by Nonnus
ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.
BOOK 7
ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει
καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν.
ἤδη δ᾽ ἀενάοιο βίου παλιναυξέι καρπῷ
ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας
ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς:
καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης,
5 καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ
ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ.
ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη
ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης.
καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν
10 ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών:
οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας
Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ,
ἀνδρομέης ἄμπαυμα μεληδόνος: οὐ τότε λοιβὴ
ἠερίους ἐμέθυσσε πόρους εὐώδεϊ καπνῷ
15 οἰνοβαφής, στεφάνους δὲ θεῶν λειμωνίδι ποίῃ
θυγατέρες λυκάβαντος ἀτερπέες ἔπλεκον Ὧραι:
οἴνου γὰρ χρέος ἦεν: ἀβακχεύτου δὲ χορείης
ἡμιτελὴς ἀνόνητος ἔην χάρις: ἀγρομένων γὰρ
ὄμματα μοῦνον ἔθελγεν, ὅτε στροφάδεσσιν ἐρωαῖς
20 ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν,
νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν.
ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην
αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης,
ἱκεσίης ὀρέγεν κεχαλασμένον ὁλκὸν ὑπήνης,
25 εἶχε λιτάς: δαπέδῳ δὲ καθελκομένοιο καρήνου
ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν:
καὶ ποδὸς ὀκλάζοντος ἀτέρμονα χεῖρα τιταίνων
ἀενάου βιότοιο γέρων ἐφθέγξατο ποιμήν:
‘Ζεῦ ἄνα, καὶ σὺ δόκευε κατηφέος ἄλγεα κόσμου.
30 οὐχ ὁράᾳς, ὅτι γαῖαν ὅλην οἴστρησεν Ἐνυὼ
ὥριον ἀμώουσα ταχυφθιμένης στάχυν ἥβης;
οὔ πω λείψανα κεῖνα παρήλυθεν, ἐξ ὅτε φωτῶν
ἔκλυσας ἔθνεα πάντα, καί ἠερίου ῥόος ὄμβρου
ἠέρα κυμαίνων ἐπεπάφλασε γείτονι Μήνῃ.
35 χαιρέτω ὠκυμόρων μερόπων βίος, ὧν ἐπὶ πότμῳ
οὐρανίους οἴηκας ἀναίνομαι οὐκέτι κόσμου
πεῖσμα κυβερνήσω: μακάρων δέ τις ἄλλος ἀρείων
πηδάλιον βιότοιο παλιννόστοιο δεχέσθω:
ἄλλος ἐμῶν ἐτέων ἐχέτω δρόμον: αἰνοπαθὲς γὰρ
40 οἰκτείρων ἐμόγησα πολυτλήτων γένος ἀνδρῶν.
ἄρκιον οὐ πέλε γῆρας, ὅ περ νεότητα μαραίνει
καὶ βραδὺν ἄνδρα τίθησι κάτω νεύοντι καρήνῳ,
κυφός ὅτε τρομερῇσι περισσοπόδεσσι πορείαις
γηροκόμῳ βαρύγουνος ἐρείδεται ἠθάδι βάκτρῳ:
45 ἄρκιος οὐ πέλε πότμος, ὃς ἔκρυφε πολλάκι Λήθῃ
νυμφίον ἀρτιχόρευτον ὁμόστολον ἥλικι νύμφῃ,
συζυγίης ἀλύτοιο φερέσβια πείσματα λύσας.
οἶδα μέν, ὡς ἐρόεις πέλεται γάμος, ἧχι λιγαίνει
Πανιάδος σύριγγος ὁμόθροος αὐλὸς Ἀθήνης:
50 ἔμπης, ποῖον ὄνειαρ, ὅτε ζυγίῳ παρὰ παστῷ
ἑπτατόνου φόρμιγγος ἀράσσεται ὄρθιος ἠχώ;
πηκτίδες οὐ λύουσι μεληδόνας: ἀλλὰ καὶ αὐτὸς
νυμφιδίην ἀχόρευτος Ἔρως ἀπεσείσατο πεύκην
τερπωλῆς χατέοντας ὀπιπεύων ὑμεναίους.
55 ἀλλὰ πολυκμήτων μερόπων ἐπίληθον ἀνίης
φάρμακον ἐρρίζωτο βιοσσόον: οὐράνιον γὰρ
οὐκ ὄφελέν ποτε κεῖνο πίθου κρήδεμνον ἀνοῖξαι
ἀνδράσι Πανδώρη γλυκερὸν κακόν. ἀλλὰ καὶ αὐτὸς
ἀνδρομέης κακότητος ἐπαίτιός ἐστι Προμηθεύς,
60 ὃς μογερῶν μερόπων ἐπικήδεται: ἀρχεκάκου γὰρ
ἀντὶ πυρὸς γλυκὺ νέκταρ, ὅ περ μακάρων φρένα τέρπει,
κλέψαι μᾶλλον ὄφελλε καὶ ἀνδράσι δῶρον ὀπάσσαι,
ὄφρα τεῷ σκεδάσειε ποτῷ μελεδήματα κόσμου.
ἀλλὰ λιπὼν βιότοιο πολυφλοίσβοιο μερίμνας
65 σὰς τελετὰς σκοπίαζε κατηφέας: ἦ ῥά σε θέλγει
ἀσπόνδων θυέων ἀνεμώλιος ἀτμὸς ἀλήτης;’
ὣς φαμένοιο γέροντος ἐπὶ χρόνον ἔμφρονι σιγῇ
μῆτιν ἑὴν ἐλέλιζεν ἀτέρμονα μητίετα Ζεύς:
καὶ φρενὸς ἡνία λῦσεν: ἐπασσυτέρῃσι δὲ βουλαῖς
70 ἐγκεφάλου γονόεντος ἐδινεύοντο μενοιναί.
καὶ Κρονίδης Αἰῶνι θεηγόρον ἴαχε φωνὴν
ἄξονος ὀμφήεντος ὑπέρτερα θέσφατα φαίνων:
‘Ὦ πάτερ, ἀενάων ἐτέων αὐτόσπορε ποιμήν,
μὴ νεμέσα: βροτέη γὰρ ἀώριος οὔ ποτε λήγει
75 πληθομένη μινύθουσα φύσις, μίμημα σελήνης.
νέκταρ ἔα μακάρεσσι, καὶ ἀνδράσιν ἄλκαρ ἀνίης
αὐτοχύτῳ γλυκὺν οἶνον ἐοικότα νέκταρι δώσω:
ἄλλο ποτὸν μερόπεσσιν ἐφάρμενον: ἀρχέγονος δὲ
ἄχνυται εἰσέτι κόσμος, ἕως ἕνα παῖδα λοχεύσω.
80 τίκτω ἐγὼ γενέτης, καὶ τλήσομαι ἄρσενι μηρῷ
θηλυτέρας ὠδῖνας, ὅπως ὠδῖνα σαώσω.
χθιζὰ μὲν εὐρυάλωος ἐμῆς ὑπὸ νεύματι Δηοῦς
γαῖα χαρασσομένη σταχύων μνηστῆρι σιδήρῳ
ξηρὸν ἀμαλλοτόκοιο λοχεύσατο καρπὸν ἀρ�
�ύρης.
85 ἤδη δ᾽ ἀγλαόδωρος ἐμὸς πάις ἐν χθονὶ πήξει
ὑγρὸν ἀκεσσιπόνοιο θυώδεα καρπὸν ὀπώρης,
νηπενθὴς Διόνυσος, ἀπενθέα βότρυν ἀέξων,
ἀντίπαλος Δήμητρι: καὶ αἰνήσεις με δοκεύων
ἄμπελον οἰνοτόκοισιν ἐρευθιόωσαν ἐέρσαις
90 εὐφροσύνης κήρυκα, καὶ ἀγρονόμους παρὰ ληνῷ
ποσσὶ βαρυνομένοισιν ἐπιθλίβοντας ὀπώρην,
Βασσαρίδων τε φάλαγγα φιλεύιον ὑψόθεν ὤμων
ἄπλοκον αἰθύσσουσαν ἐς ἠέρα λυσσάδα χαίτην:
καὶ φρένα βακχεύσαντες ἀμοιβαίοισι κυπέλλοις
95 πάντες ἀνευάξουσιν ἐπ᾽ εὐκελάδοιο τραπέζης
ἀνδρομέης Διόνυσον ἀλεξητῆρα γενέθλης:
τοῦτον ἀεθλεύσαντα μετὰ χθόνα σύνδρομον ἄστρων,
γηγενέων μετὰ δῆριν, ὁμοῦ μετὰ φύλοπιν Ἰνδῶν
Ζηνὶ συναστράπτοντα δεδέξεται αἰόλος αἰθήρ.
100 καὶ θεὸς ἡμερίδων ἐπικείμενον οἴνοπι κισσῷ
ὡς στέφος ἑρπηστῆρα περὶ πλοκάμοισιν ἑλίξας...
σῆμα νέης θεότητος ἔχων ὀφιώδεα μίτρην:
καὶ μακάρων ὁμότιμος ἐπώνυμος ἀνδράσιν ἔσται
ἀμπελόεις Διόνυσος, ἅτε χρυσόρραπις Ἑρμῆς,
105 χάλκεος ὥς περ Ἄρης, ἑκατηβόλος ὥς περ Ἀπόλλων.’
εἶπε πατήρ: Μοῖραι δὲ συνῄνεον: ἀμφὶ δὲ μύθῳ
ἐσσομένων κήρυκες ἐπέπταρον εὔποδες Ὧραι.
καὶ τὰ μὲν ὣς εἰπόντε διέτμαγεν, ὃς μὲν ἱκάνων
οἶκον ἐς Ἁρμονίης, ὁ δὲ ποικίλον εἰς δόμον Ἥρης.
110 καὶ σοφὸς αὐτοδίδακτος Ἔρως αἰῶνα νομεύων
πρωτογόνου Χάεος ζοφεροὺς πυλεῶνας ἀράξας
ἰοδόκην ἐκόμισσε θεήλατον, ᾗ ἔνι μούνῃ
εἰς πόθον ἀλλοπρόσαλλον ἐπιχθονίων ὑμεναίων
Ζηνὶ πυριτρεφέες πεφυλαγμένοι ἦσαν ὀιστοὶ
115 δώδεκα, καὶ χρύσειον ἔπος μετρηδὸν ἑκάστῳ
ἔγραφεν εἰς μέσα νῶτα ποθοβλήτοιο φαρέτρης:
‘πρῶτος ἄγει Κρονίωνα βοώπιδος εἰς λέχος Ἰοῦς’:
‘δεύτερος Εὐρώπην μνηστεύεται ἅρπαγι ταύρῳ’:
‘Πλουτοῦς εἰς ὑμέναιον ἄγει τρίτος ἀρχὸν Ὀλύμπου’:
120 ‘τέτρατος εἰς Δανάην καλέει χρύσειον ἀκοίτην’:
‘πέμπτος ἐπεντύνει Σεμέλῃ φλογεροὺς ὑμεναίους’:
‘αἰετὸν Αἰγίνῃ πρόμον αἰθέρος ἕκτος ὀπάζει’:
‘ἕβδομος Ἀντιόπην Σατύρῳ δολόεντι συνάπτει’:
‘ὄγδοος ἔμφρονα κύκνον ἄγει γυμνόχροϊ Λήδῃ’:
125 ‘εἴνατος ἵππια λέκτρα φέρει Περραιβίδι Δίῃ’:
‘θέλγεται Ἀλκμήνης δεκάτῳ τρισέληνος ἀκοίτης’:
‘ἑνδέκατος μεθέπει νυμφεύματα Λαοδαμείης’:
‘δωδέκατος τρισέλικτον Ὀλυμπιάδος πόσιν ἕλκει.’
ἀλλ᾽ ὅτε πάντας ὄπωπεν Ἔρως στοιχηδὸν ἀφάσσων,
130 ἄλλους μὲν μεθέηκε πυριγλώχινας ὀιστούς,
χειρὶ δὲ πέμπτον ἄειρε καὶ ἥρμοσεν αἴθοπι νευρῇ
κισσὸν ἐπὶ γλωχῖνι βαλὼν πτερόεντος ὀιστοῦ,
δαίμονος ἀμπελόεντος ἵνα στέφος ἅρμενον εἴη,
νεκταρέου κρητῆρος ὅλον βέλος ἰκμάδι βάψας,
135 νεκταρέην ἵνα Βάκχος ἀεξήσειεν ὀπώρην.
ὄφρα μὲν εἰς Διὸς οἶκον Ἔρως κουφίζετο παλμῷ,
τόφρα δὲ καὶ Σεμέλη ῥοδοειδέι σύνδρομος ὄρθρῳ
ἀργυρέης ἐτίταινε δι᾽ ἄστεος ἦχον ἱμάσθλης
ἡμιόνους ἐλάουσα, καὶ ὄρθιος ἄκρα κονίης
140 λεπτὸς ἐυκνήμιδος ἐπέγραφεν ὁλκὸς ἀπήνης:
ὄμμασι γὰρ Ληθαῖον ἀμεργομένη πτερὸν Ὕπνου
ἀντιτύπῳ πόμπευεν ἀλήμονα θυμὸν ὀνείρῳ
θέσφατα ποικίλλοντι, καὶ ἀρτιγόνοισι κορύμβοις
ἔλπετο καλλιπέτηλον ἰδεῖν φυτὸν ἔνδοθι κήπου
145 ἔγχλοον, οἰδαλέῳ βεβαρημένον ὄμφακι καρπῷ,
νιφόμενον Κρονίωνος ἀεξιφύτοισιν ἐέρσαις:
ἐξαπίνης δὲ πεσοῦσα δι᾽ αἰθέρος οὐρανίη φλὸξ
δένδρον ὅλον πρήνιξεν, ἑοῦ δ᾽ οὐχ ἥπτετο καρποῦ:
ἀλλά μιν ἁρπόξας τανυσίπτερος ὄρνις ἀλήτης
150 ἡμιτελῆ χατέοντα τελεσσιγόνοιο λοχείης
ὤρεγε μὲν Κρονίωνι: πατὴρ δέ μιν ἡδέι κόλπῳ
δέκτο λαβών, μηρῷ δὲ συνέρραφεν: ἀντὶ δὲ καρποῦ
ταυροφυὴς κερόεντι τύπῳ μορφούμενος ἀνὴρ
αὐτοτελὴς βλάστησεν ὑπὲρ βουβῶνα τοκῆος:
155 καὶ Σεμέλη φυτὸν ἦεν, ὑπερφρίσσουσα δὲ κούρη
ἐκ λεχέων ἀνέπαλτο καὶ ἐπτοίησε τοκῆα
εὐπετάλων ἐνέπουσα σελασφόρον ἀτμὸν ἀνείρων.
καὶ Σεμέλης δεδόνητο φυτόν πυρίκαυτον ἀκούων
Κάδμος ἄναξ: καλέσας δὲ θεηγόρον υἷα Χαρικλοῦς
160 πρώιος αἰθαλόεντας ἐπέφραδε παιδὸς ὀνείρους.
καὶ τότε Τειρεσίαο δεδεγμένος ἔνθεον ὀμφὴν
παῖδα πατὴρ προέηκεν ἐς ἠθάδα νηὸν Ἀθήνης
Ζηνὶ θυηπολέουσαν ἀκοντιστῆρι κεραυνοῦ
ταῦρον ὁμοκραίροιο φυῆς ἴνδαλμα Λυαίου,
165 καὶ τράγον ἐσσομένης σταφυλητόμον ἐχθρὸν ὀπώρης.
ἔνθεν ἔβη πρὸ πόληος, ὅπως Διὶ βωμὸν ἀνάψῃ,
ἀστεροπῆς μεδέοντι: παρισταμένη δὲ θυηλαῖς
αἵματι κόλπον ἔδευσε, φόνῳ δ᾽ ἐρραίνετο κούρη:
καὶ πλοκάμους ἐδίηναν ἀφειδέες αἵματος �
��λκοί,
170 καὶ βοέαις λιβάδεσσιν ἐπορφύροντο χιτῶνες:
καὶ δρόμον ἰθύνουσα βαθυσχοίνῳ παρὰ ποίῃ
γείτονος Ἀσωποῖο μετέστιχε πάτριον ὕδωρ
παρθένος αἰολόπεπλος, ἵνα σμήξειε ῥεέθροις
στικτὰ πολυρραθάμιγγι δεδευμένα φάρεα λύθρῳ.
180 καὶ Σεμέλην ὁρόωσα παρ᾽ Ἀσωποῖο ῥεέθροις
λουομένην ἐγέλασσεν ἐν ἠέρι φοιτὰς Ἐρινὺς
μνησαμένη Κρονίωνος, ὅτι ξυνήονι πότμῳ
ἀμφοτέρους ἤμελλε βαλεῖν φλογόεντι κεραυνῷ.
κεῖθι δέμας φαίδρυνε, σὺν ἀμφιπόλοισι δὲ γυμνὴ
185 χεῖρας ἐρετμώσασα δι᾽ ὕδατος ἔτρεχε κούρη:
καὶ κεφαλὴν ἀδίαντον ἐκούφισεν ἴδμονι τέχνῃ
ὕψι τιταινομένην ὑπὲρ οἴδματος, ἄχρι κομάων
ὑγροβαφής, καὶ στέρνον ἐπιστορέσασα ῥεέθρῳ
ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ.
175 καὶ φόρον ἄλλον ἔδεκτο, καὶ ὑψόθι γείτονος ὄχθης
ἠῴην παρὰ πέζαν ἀλεξικάκου Διονύσου
εἰς ῥόον, εἰς ἀνέμους ἀπεσείσατο τάρβος ὀνείων.
οὐκ ἀθεεὶ δὲ ῥέεθρα μετήιεν, ἀλλά ἑ κείνου
εἰς προχοὰς ποταμοῖο προμάντιες ἤγαγον Ὧραι
190 οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον: ἀμφὶ δὲ κούρῃ
ὑψιφανὴς ἐλέλιζεν ἀτέρμονα κύκλον ὀπωπῆς.
καὶ βιοτῆς ἐπίκουρον ἐν ἠέρι τόξον ἀνέλκων
πατρὸς ὀπιπευτῆρος Ἔρως ἀντώπιος ἔστη,
τοξευτὴρ ἀκίχητος: ἐπ᾽ ἀνθοκόμῳ δὲ βελέμνῳ
195 νευρὴ μὲν σελάγιζεν, ὀπισθοτόνοιο δὲ τόξου