῖται νῦν εἴ τε ἐπὶ τῶν συγγενῶν. αἰτίαν γὰρ ἀποδούς, δι’ ἣν τοὺς συγγενεῖς ἀλλοτριωτέρους ἔκρινον τῶν φίλων, ἐπιτίθησιν, ὅτι τόλμαν ἀπροφάσιστον παρείχοντο. σαφὴς δ’ ἂν ἦν ‹ὁ› λόγος, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον κατὰ τὴν ἑαυτοῦ βούλησιν σχηματίζων· ‘καὶ μὴν καὶ τὸ ἑταιρικὸν οἰκειότερον ἐγένετο τοῦ συγγενοῦς διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν.’ περιπέφρασται δὲ καὶ τὰ ἐπὶ τούτοις, καὶ οὔτε ἰσχυρῶς οὔτε σαφῶς ἀπήγγελται· ‘οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται σύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ.’ ὁ μὲν νοῦς ἐστὶ τοιόσδε· ‘οὐ γὰρ ἐπὶ ταῖς κατὰ νόμον ὠφελείαις αἱ τῶν ἑταιριῶν ἐγίνοντο σύνοδοι, ἀλλ’ ἐπὶ τῷ παρὰ τοὺς νόμους τι πλεονεκτεῖν.’ ‘Καὶ ὅρκοι’ φησίν ‘εἴ που ἄρα ἐγίγνοντο συναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ‹ἑκατέρῳ› διδόμενοι ἴσχυον, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν’· ἐν τούτοις ὑπερβατόν τε καὶ περίφρασις· οἱ μὲν γὰρ ‘ὅρκοι τῆς συναλλαγῆς’ τὸ σημαινόμενον ἔχουσι τοιοῦτον· ‘οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο’. τὸ δὲ ‘ἴσχυον’ δι’ ὑπερβατοῦ κείμενον τῷ ‘αὐτίκα’ ἕπεται, βούλεται γὰρ δηλοῦν ‘ἐν τῷ παραυτίκα ἴσχυον’· τὸ δὲ ‘πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν’ σαφέστερον ἂν ἦν οὕτως ἐξενεχθέν· ‘διὰ τὸ μηδεμίαν ἄλλην ἔχειν δύναμιν κατὰ τὸ ἄπορον ἑκατέρῳ διδόμενοι’. τὸ δὲ κατάλληλον τῆς διανοίας ἦν ἂν τοιοῦτο· ‘οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο, ἀπορίᾳ πίστεως ἄλλης ἑκατέρῳ διδόμενοι [32] ἐν τῷ παραχρῆμα ἴσχυον.’ σκολιώτερα δὲ τούτων ἐστὶ καὶ ἃ μετὰ ταῦτα τίθησιν· ‘ἐν δὲ τῷ παρατυχόντι ὁ φθάσας θαρρῆσαι εἰ ἴδοι ἄ�
�ρακτον, ἥδιον διὰ τὴν πίστιν ἐτιμωρεῖτο ἢ ἀπὸ τοῦ προφανοῦς· καὶ τό τε ἀσφαλὲς ἐλογίζετο, καὶ ὅτι ἀπάτῃ περιγενόμενος συνέσεως ἀγώνισμα προσελάμβανε’· τὸ δὴ ‘παρατυχόν’ ἀντὶ τοῦ ‘παραχρῆμα’ κεῖται, τό τε ‘ἄφρακτον’ ἀντὶ τοῦ ‘ἀφυλάκτου’ καὶ τὸ ‘ἥδιον τιμωρεῖσθαι διὰ τὴν πίστιν μᾶλλον ἢ ἀπὸ τοῦ προφανοῦς’ σκοτεινῶς περιπέφρασται, καὶ ἐλλείπει τι μόριον εἰς τὸ συμπληρωθῆναι τὴν νόησιν. εἰκάζειν δὲ ἔστιν, ὅτι τοῦτο βούλεται λέγειν· ‘εἰ δέ που παρατύχοι τινὶ καιρὸς καὶ μάθοι τὸν ἐχθρὸν ἀφύλακτον, ἥδιον ἐτιμωρεῖτο, ὅτι πιστεύσαντι ἐπέθετο μᾶλλον ἢ φυλαττομένῳ· καὶ συνέσεως δόξαν προσελάμβανε, τό τε ἀσφαλὲς λογιζόμενος καὶ ὅτι διὰ τὴν ἀπάτην αὐτοῦ περιεγένετο.’ ‘ῥᾷον δ’ οἱ πολλοὶ κακοῦργοι’ φησίν ‘ὄντες δεξιοὶ κέκληνται ἢ ἀμαθεῖς ἀγαθοί, καὶ τῷ μὲν αἰσχύνονται, ἐπὶ δὲ τῷ ἀγάλλονται’· ταῦτα γὰρ ἀγκύλως μὲν εἴρηται καὶ βραχέως, ἐν ἀφανεῖ δὲ κείμενον ἔχει τὸ σημαινόμενον. χαλεπὸν γὰρ μαθεῖν, τίνας δή ποτε νοεῖ τοὺς ἀμαθεῖς τε καὶ ἀγαθούς· εἴ τε γὰρ ἀντιδιαστέλλεται πρὸς τοὺς κακούργους, οὐκ ἂν εἴησαν ἀμαθεῖς οἱ μὴ κακοί· εἴ τ’ ἐπὶ τῶν ἀνοήτων καὶ ἀφρόνων τίθησι τοὺς ἀμαθεῖς, κατὰ τί δή ποτε τούτους ἀγαθοὺς καλεῖ; ‘καὶ τῷ μὲν αἰσχύνονται’ τίνες; ἄδηλον γὰρ πότερον ἀμφότεροι ἢ οἱ ἀμαθεῖς. ‘ἐπὶ δὲ τῷ ἀγάλλονται’ κἀνταῦθα ἄδηλον, τίνες· εἰ μὲν γὰρ ἐπ’ ἀμφοτέρων τίθησιν, οὐκ ἔχει νοῦν· οὔτε γὰρ ἐπὶ τοῖς κακούργοις οἱ ἀγαθοὶ ἀγάλλονται οὔτ’ ἐπὶ τοῖς ἀμαθέσιν οἱ κακοῦργοι αἰσχύνονται.

 

‹ Prev