by Nonnus
πῇ δὲ παραΐσσων πεφυλαγμένος, ὅσσον ἐάσῃ
ἄμπελον ἀγχικέλευθον ὁμήλυδα γείτονι Βάκχῳ:
ἄλλοτε κυκλώσας παλάμας, ἅτε κύματι κάμνων,
55 ὑγροπόρῳ ταχύγουνος ἑκούσιος ὤπασε νίκην.
καὶ ποταμοῦ μετὰ χεῦμα μετήιεν ἔνδια λόχμης
ἄμπελος αὐχένα γαῦρον ἔχων ποταμηίδι νίκῃ.
καὶ πλοκάμους μίτρωσεν ἐχιδνήεντι κορύμβῳ
φρικτὸν ἔχων μίμημα δρακοντοκόμοιο Λυαίου:
60 πολλάκι δ᾽ αἰολόνωτον ἰδὼν Βρομίοιο χιτῶνα,
δαιδαλέην μελέεσσι νόθην ἐσθῆτα καθάψας,
πορφυρέῳ πόδα κοῦφον ἐπεσφήκωσε κοθόρνῳ,
στικτὸν ἔχων χροῒ πέπλον: ὀρεσσαύλῳ δ᾽ ἐνὶ δίφρῳ
πορδαλίων Ἰόβακχον ὀπιπεύων ἐλατῆρα
65 γαῦρα φιλοσκοπέλων ἐπεδείκνυε παίγνια θηρῶν:
πῇ μὲν ὀρεστιάδος λοφιῆς ἐπιβήμενος ἄρκτου
θηρὸς ἐπειγομένης βλοσυρὴν ἀνεσείρασε χαίτην,
πῇ δὲ λεοντείην λασίην ἐπεμάστιε δειρήν,
ἄλλοτε, δαιδαλέων ἐποχημένος ὑψόθι νώτων,
70 ἀστεμφὴς ἀχάλινον ἐτέρπετο τίγριν ἐλαύνων.
καί μιν ἰδὼν Διόνυσος, ἔχων πρηεῖαν ἀπειλήν,
εἶπε παρηγορέων φιλίῳ μαντώδεϊ μύθῳ,
μεμφομένοις στομάτεσσι χέων οἰκτίρμονα φωνήν:
‘Πῇ φέρεαι, φίλε κοῦρε; τί σοι τόσον εὔαδεν ὕλη;
75 μίμνέ μοι ἀγρώσσοντι συναγρώσσων Διονύσῳ:
εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ
κωμάζων, ὅτε κῶμον ἐγὼ Σατύροισιν ἐγείρω.
πόρδαλις οὐ κλονέει με καὶ ἀγροτέρης γένυς ἄρκτου,
μὴ τρομέοις στόμα λάβρον ὀρεσσινόμοιο λεαίνης:
80 μοῦνον ἀμειλίκτοιο κεράατα δείδιθι ταύρου.’
ἔννεπεν οἰκτείρων θρασὺν Ἄμπελον: ἠίθεος δὲ
οὔασι μῦθον ἄκουε, νόος δέ οἱ ἔνδοθι παῖζεν.
ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ
ἄμπελον ἀγγέλλον μινυώριον: ἐκ σκοπέλου γὰρ
85 ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων
ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης,
καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων
σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ
κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ
90 ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης:
σπονδῆς δ᾽ ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ
λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις,
οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ
Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ.
95 ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην
πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν
διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου
ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου.
ἔμπης δ᾽ ἱμερόεντι συνέμπορος ἤιε κούρῳ
100 εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης.
καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο: καὶ γὰρ ὀπωπαὶ
οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων.
πολλάκι καὶ βρομίοιο παρεζομένοιο τραπέζῃ
ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων,
105 καὶ δονάκων συνέχευεν ὅλον μέλος: οἷα δὲ κούρου
καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς,
Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ
χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ
εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας
110 ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ:
ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν
οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων.
καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη
οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου,
115 ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ
Αμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ,
μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου:
‘Σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει:
ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου
120 θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις.
δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, χεῖρα τιταίνων
θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ:
ποῖον ἔχεις τόδε δῶρον ἀπ᾽ εὐθύρσοιο Λυαίου;
πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν,
125 καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης
σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ
Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων.
ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις,
πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ;
130 πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου
ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων:
ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην
ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ
αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης
135 Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου:
ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν, ὄρνις Ἐρώτων,
σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων.
Τρώιος οἰνοχόος πέλε φέρτερ
ος, ὅς Διὸς αὐλὴν
οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου
140 εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν,
ὅττι ταχυστροφάλιγγι ποδῶν δεδονημένος ὁλκῷ
ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα:
Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθόνα λυσσάδες ἵπποι,
καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης
145 ἠερόθεν προκάρηνον ἀπόσπορον ἐννοσιγαίου
Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην.
δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες
καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ
ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα:
150 σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων,
ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου.
νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα
παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων,
χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ.’
155 ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων.
καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης
ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα, δίψης,
χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος,
καὶ πίεν: ἀμφὶ δὲ κοῦρον, ἅ περ παρεόντα νομῆα,
160 ἵστατο γινώσκοντι πανείκελος: οὐδὲ μετώπου
λοξὸν ἑὸν κέρας εἶχεν: ἀμαιμακέτοιο δὲ ταύρου
πυκνὸν ἐρευγομένοιο ποτὸν πολυχανδέι λαιμῷ
ἡβητὴν ἐδίηνε κατάρρυτος ἰκμὰς ἐέρσης,
ἐσσομένων ἅτε μάντις, ὅτι χθονίῳ βόες ὁλκῷ
165 ἀμφὶ μιῇ μογέοντες ἀτέρμονι κυκλάδι νύσσῃ
ὕδασιν ἀμπελόεσσαν ἐπαρδεύουσιν ὀπώρην.
καὶ θρασὺς ἵστατο κοῦρος ὑπὲρ βοέοιο μετώπου
ἀμφάφόων ἐπίκυρτον ἀταρβέι χειρὶ κεραίην:
καὶ βοὸς ὑλονόμοιο τεθηγμένος ἡδέι κέντρῳ
170 ἤθελεν ἄζυγα ταῦρον ὀρίδρομον ἡνιοχεύειν.
δρεψάμενος δὲ πέτηλα βαθυσχοίνῳ παρὰ ποίῃ
ψευδαλέην χλοεροῖσι λύγοις ἔπλεξεν ἱμάσθλην
μόσχοις ὀξυτέροισι, πολυστρέπτῳ δὲ κορύμβῳ
γνάμψας ἀγκύλα κύκλα τύπον ποίησε χαλινοῦ:
175 καὶ δροσεροῖς πετάλοισι δέμας διεκόσμεε ταύρου,
καὶ ῥόδα φοινίσσοντα πέριξ ἐπεδήσατο νώτῳ,
καὶ κρίνα καὶ νάρκισσον ἐπῃώρησε μετώπῳ,
αὐχένι πορφύρουσαν ἐπικρεμάσας ἀνεμώνην:
καὶ διδύμην ἑκάτερθε κατεχρύσωσε κεραίην
180 χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων
γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου
δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου:
καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων,
εὐχαίτην ἅτε πῶλον, ἐὸν μάστιζε φορῆα.
185 καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ:
‘Εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη:
ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.’
τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ.
καὶ φθονερῆς σκοπίαζε δι᾽ ἠέρος ὄμμα Σελήνης
190 Αμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ,
καί οἱ πέμπε μύωπα βοοσσόον: αὐτὰρ ὁ πικρῷ
ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ
δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ.
καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ
195 ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις,
ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ:
‘Σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις:
μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης,
πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ.
200 μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην:
μὴ φθονέῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει.
εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου,
οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος,
ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου,
205 εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις,
ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης:
ναί, λίτομαι, φίλε ταῦρε: παραιφασίην δὲ νοήσω,
πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου.
εἰ τεὸν ἡνιοχῆα κερασφόρον ἠπεροπεύεις
210 εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ,
γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ:
ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου,
ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.’
τοῖον ἔπος ῥοδόεις νέος ἔννεπεν Ἄιδι γείτων
215 δύσμορος: ἀίσσων δὲ ποδῶν διδυμάονι χηλῇ
οὔρεος ἄκρα κάρηνα δυσέμβατα λυσσαλέος βοῦς
ἡβητὴν προκάρηνον ἑῶν ἀπεσείσατο νώτων:
ἤριπε δ᾽ αὐτοκύλιστος: ἐπ᾽ ἀστραγάλου δὲ πεσόντος
λεπτὸν ὑποτρίζων ἐδιχάζετο δόχμιος αὐχήν:
220 καί μιν ὑπὲρ δαπέδοιο παλινδίνητον ἑλίξας
θηγαλέῃ γλωχῖνι κατεπρήνιξε κεραίης.
καὶ νέκυς ἦν ἀκάρηνος: ἀτυμβεύτοιο δὲ νεκροῦ
λευκὸν ἐρευθιόωντι δέμας φοινίσσετο λύθρῳ.
καί τις, ἰδὼν Σατύρων κεκονιμένον ὑψόθι γαίης
r /> 225 ἄμπελον ἱμερόεντα, δυσάγγελος ἤλυθε Βάκχῳ.
καὶ θεὸς εἰσαΐων ταχὺς ἔδραμεν εἴκελος αὔραις:
οὐ τόσον Ἡρακλέης δρόμον ἤνυσεν, ὁππότε Νύμφαι
ἁβρὸν Ὕλαν φθονεροῖσι κατεκρύψαντο ῥεέθροις
νυμφίον ἰκμαλέῃ πεφυλαγμένον ἅρπαγι κούρῃ,
230 ὡς τότε Βάκχος ὄρουσεν ὀρίδρομος: ἐν δὲ κονίῃ
κείμενον ἔστενε κοῦρον ἅτε ζώοντα δοκεύων.
καί μιν ἀνεχλαίνωσε τὸν ἄπνοον, ὑψόθεν ὤμου
νεβρίδα καὶ ψυχροῖσιν ἐπὶ στέρνοισι καθάψας,
καί, νέκυός περ ἐόντος, ἐδήσατο ταρσὰ κοθόρνοις:
235 καὶ ῥόδα καὶ κρίνα πάσσε κατὰ χροός, ἀμφὶ δὲ χαίταις,
οἷα μινυνθαδίοιο δεδουπότος ὀξέι κέντρῳ,
ἄνθος ἀνῃώρησε ταχυφθιμένης ἀνεμώνης:
καὶ παλάμῃ πόρε θύρσον, ἑῷ δέ μιν ἔσκεπε πέπλῳ
πορφυρέῳ: καὶ δῶρον ἀκερσικόμοιο καρήνου
240 πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο μάρτυρι νεκρῷ
λοίσθιον: ἀμβροσίην δὲ λαβὼν παρὰ μητέρι Ῥείῃ
ὠτειλαῖς ἐπέχευεν, ὅθεν νέος εἶδος ἀμείψας
ἀμβροσίην εὔοδμον ἑῇ μετέθηκεν ὀπώρῃ.
καὶ νέκυος χαρίεντος ὑπὲρ δαπέδοιο ταθέντος
245 οὐ χλόος ἀμφεχύθη ῥοδόεν δέμας: ὠκυμόρου δὲ
καὶ πλόκαμοι χαρίεντες ἐρωτοτόκοιο καρήνου
αὔραις φειδομένῃσιν ἐπαιθύσσοντο προσώπῳ:
ἦν δέ τις ἱμερόεις κεκονιμένος. ἀμφὶ δὲ νεκρῷ
Σειληνοὶ στενάχιζον, ἐπωδύροντο δὲ Βάκχοι.
250 οὐδέ ἑ κάλλος ἔλειπε, καὶ εἰ θάνεν: ὡς Σάτυρος δὲ