by Nonnus
410 ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις,
ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου.
ψυχὴ δ᾽ ἠιθέοιο κατηφέι πατρὶ παρέστη
στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ
ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ:
415 ‘ Ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην:
ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν,
ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην,
καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ.
αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες: ἀμφότερον γὰρ
420 δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις.
εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν,
προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις:
εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις:
εἰ βροτέους κροτάφους, δολιχάς σκοπίαζε κεραίας:
425 εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν:
εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες.
υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων:
υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.
ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ:
μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή:
430 μή τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσῃς.
αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων:
οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος ἰοχεαίρης,
οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης
435 θνητῆς εἶχον ἔρωτα: χαμαιγενέας δὲ γυναῖκας
καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους
ἀθανάτην ἐπόθησα: χολωομένης δὲ θεαίνης
δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ: εἰσὶ κολῶναι
μάρτυρες: εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας
440 Νηιάδας: δεδάασι δ᾽ ἐμαὶ δρύες: ἰσοτύπους δὲ
θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας.
ἀλλά, πάτερ, πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ
πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας,
παιδοφόνους οἴκτειρον ἀμεμφέας: ἡμετέραις γὰρ
445 θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς.
τίς δὲ κύων ἐλάθου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ
νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ
κυκλάδας ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας,
καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον: ἐκ βλεφάρων δὲ
450 δάκρυα μὲν προχέουσιν ἐχέφρονα, καὶ ποσὶν ἄκροις
δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ δεσμῷ
ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ
πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ.
ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας: ἡμετέρου γὰρ
455 δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου,
οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας
ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς,
καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην:
῾σήμερον Ἀκταίωνά τις ἥρπασεν, εἴπατε, πέτραι,
460 πῇ δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.
τοῖα κύνες φθέγξαντο: καὶ ἀντιάχησε κολώνη:
῾τίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην;
οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον: ἀλλοφυὴς δὲ
Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων,
465 ὅς ποτε θῆρας ἔπεφνεν: ὑπ᾽ ἀνδροφόνῳ δὲ καὶ αὐτὸς
Ἀγρέος αἷμα φέρων ἀγρεύεται ἰοχεαίρῃ.᾿
τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι.
πολλάκι δ᾽ Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι:
῾λῆγε, κύων βαρύμοχθε, πολυπλανὲς ἴχνος ἑλίσσων:
470 δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις,
δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες: ἢν ἐθελήσῃς,
ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.᾿
ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω.
θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δ᾽ ἐλαίης:
475 δειλὸς ἐγώ: φυλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσας
πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης
Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων.
ἀασάμην: διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων
Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας ἰοχεαίρης
480 τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ
ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης.
ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ
Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ
485 ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη
χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις:
φαίης δ᾽, ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο
ἑσπερίη σελάγιζε δι᾽ ὕδατος ὄμπνια Μήνη.
νηιάδες δ᾽ ὀλόλυξαν ὁμήλυδες: ἴαχε Λοξὼ
490 σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ
νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην.
καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς:
ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ,
καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς
&nbs
p; 495 ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη,
καὶ κύνες ἀγρευτῆρες ὁμῶς ἐχάραξαν ὀδόντας.
σιγήσω τόδε πάντα: τί δεύτερον ἄλγος ἐνίψω;
μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω.
πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται
500 λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα
πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ
οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ,
ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω
πιστὸν ἐμοῦ θανάτου σημήιον: ἀρχεκάκου γὰρ
505 ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου,
εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,
εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης
τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δ᾽ ἤλλαξε φαρέτρην.
ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης:
510 οὐ κύνες Ὠρίωνα κυνοσσόον... αἴθε καὶ αὐτὸν
σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.
δειλὸς ἐγώ: κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη:
εἰσαΐων δ᾽, ὅτι Φοῖβος, ἀδελφεὸς ἰοχεαίρης,
Κυρήνῃ παρίαυεν, ἐμὸν δ᾽ ἔσπειρε τοκῆα,
515 Αρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.
καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς
ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,
καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,
ὠισάμην, ὅτι τοῖος ἔην νόος ἰοχεαίρης.
520 ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν,
μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι.
ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ,
δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο, τόξα καὶ ἰοὺς
πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων.
525 ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις
τέρπεται ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει.
ζωότυπον δ᾽ ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ
στικτὸν ἐμὸν νόθον εἶδος ἀπ᾽ αὐχένος εἰς πόδας ἄκρους:
μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,
530 πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν.
μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον: οὐ δύναται γάρ
δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτης.’
εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ
ᾤχετο πωτήεσσα: καὶ Αὐτονόης παρακοίτης
535 ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου.
ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας
πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν,
καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων.
καὶ γόος ἔπλετο μᾶλλον: Ἀρισταίοιο δὲ νύμφη
540 ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης:
καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων
κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν
ἰοδόκην καὶ τόξον ἐρημαίῳ παρὰ δένδρῳ.
545 ὀστέα δ᾽ ἔνθα καὶ ἔνθα χυτῇ μεμερισμένα γαίῃ,
λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ,
καὶ φιλίῃ παλάμῃ γλυκερὴν πήχυνε κεραίην,
καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ.
ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ,
550 πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι
ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή.
ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρῳ,
τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη
γηγενέος θρασὺν υἷα θεημάχον: ἀρτιφάτου δὲ
555 πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς.
καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους
εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ:
αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην
ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη
560 παιδοκόμος Βρομίοιο φερέσβιος: ἀμφοτέροις γὰρ
μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσῳ.
καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις:
ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν,
ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου,
565 αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς,
ὃν τέκε Περσεφόνεια δρακοντείῃ Διὸς εὐνῇ
σύγγαμος οὐδαίοιο μελαγχλαίνου ψευδήμονα μορφήν,
Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν,
μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
570 Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην
κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
παιδὶ μιῇ θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης
Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων
δωροφόροι: μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς
575 ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς,
ὤρεγε δ᾽ ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων,
καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης
ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ
Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου
580 ποικίλον ὁρμὸν ἔτεινε πολύχροον ἀμφιγυήεις:
ἤδη γὰρ προτέρην ἀέκων ἠρ
νήσατο νύμφην
Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην:
δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων,
ἀγγελίῃ Φαέθοντος ἀραχναίῳ τινὶ δεσμῷ
585 γυμνῇ γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτῃ.
Ζεύς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείῃ:
καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην
ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων,
Περσεφόνης ἀκόρητος: ὑπὸ κραδίην δέ οἱ αἰεὶ
590 λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης:
καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῷ
ἐξ ὀλίγου σπινθῆρος: ἐπ᾽ εὐκόλπῳ δὲ θεαίνῃ
Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί.
καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη
595 κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτῳ δὲ
σιγαλέῳ κήρυκι τύπον πιστώσατο μορφῆς
ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρῳ,
μιμηλὴν δ᾽ ἐγέλασσεν ἐς εἰκόνα: Περσεφόνη δὲ
αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου
600 ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης:
καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῷ
καρφαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης
κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη,
καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου,
605 σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην,
καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς
πηγαίῳ πεφόρητο καταψύχοντι ῥεέθρῳ,
νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῷ.