Works of Nonnus

Home > Other > Works of Nonnus > Page 91
Works of Nonnus Page 91

by Nonnus


  καὶ Σικελὴν Ἀρέθουσαν, ὅπῃ μετανάστιος ἕρπει

  στέμματι Πισαίῳ κομόων Ἀλφειὸς ἀλήτης,

  325 πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου

  ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον ἄβροχον ὕδωρ,

  θερμὸν ἔχων ψυχροῖο δι᾽ ὕδατος ἁπτόμενον πῦρ.

  τοῖς ἔπι Φαῦνος ἵκανε πυρισφρήγιστον ἐάσας

  Σικελίης τριλόφοιο Πελωρίδα πέζαν ἐρίπνης,

  330 τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη,

  σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ

  ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου.

  καὶ Λίβυες στρατόωντο παρ᾽ Ἑσπέριον κλίμα γαίης

  ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου:

  335 κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις

  εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην

  σύμπλοον, Ἁρμονίην ἔτι παρθένον, ἧς διὰ μορφὴν

  γείτονας ἀντιβίους πολεμητόκος ὥπλισε φήμη,

  ἣν Χάριν ἀντονόμηνε Λίβυς στρατός — ἁβροτέρη γὰρ

  340 Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη χάρις ἄλλη,

  τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος — , ἧς ἐπὶ μορφῇ

  ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ

  φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος Ἄρης,

  λαὸς ἐρημονόμος Μαυρούσιος: ἀλλὰ τινάσσων

  345 χερσὶ γυναιμανέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης

  Ἁρμονίης πολέμιζε προασπίζων παρακοίτης,

  ἑσπερίων δ᾽ ἐφόβησεν ὅλον γένος Αἰθιοπήων

  σὺν Διὶ θωρηχθέντι, σὺν Ἄρεϊ καὶ Κυθερείῃ:

  κεῖθι καί, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ

  350 Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης,

  νύμφαι δ᾽ Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπου

  Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνήν,

  χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην,

  νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων

  355 Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ

  βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις

  ἀντὶ ῥόδου γαμίοιο: καὶ ἁβροτέρη πέλε νύμφη

  χρύσεα δῶρα φέρουσα, γέρας χρυσῆς Ἀφροδίτης:

  καὶ μέλος ἀστραίης κιθάρης ἐπίκωμον ἐγείρας

  360 μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ

  οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας,

  καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ:

  καὶ ζυγίης φιλότητος ἑῆς μνημήια νύμφης

  δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ,

  365 δωμήσας πολίων ἑκατοντάδα, δῶκε δ᾽ ἑκάστῃ

  δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις.

  κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ

  μαρναμένου βρομίοιο προασπιστῆρες Ἐνυοῦς,

  τικτομένης ναίοντες ἐδέθλια γείτονα Μήνης

  370 καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους,

  μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων

  ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης

  ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν Ἑσπέριος Ζεύς:

  οἵ τε ῥόον Χρεμέταο καὶ οἳ παρὰ Κίνυφος ὕδωρ

  375 ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης,

  Αὐσχῖσαι Βάκαλές τε συνήλυδες, οὓς πλέον ἄλλων

  Ἄρεϊ τερπομένους Ζεφυρήιος ἔτρεφεν ἀγκών.

  τόσσος λαὸς ἔην ἑκατόμπολις: ἐρχομένης δὲ

  πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη

  380 Ἀγχιρόη Χρεμέταο παρὰ πλαταμῶνα τοκῆος

  Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ

  νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς

  ἄσθματι διψαλέῳ Νότος ἔφλεγε θερμὸς ἀήτης:

  αὐτὰρ ὁ θωρήσσων κορυθαιόλον Ἄρεα νηῶν

  385 ναύμαχον ἑσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ

  ἠερίοις ἀνέμοισιν ἀναστήσειεν Ἐνυώ,

  ἱέμενος κτεῖναι φλογερὸν Νότον: ἄγχι δὲ νήσου

  Αἰολίης στόλος ἦλθε σακέσπαλος, ἀλλὰ μανέντος

  ἀνδρὸς ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ

  390 ὁλκάδα μαστίζοντες ἐθωρήχθησαν ἀῆται,

  συμφερτὴν δονέοντες ἀρηγόνα σύμπνοον αὔρην,

  καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ.

  Θρηικίης δὲ Σάμοιο συνέρρεον ἀσπιδιῶται,

  κοίρανος οὓς προΐαλλε βαθυσμήριγγος ὑπήνης,

  395 Ἠμαθίων βαρύγουνος, ἔχων χιονώδεα χαίτην,

  Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τ᾽ ἔχον ἄμφω,

  ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην,

  καὶ χθόνα Τευμερίοιο καὶ εὐλείμωνος ἀρούρης

  ἄλσεα Φησιάδαο κατάσκια δενδράδι λόχμῃ,

  400 καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων

  κτίσμα φατιζομένης Περσηίδος, ὁππόθι κούρης

  μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι,

  οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης

  Βρόντιον ἀμφενέμοντο, καὶ ἃς ἐπὶ γείτονι πόντῳ

  405 Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω.

  τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες, ἀρχεγόνου δὲ

  Ἠλέκτρης, ὁμόφυλον ἐπιστώσαντο γενέθλην:

  κεῖθι γὰρ Ἁρμονίην γένος αἰθέρος, αἷμα θαλάσσης,

  Ἄρης, Ζεύς, Κυθέρεια θεῶν χραισμήτ�
�ρι Κάδμῳ

  410 κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα.

  τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ

  Ἠλέκτρης ἀνέτελλε δι᾽ αἰθέρος ἕβδομος ἀστὴρ

  δεξιὸν ὑσμίνης σημήιον, ἀμφὶ δὲ νίκῃ

  πληιάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ

  415 γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ,

  καὶ στρατιῇ πόρε θάρσος ὁμοίιον: ἐρχομένων δὲ

  Ὤγυρος ἡγεμόνευεν ἐς Ἄρεα δεύτερος Ἄρης,

  Ὥγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων:

  τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας, ἐκ δὲ καρήνου

  420 αὐχενίου τε τένονοτος ὀπισθοκόμων ἐπὶ νώτων

  ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις

  ἔρρεον ἰξύος ἄχρι κατήλυδες: εἶχε δὲ δειρὴν

  μηκεδανήν, περίμετρον, ὁμοίιον αὐχένι πέτρης,

  βάρβαρον ἦθος ἔχων πατρώιον: οὐδέ τις αὐτοῦ

  425 φέρτερος ἄλλος ἵκανεν Ἑώιον εἰς μόθον Ἰνδῶν

  νόσφι Διωνύσοιο: καὶ ὅρκιον ὤμοσε Νίκην

  Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι.

  καὶ θρασὺς υἱὸς Ἄρηος ἑὴν Πίμπλειαν ἐάσας

  Βιστονίης Οἴαγρος ἐκώμασεν ἀστὸς ἀρούρης,

  430 Ὀρφέα καλλείψας ἐπὶ γούνασι Καλλιοπείης

  νήπιον ἀρτιχύτῳ μεμελημένον εἰσέτι μαζῷ.

  Κυπριάδας δὲ φάλαγγας ἐκόσμεε Λίτρος ἀγήνωρ

  εὐχαίτης τε Λάπηθος: ἐθωρήσσοντο δὲ πολλοί,

  οἵ τ᾽ ἔλαχον Σφήκειαν, ἁλίκτυπον ἄντυγα νήσου.

  435 Κύπρον ἐυπτερύγων θεοδέγμονα νῆσον Ἐρώτων,

  Κύπριδος αὐτογόνοιο φερώνυμον, ἧς ποτε Κύπρου

  ἄκρα περιγράψας βυθίῃ γλωχῖνι τριαίνης

  ἰσοφυῆ δελφῖνι τύπον τορνώσατο Νηρεύς —

  ὁππότε γὰρ γονόεσσα κατάρρυτος ἄρσενι λύθρῳ

  440 Οὐρανίη μόρφωσε λεχώιον ἀφρὸν ἐέρση

  καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου

  ἔμφρονα θυμὸν ἔχων ὑπὲρ οἴδματος ἔτρεχε δελφίς,

  ἑζομένην λοφίῃσιν ἐλαφρίζων Ἀφροδίτην — ,

  οἵ τ᾽ ἔχον Ὑλάταο πέδον καὶ ἐδέθλια Σηστοῦ

  445 καὶ Τάμασον καὶ Τέμβρον Ἐρυθραίην τε πολίχνην

  καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου:

  ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατός, ἐκ δὲ Λαπήθου,

  ὕστερον ἣν ἐκάλεσσαν ὁμώνυμον ἡγεμονῆος,

  ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ

  450 κάτθανε καὶ κτερέιστο καὶ οὔνομα λεῖπε πολίταις.

  οἵ τε πόλιν Κινύρειαν ἐπώνυμον εἰσέτι πέτρην

  ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης

  αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας

  ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων,

  455 οἵ τ᾽ εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης,

  καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων,

  ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης,

  ἧχι θαλασσογόνου Παφίης νυμφήιον ὕδωρ,

  Σέτραχος ἱμερόεις, ὅθι πολλάκις εἷμα λαβοῦσα

  460 Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύρρης,

  καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, ᾧ ποτε Τεῦκρος,

  καλλείψας Σαλαμῖνα χολωομένου Τελαμῶνος,

  ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα.

  Λυδῶν δ᾽ ἁβρὸς ὅμιλος ἐπέρρεεν, οἵ τ᾽ ἔχον ἄμφω,

  465 Κῖμψον ἐυψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην,

  οἵ τε Τορήβιον εὐρύ, καὶ οἵ πλούτοιο τιθήνας

  Σάρδιας; εὐώδινας, ὁμήλικας ἠριγενείης,

  καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχι τεκούσῃ

  ἀμπελόεις Διόνυσος ἔχων δέπας ἔμπλεον οἴνου

  470 Ῥείῃ πρῶτα κέρασσε, πόλιν δ᾽ ὀνόμηνε Κεράσσας,

  καὶ σκοπιὰς Ὀάνοιο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου

  ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν

  ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης:

  καὶ Στατάλων κεκόρυστο πολὺς στρατός, ἧχι Τυφωεὺς

  475 θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ

  ἔφλεγε γείτονα χῶρον, ἀελλήεντι δὲ καπνῷ

  αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι,

  γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων:

  ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσας

  480 ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ,

  μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ,

  γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης,

  ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνήν,

  τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι:

  485 ‘στῆθι, τάλαν’: φλογόεις δὲ Γίγας ὑπὸ μύστιδι τέχνῃ

  ἀρραγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ

  ἀνέρα δειμαίνων κεκορυθμένον ἔμφρονι λόγχῃ,

  γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ:

  οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ

  490 αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην

  γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶξε δὲ κάμνων

  ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ:

  καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ,

  ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς,

  495 καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ

  ταρσὸν ἐχιδνήεντα πε
πηγότα μητέρι Γαίῃ,

  οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ.

  ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών.

  τοὺς δὲ λίγα κροτέοντας ὑπ᾽ εὐρύθμῳ χθόνα ταρσῷ

  500 καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν:

  καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων

  τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει

  εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων:

  τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην

  505 Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ,

  ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ:

  καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων,

  καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί,

  καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν

  510 χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι.

  καὶ Φρύγες ἐστρατόωντο παρ᾽ ἐγρεμόθων στίχα Λυδῶν,

  οἵ τ᾽ ἔλαχον Βούδειαν, ἀειδομένην τε πολίχνην

  δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης,

  οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις

  515 Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ,

  καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς

  χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς:

  τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν

  γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.

  520 τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην,

  Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης:

  ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς,

 

‹ Prev