Works of Nonnus

Home > Other > Works of Nonnus > Page 63
Works of Nonnus Page 63

by Nonnus

πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστῳ τινὶ μορφῇ

  ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου

  εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα:

  καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ

  375 δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου.

  ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης

  Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν:

  ‘Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται:

  δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται: ἡμετέροις γὰρ

  380 τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς

  αἰγὶς ἐμοὶ μούνη περιλείπεται: ἀλλὰ τί ῥέξει

  αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ;

  δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ

  ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο:

  385 δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν

  ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ

  ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης

  εἰς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων

  ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,

  390 μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,

  μὴ βροντήν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω

  μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ.

  εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,

  κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ

  395 θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων

  δώσω διπλόα δῶρα: σὲ γὰρ ῥυτῆρα τελέσσω

  ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.

  καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,

  τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.

  400 εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν,

  ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς:

  ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ

  ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί.

  πανδαμάτωρ, ἕνα βάλλε τεῷ πυρί, θελγόμενον δὲ

  405 σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων:

  Καδμείης δ᾽ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς

  ὅσσον ἐγὼ πόθον ἔσχου ἐς Εὐρώπης ὑμεναίους.’

  ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρῳ,

  ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων

  410 Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ,

  κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης:

  καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,

  πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς

  οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων.

  415 ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ

  ἄνθορεν εἰσαΐων δόλιον μέλος: ἔνδοθι δ᾽ ἄντρου

  ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ

  τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν

  ἑσπόμενος μελέεσσιν: ἰδὼν δέ μιν ἐγγύθι λόχμης

  420 Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ.

  ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας

  νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,

  καὶ δόλον οὐ γίνωσκε λιγύθροον: ἀντιτύπῳ δὲ

  ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου

  425 ἀγνώσσων: μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ

  ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν:

  ‘Αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;

  καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,

  καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν:

  430 τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ;

  πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς

  ὄργανον αὐτοβόητον Ὀλύμπιον: ἑζόμενος δὲ

  χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς

  πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς:

  435 σῶν δ᾽ ὀλίγων δονάκων ἐχέτω κτύπον: οὐτιδανοὺς γὰρ

  οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,

  ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων

  οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω.

  στήσω δ᾽, ἢν ἐθέλῃς, φιλίην ἔριν: ἀλλά σὺ μέλπων

  440 πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω:

  πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν

  φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος

  ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί.

  βουκόλε, μισθὸν ἔχοις σέο πηκτίδος: οὐράνιον γὰρ

  445 ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,

  ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω

  αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ:

  οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι: ἰσοτύπου γὰρ

  στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος

  450 ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ

  πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει:

  στήσω δ᾽ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου

  σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ,

  ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ

  455 ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης.

  οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος: ἀντὶ δὲ λόχμης

  αἰθε
ρίαις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη.

  καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ

  ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ.

  460 ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης

  φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων

  ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης.

  οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν,

  σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου.

  465 μολπῆς δ᾽ ἄξια δῶρα παρ᾽ ἀστεροφεγγέι κύκλῳ

  στηρίξω σέθεν ὄψιν Ὀλύμπιον, ἡδυμελῆ δὲ

  οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω.

  σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης:

  εἰ δέ σοι οὐ γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ

  470 ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης:

  μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης.

  εἰ δ᾽ ἔλαχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου,

  ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω:

  εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,

  475 δώσω σοι τόδε δῶρον. ἐγὼ δ᾽ ἐς Ὄλυμπον ὁδεύσω

  οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος: οὐτιδανὴ γὰρ

  ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη;

  ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην,

  γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου

  480 σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.’

  εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν.

  ἀλλ᾽ ὅτε δὴ γίνωσκεν ἑκούσιον εἰς λίνον ἄγρης

  νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης

  τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ,

  485 κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν:

  ‘Βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας:

  εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω

  ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;

  καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων

  490 Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ

  χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ

  υἱέι νικηθέντι φέρων χάριν: εἰ δὲ ποθ᾽ εὕρω

  νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων

  θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν:

  495 καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ,

  ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω

  τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ,

  ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας

  στήσω, καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης.

  500 ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ

  μοῦνον ἔα κλυτότοξον, ὅπως περὶ δεῖπνα τραπέζης

  δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω,

  τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων.

  Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ

  505 Φοίβου κῶμον ἄγοντος ἤ ὑμετέροιο νομῆος

  θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.’

  ἔννεπε: καὶ χαροπῇσιν ἐπ᾽ ὀφρύσι νεῦσε Τυφωεύς,

  καὶ πλοκάμους ἐδόνησεν: ἐρευγομένων δὲ κομάων

  ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.

  510 καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο: κεῖθεν ἀείρας

  νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ,

  νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.

  καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν:

  καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν

  515 ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ,

  Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα: φειδομένῳ δὲ

  λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,

  θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,

  λαρότερον μέλος εἶπε: καὶ οὔατα πολλὰ τιταίνων

  520 ἁρμονίης ἤκουε, καὶ οὐ γίνωσκε Τυφωεύς.

  θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν

  ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων,

  καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην

  ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων:

  525 καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ

  ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ,

  καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,

  πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης

  δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ

  530 σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει

  αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ

  θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπήν,

  οὐ δὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον: ὥς ὅ γε Κάδμῳ

  θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.

  BOOK 2

  δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος Ἐνυὼ

  καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου.

  ὥς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης

  ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων,

  Κάδμος Ἀγηνορίδης νόθος αἰπίλος: ἀπροϊδὴς δὲ

  Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων

  5 χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ

  καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ
παρὰ πέτρῃ,

  μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ

  λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς

  βουκόλον ἀλλοπρόσαλλον: ὁ δὲ πλέον ἡδέι κέντρῳ

  10 ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.

  ὡς δ᾽ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων

  εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης,

  θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων

  γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,

  15 ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης

  τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσας

  Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου:

  ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς

  πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.

  20 ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρῃ

  ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος,

  ἁρμονίην δ᾽ ἀνέκοψεν. ἀερσιπότης δὲ Τυφωεὺς

  οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου,

  βροντὴν δ᾽ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσῃ

  25 καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῷ

  ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ,

  καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς

  ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου

  αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπῳ.

  30 καὶ ποδὸς ἀγκύλον ἴχνος ἄγων ὀφιώδεϊ ταρσῷ

  ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος:

  ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίῃσιν ἐθείραις

 

‹ Prev