[2] Σοφοκλῆς μὲν ὁ τραγῳδοποιὸς ἐν Λαοκόωντι δράματι μελλούσης ἁλίσκεσθαι τῆς πόλεως πεποίηκε τὸν Αἰνείαν ἀνασκευαζόμενον εἰς τὴν Ἴδην, κελευσθέντα ὑπὸ τοῦ πατρὸς Ἀγχίσου κατὰ τὴν μνήμην ὧν Ἀφροδίτη ἐπέσκηψε καὶ ἀπὸ τῶν νεωστὶ γενομένων περὶ τοὺς Λαοκοωντίδας σημείων τὸν μέλλοντα ὄλεθρον τῆς πόλεως συντεκμηραμένου. ἔχει δ᾽ ἐν αὐτῷ τὰ ἰαμβεῖα ἐν ἀγγέλου προσώπῳ λεγόμενα ὧδε:
νῦν δ᾽ ἐν πύλαισιν Αἰνέας ὁ τῆς θεοῦ
πάρεστ᾽ ἐπ᾽ ὤμων πατέρ᾽ ἔχων κεραυνίου
νώτου καταστάζοντα βύσσινον φάρος.
κύκλῳ δὲ πᾶσαν οἰκετῶν παμπληθίαν:
συμπλάζεται δὲ πλῆθος οὐχ ὅσον δοκεῖς,
οἳ τῆς2δ᾽ ἐρῶσι τῆς ἀποικίας Φρυγῶν.
[2] Sophocles, the tragic poet, in his drama Laocoön represents Aeneas, just before the taking of the city, as removing his household to Mount Ida in obedience to the orders of his father Anchises, who recalled the injunctions of Aphroditê and from the omens that had lately happened in the case of Laocoön’s family conjectured the approaching destruction of the city. His iambics, which are spoken by a messenger, are as follows:
“Now at the gates arrives the goddess’ son,
Aeneas, his sire upon his shoulders borne
Aloft, while down that back by thunderbolt
Of Zeus once smit the linen mantle streams;
Surrounding them the crowd of household slaves.
There follows a multitude beyond belief
Who long to join this Phrygian colony.”
[3] Μενεκράτης δὲ ὁ Ξάνθιος προδοῦναι τοῖς Ἀχαιοῖς αὐτὸν ἀποφαίνει τὴν πόλιν τῆς πρὸς Ἀλέξανδρον ἔχθρας ἕνεκα, καὶ διὰ τὴν εὐεργεσίαν ταύτην Ἀχαιοὺς αὐτῷ συγχωρῆσαι διασώσασθαι τὸν οἶκον. σύγκειται [p. 77] δὲ αὐτῷ ὁ λόγος ἀρξαμένῳ ἀπὸ τῆς Ἀχιλλέως ταφῆς τὸν τρόπον τόνδε: ῾Ἀχαιοὺς δ᾽ ἀνίη εἶχε καὶ ἐδόκεον τῆς στρατιῆς τὴν κεφαλὴν ἀπηράχθαι. ὅμως δὲ τάφον αὐτῷ δαίσαντες ἐπολέμεον βίῃ πάσῃ, ἄχρις Ἴλιος ἑάλω Αἰνείεω ἐνδόντος. Αἰνείης γὰρ ἄτιτος ἐὼν ὑπὸ Ἀλεξάνδρου καὶ ἀπὸ γερέων ἱερῶν ἐξειργόμενος ἀνέτρεψε Πρίαμον: ἐργασάμενος δὲ ταῦτα εἷς Ἀχαιῶν ἐγεγόνεἰ.
[3] But Menecrates of Xanthus says that Aeneas betrayed the city to the Achaeans out of hatred for Alexander and that because of this service he was permitted by them to save his household. His account, which begins with the funeral of Achilles, runs on this wise: “The Achaeans were oppressed with grief and felt that the army had had its head lopped off. However, they celebrated his funeral feast and made war with all their might till Ilium was taken by the aid of Aeneas, who delivered it up to them. For Aeneas, being scorned by Alexander and excluded from his prerogatives, overthrew Priam; and having accomplished this, he became one of the Achaeans.”
[4] ἄλλοι δέ τινες ἐπὶ τοῦ ναυστάθμου τοῦ Τρωικοῦ τυχεῖν αὐτὸν τηνικαῦτα διατρίβοντα λέγουσιν, οἱ δ᾽ εἰς Φρυγίαν ἀπεσταλμένον ὑπὸ Πριάμου μετὰ δυνάμεως ἐπί τινα χρείαν στρατιωτικήν: εἰσὶ δ᾽ οἳ μυθωδεστέραν αὐτοῦ ποιοῦσι τὴν ἔξοδον. ἐχέτω δ᾽ ὅπῃ τις αὑτὸν πείθει.
[4] Others say that he chanced to be tarrying at that time at the station where the Trojan ships lay; and others that he had been sent with a force into Phrygia by Priam upon some military expedition. Some give a more fabulous account of his departure. But let the case stand according to each man’s convictions.
[1] τὰ δὲ μετὰ τὴν ἔξοδον ἔτι πλείω παρέχει τοῖς πολλοῖς τὴν ἀπορίαν. οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἐστι Κεφάλων τε ὁ Γεργίθιος καὶ Ἡγήσιππος ὁ περὶ Παλλήνης γράψας, ἄνδρες ἀρχαῖοι καὶ λόγου ἄξιοι. ἕτεροι δὲ ἐκ Θρᾴκης ἀναστήσαντες αὐτὸν ἕως Ἀρκαδίας παρακομίζουσιν, οἰκῆσαι δὲ λέγουσιν ἐν Ὀρχομενῷ τε τῷ Ἀρκαδικῷ, καὶ Νήσῳ δὲ λεγομένῃ, καίπερ οὔσῃ μεσόχθονι, ἀπὸ τελμάτων καὶ ποταμοῦ: τάς τε καλουμένας Καπύας Αἰνείου τε καὶ Τρώων ἀπόκτισιν εἶναι, Καπύας ὀνομασθείσας ἀπὸ τοῦ Τρωικοῦ [p. 78] Κάπυος. λέγεται δὲ ταῦτα ἄλλοις τε καὶ Ἀριαίθῳ
[49.1] What happened after his departure creates still greater difficulty for most historians. For some, after they have brought him as far as Thrace, say he died there; of this number are Cephalon of Gergis and Hegesippus, who wrote concerning Pallenê, both of them ancient and reputable men. Others make him leave Thrace and take him to Arcadia, and say that he lived in the Arcadian Orchomenus, in a place which, though situated inland, yet by reason of marshes and a river, is called Nesos or “Island”; and they add that the town called Capyae was built by Aeneas and the Trojans and took its name from Capys the Troan.
[2] τῷ γράψαντι τὰ Ἀρκαδικά. εἰσὶ δὲ καὶ οἳ δεῦρο μὲν ἀφικέσθαι τὸν Αἰνείαν μυθολογοῦσιν, οὐ μέντοι τήν γε τελευτὴν αὐτῷ τοῦ βίου συμπεσεῖν ἐν τοῖς2δε τοῖς χωρίοις, ἀλλ᾽ ἐν Ἰταλίᾳ, ὡς ἄλλοί τε πολλοὶ δηλοῦσι καὶ Ἀγάθυλλος Ἀρκὰς ὁ ποιητὴς ἐν ἐλεγείῳ λέγων ὧδε:
ἵκετο δ᾽ Ἀρκαδίην, Νήσῳ δ᾽ ἐγκάτθετο παῖδας
δοιάς, Κωδώνης λέκτρα καὶ Ἀνθεμόνης.
αὐτὸς δ᾽ Ἑσπερίην ἔσυτο χθόνα, γείνατο δ᾽ υἷα Ῥωμύλον.
[2] This is the account given by various other writers and by Ariaethus, the author of Arcadica. And there are some who have the story that he came, indeed, to Arcadia and yet that his death did not occur there, but in Italy; this is stated by many others and especially by Agathyllus of Arcadia, the poet, who writes thus in an elegy:
“Then to Arcadia came and in Nesos left his two daughters,
Fruit of his love for Anthemonê fair and for lovely Codonê;
Thence made haste to Hesperia’s land and begat there male offspring,
Romulus named.”
[3] τῆς δ᾽ εἰς Ἰταλίαν Αἰνείου καὶ Τρώων ἀφίξεως Ῥωμαῖοί τε πάντες βεβαιωταὶ καὶ τὰ δρώμενα ὑπ᾽ αὐτῶν ἔν τε θυσίαις καὶ ἑορταῖς μηνύματα, Σιβύλλης τε λόγια καὶ χρησμοὶ Πυθικοὶ καὶ ἄλλα πολλά, ὧν οὐκ ἄν τις ὡς εὐπρεπείας ἕνεκα συγκειμένων ὑπερίδοι. πολλὰ δὲ καὶ παρ᾽ Ἕλλησι γνωρίσματα καὶ φανερὰ εἰς τόδε χρόνου περιλείπεται, ἔνθα ὡρμίσαντο καὶ παρ᾽ οἷς διατριβὴν ἀπλοίας ἕνεκεν ἐποιήσαντο: ὧν ἐγὼ μνήμην ὡς ἂν οἷός τε ὦ πολλ�
�ν ὄντων βραχυτάτην ποιήσομαι.
[3] The arrival of Aeneas and the Trojans in Italy is attested by all the Romans and evidences of it are to be seen in the ceremonies observed by them both in their sacrifices and festivals, as well as in the Sibyl’s utterances, in the Pythian oracles, and in many other things, which none ought to disdain as invented for the sake of embellishment. Among the Greeks, also, many distinct monuments remain to this day on the coasts where they landed and among the people with whom they tarried when detained by unfavourable weather. In mentioning these, though they are numerous, I shall be as brief as possible.
[4] πρῶτον μὲν εἰς Θρᾴκην ἀφικόμενοι κατὰ τὴν χερρόνησον, ἣ καλεῖται Παλλήνη, ωρμίσαντο. εἶχον δὲ αὐτὴν ὥσπερ ἔφην βάρβαροι Κρουσαῖοι καλούμενοι καὶ παρέσχον αὐτοῖς τὰς καταγωγὰς ἀσφαλεῖς. [p. 79] μείναντες δὲ τὴν χειμερινὴν ὥραν αὐτόθι νεὼν Ἀφροδίτης ἱδρύσαντο ἐπὶ τῶν ἀκρωτηρίων ἑνὸς καὶ πόλιν Αἴνειαν ἔκτισαν, ἐν ᾗ τούς τε ὑπὸ καμάτων ἀδυνάτους πλεῖν καὶ ὅσοις αὐτοῦ μένειν βουλομένοις ἦν, ὡς ἐν οἰκείᾳ γῇ τὸ λοιπὸν ἐσομένους, ὑπελίποντο. αὕτη διέμεινεν ἕως τῆς Μακεδόνων δυναστείας τῆς κατὰ τοὺς διαδόχους τοὺς Ἀλεξάνδρου γενομένης: ἐπὶ δὲ τῆς Κασάνδρου βασιλείας καθῃρέθη, ὅτε Θεσσαλονίκη πόλις ἐκτίζετο, καὶ οἱ Αἰνεᾶται σὺν ἄλλοις πολλοῖς εἰς τὴν νεόκτιστον μετῴκησαν.
[4] They first went to Thrace and landed on the peninsula called Pallenê. It was inhabited, as I have said, by barbarians called Crusaeans, who offered them a safe refuge. There they stayed the winter season and built a temple to Aphroditê on one of the promontories, and also a city called Aeneia, where they left all those who from fatigue were unable to continue the voyage and all who chose to remain there as in a country they were henceforth to look upon as their own. This city existed down to that period of the Macedonian rule which came into being under the successors of Alexander, but it was destroyed in the reign of Cassander, when Thessalonica was being founded; and the inhabitants of Aeneia with many others removed to the newly-built city.
[1] ἐκ δὲ τῆς Παλλήνης ἄραντες οἱ Τρῶες εἰς Δῆλον ἀφικνοῦνται βασιλεύοντος αὐτῆς Ἀνίου: καὶ ἦν πολλὰ σημεῖα ἐν Δήλῳ τῆς Αἰνείου τε καὶ Τρώων παρουσίας, ἕως ἤνθει τε καὶ ᾤκισθ᾽ ἡ νῆσος. ἔπειτα εἰς Κύθηρα νῆσον ἑτέραν, ἣ πρόκειται Πελοποννήσου,
[50.1] Setting sail from Pallenê, the Trojans came to Delos, of which Anius was king. Here there were many evidences of the presence of Aeneas and the Trojans as long as the island was inhabited and flourished. Then, coming to Cythera, another island, lying off the Peloponnesus, they built a temple there to Aphroditê.
[2] παραγενόμενοι ἱερὸν Ἀφροδίτης ἱδρύονται. ἀπὸ δὲ Κυθήρων ποιούμενοι τὸν πλοῦν οὐ πρόσω τῆς Πελοποννήσου τελευτήσαντα τῶν ἑταίρων τινὰ τῶν Αἰνείου Κίναιθον ἐπὶ τῶν ἀκρωτηρίων τινὸς θάπτουσιν, ὃ νῦν ἀπ᾽ ἐκείνου Κιναίθιον καλεῖται: καὶ τὴν πρὸς Ἀρκάδας συγγένειαν ἀνανεωσάμενοι, περὶ ἧς ἐν ὑστέρῳ λόγῳ διηγήσομαι, χρόνον τε ὀλίγον περὶ ταῦτα τὰ χωρία διατρίψαντες καὶ ὑπολιπόμενοί τινας σφῶν αὐτῶν εἰς Ζάκυνθον ἀφικνοῦνται.
[2] And while they were on their voyage from Cythera and not far from the Peloponnesus, one of Aeneas’ companions, named Cinaethus, died and they buried him upon one of the promontories, which is now called Cinaethion after him. And having renewed their kinship with the Arcadians, concerning which I shall speak in a later chapter, and having stayed a short time in those parts, they left some of their number there and came to Zacynthus.
[3] δεξαμένων δ᾽ αὐτοὺς καὶ τῶν Ζακυνθίων πρὸς φιλίαν διὰ τὸ [p. 80] συγγενές: Δαρδάνῳ γὰρ τῷ Διὸς καὶ Ἠλέκτρας τῆς Ἀτλαντίδος δύο γενέσθαι φασὶν ἐκ Βατείας παῖδας, Ζάκυνθόν τε καὶ Ἐριχθόνιον, ὧν ὁ μὲν Αἰνείου πρόγονος ἦν, Ζάκυνθος δὲ τῆς νήσου κτίστης: ταύτης τε δὴ τῆς συγγενείας ἀναμνήσει καὶ φιλοφροσύνῃ τῶν ἐπιχωρίων διατρίβοντες αὐτόθι καὶ ἅμα ἀπλοίᾳ κατειργόμενοι θύουσιν Ἀφροδίτῃ πρὸς τῷ κατασκευασθέντι ἱερῷ θυσίαν, ἣν εἰς τόδε χρόνου συντελοῦσι κοινῇ Ζακύνθιοι, καὶ ἀγῶνα ποιοῦσιν ἐφήβοις τῶν τε ἄλλων ἀγωνισμάτων καὶ δρόμου: τὸ δὲ νικητήριον ὁ πρῶτος ἐλθὼν εἰς τὸν νεὼν λαμβάνει: λέγεται δὲ Αἰνείου καὶ Ἀφροδίτης ὁ δρόμος, καὶ
[3] The Zacynthians, also, received them in a friendly manner on account of their kinship; for Dardanus, the son of Zeus and Electra, the daughter of Atlas, had, as they say, by Bateia two sons, Zacynthus and Erichthonius of whom the latter was the ancestor of Aeneas, and Zacynthus was the first settler of the island. In memory, therefore, of this kinship and by reason of the kindness of the inhabitants they stayed there some time, being also detained by unfavourable weather; and they offered to Aphroditê at the temple they had built to her a sacrifice which the entire population of Zacynthus performs to this day, and instituted games for young men, consisting among other events of a foot-race in which the one who comes first to the temple gains the prize. This is called the course of Aeneas and Aphroditê, and wooden statues of both are erected there.
[4] ξόανα τούτων ἕστηκεν ἀμφοτέρων. ἐκεῖθεν δὲ πελάγιον ποιησάμενοι τὸν πλοῦν εἰς Λευκάδα κατάγονται, κατεχόντων ἔτι τὸ χωρίον Ἀκαρνάνων. κἀν ταύτῃ πάλιν ἱερὸν Ἀφροδίτης ἱδρύονται τοῦτο, ὃ νῦν ἐστιν ἐν τῇ νησῖδι τῇ μεταξὺ τοῦ Διορύκτου τε καὶ τῆς πόλεως, καλεῖται δὲ Ἀφροδίτης Αἰνειάδος. ἄραντες δὲ αὐτόθεν ἐπί τε Ἄκτιον ἐλθόντες ὁρμίζονται τοῦ Ἀμβρακικοῦ κόλπου πρὸς τὸ ἀκρωτήριον. κἀκεῖθεν εἰς Ἀμβρακίαν ἀφικνοῦνται πόλιν, ἧς ἐβασίλευεν Ἄμβραξ ὁ Δεξαμενοῦ τοῦ Ἡρακλέους, καὶ ὑπολείπονται ἑκατέρωθι μνημεῖα τῆς ἀφίξεως: ἐν Ἀκτίῳ μὲν Ἀφροδίτης Αἰνειάδος ἱερὸν καὶ πλησίον αὐτοῦ θεῶν μεγάλων, ἃ καὶ εἰς ἐμὲ ἦν: ἐν δὲ Ἀμβρακίᾳ ἱερόν τε τῆς αὐτῆς θεοῦ καὶ ἡρῶον Αἰνείου πλησίον τοῦ μικροῦ θεάτρου, ἐν ᾧ καὶ ξόανον μικρὸν ἀρχαϊκὸν Αἰνείου [p. 81] λεγόμενον, καὶ αὐτὸ θυσίαις ἐγέραιρον αἱ καλούμεναι παρ᾽ αὐτοῖς ἀμφίπολοι.
[4] From there, after a voyage through the open sea, they landed at Leucas, which was still in the possession of the Acarnanians. Here again they built a temple to Aphroditê, which stands to-day on the little island between Dioryctus and the city; it is called the temple of Aphroditê A
eneias. And departing thence, they sailed to Actium and anchored off the promontory of the Ambracian Gulf; and from there they came to the city of Ambracia, which was then ruled by Ambrax, the son of Dexamenus, the son of Heracles. Monuments of their coming are left in both places: at Actium, the temple of Aphroditê Aeneias, and near to it that of the Great Gods, both of which existed even to my time; and in Ambracia, a temple of the same goddess and a hero-shrine of Aeneas near the little theatre. In this shrine there was a small archaic statue of wood, said to be of Aeneas, that was honoured with sacrifices by the priestesses they called amphipoloi or “handmaidens.”
[1] ἐκ δὲ Ἀμβρακίας Ἀγχίσης μὲν τὰς ναῦς ἔχων παρὰ γῆν κομιζόμενος εἰς Βουθρωτὸν λιμένα τῆς Ἠπείρου κατάγεται, Αἰνείας δὲ καὶ οἱ ἀκμαιότατοι σὺν αὐτῷ τοῦ στρατοῦ διανύσαντες ἡμερῶν δυεῖν ὁδὸν εἰς Δωδώνην ἀφικνοῦνται χρησόμενοι τῷ θεῷ καὶ καταλαμβάνουσιν αὐτόθι Τρῶας τοὺς σὺν Ἑλένῳ. ἀνελόμενοι δὲ χρησμοὺς περὶ τῆς ἀποικίας καὶ τὸν θεὸν ἀναθήμασι δωρησάμενοι Τρωικοῖς ἄλλοις τε καὶ κρατῆρσι χαλκοῖς, ὧν τινες ἔτι περίεισιν ἐπιγραφαῖς πάνυ ἀρχαίαις δηλοῦντες τοὺς ἀναθέντας, ἐπὶ τὸ ναυτικὸν ἀφικνοῦνται τεττάρων μάλιστα ἡμερῶν διελθόντες ὁδόν. δηλοῖ δὲ καὶ τὴν εἰς Βουθρωτὸν τῶν Τρώων παρουσίαν λόφος τις, ᾧ τότε στρατοπέδῳ
[51.1] From Ambracia Anchises, sailing with the fleet along the coast, came to Buthrotum, a seaport of Epirus. But Aeneas with the most vigorous men of his army made a march of two days and came to Dodona, in order to consult the oracle; and there they found the Trojans who had come thither with Helenus. Then, after receiving responses concerning their colony and after dedicating to the god various Trojan offerings, including bronze mixing bowls, — some of which are still in existence and by their inscriptions, which are very ancient, show by whom they were given, — they rejoined the fleet after a march of about four days. The presence of the Trojans at Buthrotum is proved by a hill called Troy, where they encamped at that time.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 433