by Nonnus
ἔσχετο μὲν Λυδοῖο ῥόος δονακώδεος Ἕρμου
125 κραιπνὰ κυλινδομένου προχοῆς ἀνεμώδεϊ παλμῷ,
οὐδὲ ῥέειν μενέαινε: βαθυκτεάνῳ δὲ ῥεέθρῳ
Πακτωλὸς κροκόεις ἀνεσείρασε πένθιμον ὕδωρ
ἀνδρὸς ἔχων μίμημα κατηφέος: ἀμφὶ δὲ νεκρῷ
πηγαίων ἀνέκοψε παλίσσυτον ὁλκὸν ἐναύλων
130 Σαγγάριος προχέων Φρύγιον ῥόον: αἰνοτόκου δὲ
Τανταλίδος στοναχῇσι διάβροχος ἄπνοος εἰκὼν
διπλόα δάκρυα χεῦεν, ὀδυρομένου Διονύσου:
καὶ πίτυς αἰάζουσα συνέμπορος ἥλικι πεύκῃ
λεπταλέον ψιθύριζεν: ἀκερσικόμου δὲ καὶ αὐτὴ
135 Φοίβου δένδρον ἐοῦσα κόμην ἀπεσείσατο δάφνη
πενθαλέοις ἀνέμοις: λιπαρὴ δ᾽ ἄτμητος ἐλαίη
φύλλα χαμαὶ κατέχευε, καὶ εἰ φυτὸν ἦεν Ἀθήνης.
τοῖα πόθῳ στενάχοντος ἀδακρύτου Διονύσου
φρικτὰ μετετρέψαντο παλίλλυτα νήματα Μοίρης:
140 καὶ γόον ἀχνυμένοιο παραιφαμένη Διονύσου
Ἄτροπος ἐμπεδόμυθος ἀνήρυγεν ἔνθεον ὀμφήν:
‘Ζώει τοι, Διόνυσε, τεὸς νέος, οὐδὲ περήσει
πικρὸν ὕδωρ Ἀχέροντος: ἀκαμπέα δ᾽ εὗρεν ὀλέσσαι
σὸς γόος ἀτρέπτου παλινάγρετα νήματα Μοίρης:
145 ἄμπελος οὐ τέθνηκε, καὶ εἰ θάνεν: ἱμερόεν γὰρ
εἰς ποτόν, εἰς γλυκὺ νέκταρ ἐγὼ σέο κοῦρον ἀμείψω:
τὸν μὲν ἐυτροχάλου παλάμης βητάρμονι παλμῷ
δόρπιον ἁρμονίην διδυμόθροος αὐλὸς ἀράσσων
ὑμνήσει, Φρύγα ῥυθμὸν ἔχων ἤ Δωρίδα μολπήν:
150 ἠέ μιν ἐν θυμέλῃσιν ἀνὴρ εὔρυθμος ἀείσει
Ἀονίου καλάμοιο χέων Ἰσμήνιον ἠχὼ
ἢ ναέταις Μαραθῶνος: ἀνευάξουσι δὲ Μῦσαι
ἄμπελον ἱμερόεντα σὺν ἀμπελόεντι Λυαίῳ.
καὶ σκολιὴν πλοκάμοιο λιπὼν ὀφιώδεα μίτρην
155 στέμματα βοτρυόεντα περιπλέξεις σέο χαίτῃ,
Φοίβῳ ζῆλον ἄγων, ὅτι πένθιμα χειρὶ τιταίνει
αἴλινα δενδρήεντα φιλοκλαύτων ὑακίνθων,
καὶ σὺ ποτὸν μεθέπεις, βροτέης ἄμπαυμα γενέθλης,
νέκταρος οὐρανίου χθόνιον τύπον, ἀνθεμόεν δὲ
160 παιδὸς Ἀμυκλαίοιο τεὸς νεὸς νέος εὖχος ἐλέγξει:
εἰ δὲ πόλις κείνοιο μαχήμονα χαλκὸν ἀείρει,
καὶ σέθεν ἠιθέοιο φεραυγέα πατρὶς ἀέξει
ὑγρὸν ἐρευθομένης ποταμηίδος ὄμβρον ἐέρσης,
χρυσῷ ὅλη κομόωσα, καὶ οὐ χαίρουσα σιδήρῳ:
165 εἰ ποταμοῦ κελάδοντος ἀγάλλεται ἀμφὶ ῥεέθρῳ,
φέρτερον Εὐρώταο πέλει Πακτώλιον ὕδωρ.
Ἄμπελε, πένθος ὄπασσας ἀπενθήτῳ Διονύσῳ,
ὄφρα μελιρραθάμιγγος ἀεξομένου σέθεν οἴνου
τερπωλὴν ὀπάσειας ὅλῳ τετράζυγι κόσμῳ
170 καὶ σπονδὴν μακάρεσσι καὶ εὐφροσύνην Διονύσῳ:
Βάκχος ἄναξ δάκρυσε, βροτῶν ἵνα δάκρυα λύσῃ.’
ὣς φαμένη γνωτῇσι συνέμπορος ἔστιχε δαίμων.
καὶ κινυρῷ μέγα θάμβος ἐφαίνετο μάρτυρι Βάκχῳ:
καὶ γὰρ ἀναΐξας ἐρόεις νέκυς ὡς ὄφις ἕρπων
175 ἄμπελος αὐτοτέλεστος ἑὴν ἠλλάξατο μορφήν,
καὶ πέλε νήδυμον ἄνθος: ἀμειβομένοιο δὲ νεκροῦ
γαστὴρ θάμνος ἔην περιμήκετος, ἄκρα δὲ χειρῶν
ἀκρεμόνες βλάστησαν, ἐνερρίζωντο δὲ ταρσοί,
βόστρυχα βότρυες ἦσαν, ἐμορφώθη δὲ καὶ αὐτὴ
180 νεβρὶς ἀεξομένης πολυδαίδαλον ἄνθος ὀπώρης,
ἀμπελόεις δὲ κόρυμβος ἔην δολιχόσκιος αὐχήν,
ἰσοφυὴς δ᾽ ἀγκῶνι τιταίνετο καμπύλος ὄρπηξ
οἰδαίνων σταφυλῇσιν, ἀμειβομένου δὲ καρήνου
γναμπτῆς κυρτὰ κόρυμβα τύπον μιμεῖτο κεραίης.
185 κεῖθι φυτῶν στίχες ἦσαν ἀπείρονες: αὐτοτελὴς δὲ
ὄρχατος ἀμπελόεις χλοεροὺς ὄρπηκας ἑλίσσων
οἴνοπι γείτονα δένδρα νέῳ μιτρώσατο καρπῷ.
καὶ νέον ἔπλετο θάμβος, ἐπεὶ τότε κοῦρος ἀθύρων,
εἰς φυτὸν ὑψιπέτηλον ἑὸν πόδα λοξὸν ἑλίσσων,
190 κισσὸς ἀερσιπότητος ἑὴν δενδρώσατο μορφήν,
καὶ πέλεν ἀγκύλον ἔρνος ἐπώνυμον, ἀρτιφυῆ δὲ
ὄρχατον ἡμερίδων σκολιῷ μιτρώσατο δεσμῷ.
καὶ φιλίοις πετάλοισι κατάσκιον ἔσκεπε κόρσην,
καὶ πλοκάμους ἐμέθυσσε φιλακρήτων ἀπὸ φύλλων
195 κυδιόων Διόνυσος: ἀεξιφύτοιο δὲ κούρου
ἄρτι πεπαινομένης ἐδρέψατο καρπὸν ὀπώρης.
καὶ θεὸς αὐτοδίδακτος ἄτερ ποδὸς ἔκτοθι ληνοῦ,
βότρυν ἐπισφίγγων παλάμης βεβριθότι καρπῷ,
χερσὶ περιπλεκέσσι μέθης ὠδῖνα πιέζων
200 πορφυρέης ἀνέφηνε νεόρρυτον ὄγκον ὀπώρης,
καὶ γλυκερὸν ποτὸν εὗρε: οἰνοχύτου Διονύσου
λευκὰ διαινομένων ἐρυθαίνετο δάκτυλα χειρῶν.
καὶ δέπας ἀγκύλον εἶχε βοὸς κέρας: ἡδυπότου δὲ
χείλεσιν ἀκροτάτοισιν ἐγεύσατο Βάκχος ἐέρσης,
205 γεύσατο καὶ καρποῖο, καὶ ἀμφοτέροις φρένα τέρπων
μῦθον ἀγηνορέοντος ἀνήρυγεν ἀνθερεῶνος:
‘ Ἀμβροσίην καὶ νέκταρ ἐμοῦ Διός, Ἄμπελε, τίκτεις:
ἔρνεα δισσὰ φέρων πεφιλημένα καρπὸν Ἀπόλλων
οὐ φάγε δαφνήεντα καὶ οὐ πίεν ἐξ
ὑακίνθου:
210 οὐ στάχυς ὠδίνει γλυκερὸν ποτόν: ἵλαθι, Δηώ:
εἶδαρ ἐγὼ μερόπεσσι καὶ οὐ πόμα μοῦνον ὀπάσσω.
Ἄμπελε, καὶ σέο πότμος ἐπήρατος: ἦ ῥα καὶ αὐτῆς
εἰς σὲ καὶ εἰς σέο κάλλος ἐθηλύνθη λίνα Μοίρης,
εἰς σὲ καὶ οἰκτίρμων Ἀίδης πέλεν, εἰς σέ καὶ αὐτὴ
215 Περσεφόνη τρηχεῖαν ἑὴν ἤμειψε μενοινήν,
καὶ σὲ νέκυν ζώγρησε κασιγνήτῳ Διονύσῳ.
οὐ θάνες, ὡς τέθνηκεν Ἀτύμνιος: οὐ Στυγὸς ὕδωρ,
οὐ φλόγα Τισιφόνης, οὐκ ἔδρακες ὄμμα Μεγαίρης:
ζώεις δ᾽ εἰσέτι, κοῦρε, καὶ εἰ θάνες: οὐδέ σε Λήθης
220 κρύψεν ὕδωρ, οὐ ξυνὸς ἔχει τάφος: ἀλλὰ καὶ αὐτὴ
μορφὴν ὑμετέρην ᾐδέσσατο γαῖα καλύψαι:
ἀλλὰ φυτόν σε τέλεσσε πατὴρ ἐμὸς υἷα γεραίρων,
σὸν δέμας εἰς γλυκὺ νέκταρ ἄναξ ἤμειψε Κρονίων.
οὐ φύσις, ὡς γραπτοῖσι Θεραπναίοισι κορύμβοις,
225 αἴλινον ἀκλαύτοισι τεοῖς ἐχάραξε πετήλοις:
χροιὴν δ᾽ ὑμετέρην καὶ ἐν ἔρνεσι, κοῦρε, φυλάσσεις:
σῶν μελέων ἀκτῖνα τεὴ κήρυξε τελευτή:
οὔ πώ σε προλέλοιπεν ἐρευθαλέη σέο μορφή.
ἀλλά τεοῦ θανάτου τιμήορος οὔ ποτε λήξω
230 θυομένῳ τεὸν οἶνον ἐπισπένδων ὀλετῆρι
ἀνδροφόνῳ. σὺ δὲ μῶμον Ἁμαδρυάδεσσιν ἀνάπτεις
σοῖς ἐρατοῖς πετάλοισιν: ἀπ᾽ εὐόδμων δὲ κορύμβων
ἰκμάδες ὑμετέρων με περιπνείουσιν Ἐρώτων.
καρπὸν ἐγὼ μήλοιο πότε κρητῆρι κεράσσω;
235 νεκταρέῳ πότε σῦκον ἐπιστάξαιμι κυπέλλῳ;
σῦκον ὁμοῦ καὶ μῆλον ἕχει χάριν ἄχρις ὀδόντων.
οὐ δύναται φυτὸν ἄλλο τεαῖς σταφυλῇσιν ἐρίζειν:
οὐ ῥόδον, οὐ νάρκισσος ἐύχροος, οὐκ ἀνεμώνη,
οὐ κρίνον, οὐχ ὑάκινθος ἰσάζεται ἔρνεϊ Βάκχου,
240 ὅττι πολυτρίπτοιο νέαις λιβάδεσσιν ὀπώρης
σὸν ποτὸν ἄνθεα πάντα δεδέξεται: ἕν ποτὸν ἔσται
μιγνύμενον πάντεσσι, καὶ εἰς μίαν ἵξεται ὀδμὴν
ἄνθεσι παντοίοις κεκερασμένον: εἰαρινὴν γὰρ
κοσμήσει τεὸν ἄνθος ὅλην λειμωνίδα ποίην.
245 εἶξον ἐμοί, κλυτότοξε, πολυθρήνων ὅτι φύλλων
πενθαλέῳ μίτρωσας ἀπενθέα βόστρυχα δεσμῷ:
αἴλινα σοῖς πετάλοισι χαράσσεται: εἰ δ᾽ ἐνὶ κήπῳ
στέμμα φέρει κλυτότοξος, ἐγὼ γλυκὺν οἶνον ἀφύσσω,
καὶ στέφος ἱμερόεν περιβάλλομαι, ἡδυπότην δὲ
250 ἔνδον ἐμῆς κραδίης ὅλον Ἄμπελον αὐτὸν ἀείρω.
εἶξον ἐρισταφύλῳ, κορυθαιόλος: αἱματόεις γὰρ
σπένδει λύθρον Ἄρηι, καὶ ἀμπελόεις Διονύσῳ
βότρυος οἰνωθέντος ἐρευθιόωσαν ἐέρσην.
Δηώ, ἐσυλήθης μετὰ Παλλάδος: οὐ γὰρ ἐλαῖαι
255 εὐφροσύνην τίκτουσι, καὶ οὐ στάχυς ἀνέρα θέλγει,
ὄγχνη καρπὸν ἔχει μελιηδέα, μύρτος ἀέξει
ἄνθεα κηώεντα, καὶ οὐ φρενοθελγέι καρπῷ
ἀνδρομέας ἀνέμοισιν ἀκοντίζουσι μερίμνας:
ὑμείων γενόμην πολὺ φέρτερος: ἡμετέρου γὰρ
260 οἴνου μὴ παρεόντος ἀτερπέα δεῖπνα τραπέζης,
οἴνου μὴ παρεόντος ἀθελγέες εἰσὶ χορεῖαι.
εἰ δύνασαι, γλαυκῶπι, τεῆς πίε καρπὸν ἐλαίης:
σὸν φυτὸν ἀγλαόδωρος ἐμὴ νίκησεν ὀπώρη,
ὅττι τεᾷ λιπόωντι δέμας χρίουσιν ἐλαίῳ
265 ἄνδρες ἀεθλητῆρες ἀτερπέες, αἰνοπαθὴς δὲ
εὐνέτιν ἠὲ θύγατρα βαλὼν ξυνήονι πότμῳ,
ἤ τεκέων φθιμένων ἤ μητέρος ἤ γενετῆρος
ἀνὴρ πένθος ἔχων, ὅτε γεύσεται ἡδέος οἴνου,
στυγνὸν ἀεξομένης ἀποσείσεται ὄγκον ἀνίης.
270 Ἄμπελε, καὶ μετὰ πότμον ἐυφραίνεις φρένα Βάκχου:
πᾶσιν ἐμοῖς μελέεσσιν ἐγῶ σέο πῶμα κεράσσω.
ἀμφὶ δὲ δένδρεα πάντα κάτω νεύοντι καρήνῳ
εἴκελα λισσομένῳ κυρτούμενον αὐχένα κάμπτει,
ὑψιτενῆ δὲ πέτηλα γέρων ἐκλίνατο φοῖνιξ:
275 ἀμφὶ δὲ μηλείῃ τανύεις πόδας, ἀμφὶ δὲ συκῇ
χεῖρας ἐφαπλώσας ἐπερείδεαι, ὑμετέρην δέ,
δμωίδες ὣς δέσποιναν, ἐλαφρίζουσιν ὀπώρην,
εὖτε τιταινομένων πετάλων ἑλικώδεϊ παλμῷ
ἀμφιπόλων ὑπὲρ ὦμον ἀνέρχεαι: ἀγχιφύτων δὲ
280 ἁβρὰ πολυσπερέων ἑτερόχροα φύλλα κορύμβων,
οἷα σέθεν κνώσσοντος, ἐπαιθύσσουσι προσώπῳ
αὔραις φειδομένῃσι καταψύχοντες ἀῆται,
λεπταλέην ἅτε λάτρις ἐθήμονα ῥιπίδα σείει,
ψυχρὸν ἑῷ βασιλῆι φέρων ποιητὸν ἀήτην.
285 εἰ δὲ μεσημβρίζουσαν ἄγεις Φαέθοντος ἀπειλήν,
σῆς σταφυλῆς προκέλευθος ἐτησιὰς ἔρχεται αὔρη
δίψιον εὐνάζουσα πυρώδεος ἀστέρα Μαίρης,
ὁππότε θερμαίνει σε θερειγενέος δρόμος Ὥρης
θάλπων Σειριόεντι πεπαινομένην δρόσον ἀτμῷ.’
290 ἔννεπε κυδιόων, προτέρας δ᾽ ἔρριψε μερίμνας
φάρμακον ἡβητῆρος ἔχων εὔοδμον ὀπώρην.
καὶ τὰ μὲν ἀμπελόεντος ἀείδεται ἀμφὶ κορύμβου,
πῶς πέλεν ἡβητῆρος ἐπώνυμος. ὑμνοπόλων δὲ
ἄλλη πρεσβυτέρη πέλεται φάτις, ὥς ποτε γαίῃ
295 οὐρανόθεν φερέκαρπος Ὀ
λύμπιος ἔρρεεν ἰχὼρ
καὶ τέκε Βακχιάδος σταφυλῆς ποτόν, ἐν σκοπέλοις δὲ
αὐτοφυὴς ἀκόμιστος ἀέξετο καρπὸς ὀπώρης:
οὔ πω δ᾽ ἡμερὶς ἦεν ἐπώνυμος, ἀλλ᾽ ἐνὶ λόχμαις
ἀγριὰς ἡβώουσα πολυγνάμπτοισι σελίνοις
300 οἰνοτόκων βλάστησε φυτῶν εὐάμπελος ὕλη,
ὑγρὸν ἀναβλύζουσα βεβυσμένον ὄγκον ἐέρσης:
καὶ πολὺς ὄρχατος ἦεν, ὅπῃ, στοιχηδὸν ἀνέρπων,
σείετο φοινίσσων ἐπὶ βότρυϊ βότρυς ἀλήτης:
ὧν ὁ μὲν ἡμιτέλεστος ἑὰς ὠδῖνας ἀέξων,
305 αἰόλα πορφύρων, ἑτερόχροϊ φαίνετο καρπῷ
ὃς δὲ φαληριόων ἐπεπαίνετο σύγχροος ἀφρῷ,
καἰ πολὺς ὤθεεν ἄλλος ὁμόζυγα γείτονα γείτων
ξανθοφυής, ἕτερος δὲ φυὴν ἰνδάλλετο πίσσῃ
περκάζων ὅλον ἄνθος, ἀπ᾽ οἰνοτόκων δὲ πετήλων
310 σύμφυτον ἀγλαόκαρπον ὅλην ἐμέθυσσεν ἐλαίην:
ἄλλου δ᾽ ἀρτιχάρακτος ἐπέτρεχεν ὄμφακι καρπῷ
βότρυος ἀργυφέοιο μέλας αὐτόσσυτος ἀήρ,
ὄγκῳ βοτρυόεντι φέρων σφριγόωσαν ὀπώρην
καὶ πίτυν ἀντικέλευθον ἕλιξ ἔστεψεν ὀπώρης
315 συμφερτοῖς σκιόωσα περισκεπὲς ἔρνος ἰάμνοις,
καὶ φρένα Πανὸς ἔτερπε: τινασσομένους δὲ Βορῆι
ἀκρεμόνας πελάσασα παρ᾽ ἀμπελόεντι κορύμβῳ
αἱμοβαφὴς ἐλέλιζε κόμην εὐώδεα πεύκη.
ἀμφὶ δέ μιν σκολιῇσι δράκων δινωτὸς ἀκάνθαις
320 λαρὸν ἐυρραθάμιγγος ἀμέλγετο νέκταρ ὀπώρης,
καὶ βλοσυραῖς γενύεσσι ποτὸν Βακχεῖον ἀμέλξας,
βότρυος οἰνωθέντος ἐπιστάζων πόμα λαιμῷ,