by Nonnus
Πανιὰς ὑστερόφωνος: ὑπὲρ δαπέδου δὲ χορεύων
290 αὐλὸς ἐπεσμαράγησεν ‘Ὑμὴν Υμέναιε’ λιγαίνων:
‘ἱμερόεις γάμος οὗτος’ ὀρεστιὰς ἴαχε πεύκη.
ψυχὴ δ᾽ ἠνεμόφοιτος ἀναΐξασα νομῆος
παρθένον ὑπναλέην νυχίοις ἐρέθιζεν ὀνείροις:
‘εἰσὶ καὶ ἱμείροντος Ἐρινύες, εὔγαμε κούρη:
295 νυμφίον εἰ φύγες Ὕμνον, ἐνυμφεύθης Διονύσῳ:
λοξὰ θεμιστεύεις, θαλαμηπόλε παρθένε νύμφη:
κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις.
παρθένε, χάλκεον ὕπνον ἐρασσαμένῳ πόρες Ὕμνῳ:
παρθένε, νήδυμος ὕπνος ἀπώλεσε σεῖο κορείην.
300 οἰκτρὸν ἴδες γελόωσα δεδουπότος αἷμα νομῆς:
οἰκτρότερον στενάχουσα τεῆς ἴδες αἷμα κορείης.’
ὥς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ
ψυχὴ δακρυόεσσα ποθοβλήτοιο νομῆος,
Ταρταρίην δ᾽ ἀκίχητος ἐδύσατο πανδόκον αὐλήν,
305 Βάκχου ζῆλον ἔχουσα μεθυσφαλέων ὑμεναίων.
καὶ λιγυροῖς δονάκεσσι γαμήλιον ἦχον ἀράσσων,
ζῆλον ὑποκλέπτων ὑποκάρδιον, ὑμνοπόλος Πὰν
μεμφόμενον μέλος εἶπεν ἐς ἀλλοτρίους ὑμεναίους.
καί τις ἐρωμανέων Σατύρων παρὰ γείτονι λόχμῃ
310 θηητὴρ ἀκόρητος ἀθηήτων ὑμεναίων
Βακχείην ἀγόρευεν, ἰδὼν εὐπάρθενον εὐνήν:
‘Πὰν κερόεις, ἔτι μοῦνος ἔχεις δρόμον εἰς Ἀφροδίτην;
καὶ σὺ διωκομένης πότε νυμφίος ἔσσεαι Ἠχοῦς;
καὶ σὺ δόλον πότε τοῖον ἀοσσητῆρα τελέσσεις
315 ὑμετέρων ἐπίκουρον ἀνυμφεύτων ὑμεναίων;
Πὰν φίλε, καὶ σὺ γένοιο φυτοσκάφος ἀντὶ νομῆος,
ποιμενίην δ᾽ ἀπόειπε καλαύροπα καὶ παρὰ πέτρῃ
λεῖπε βόας καὶ μῆλα: τί σοι ῥέξουσι νομῆες;
ἔγρεο, καὶ σὺ φύτευε γαμοστόλον οἶνον Ἐρώτων.’
320 οὔ πω μῦθος ἔληγε, καὶ ἴαχεν αἰγίβοτος Πάν:
‘αἴθε πατήρ με δίδαξε τελεσσιγάμου δόλον οἴνου:
αἴθε νοοσφαλέος σταφυλῆς, ἅτε Βάκχος, ἀνάσσω:
καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων
ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ.
325 ἱλήκοι νομὸς οὗτος, ἐπεὶ παρὰ γείτονι πηγῇ
ἀρδεύω τάδε μῆλα, φιλακρήτῳ δὲ ῥεέθρῳ
παρθενικὰς Διόνυσος ἀθελγέας εἰς γάμον ἕλκει.
φάρμακον εὗρεν Ἔρωτος ἑὸν φυτόν: ἐρρέτω αἰγῶν,
ἐρρέτω ἡμετέρων ὀίων γλάγος: οὐ δύναται γὰρ
330 εἰς πόθον ὕπνον ἄγειν ἢ παρθένον εἰς γάμον ἕλκειν.
μοῦνος ἐγώ, Κυθέρεια, βιάζομαι: ὤμοι Ἐρώτων:
σύριγξ Πανὸς ἔφευγεν ἀνυμφεύτους ὑμεναίους
καὶ γάμον ἀρτιτέλεστον ἀνευάζει Διονύσου
αὐτομάτοις μελέεσσι: τὸ δὲ πλέον ἠθάδι μολπῇ
335 φθεγγομένης Σύριγγος ἀμείβετο σύνθροος Ἠχώ.
νυμφιδίης Διόνυσε μέθης θελξίμβροτε ποιμήν,
ὄλβιος ἔπλεο μοῦνος, ἀναινομένης ὅτι νύμφης
εὗρες ἀοσσητῆρα γαμοστόλον οἶνον Ἐρώτων.’
τοῖον ἔπος κατέλεξε δυσίμερος ἀχνύμενος Πάν,
340 ζῆλον ἔχων καὶ ἔρωτα τελεσσιγάμοιο Λυαίου.
καὶ τελέσας φιλότητα καὶ εἰνοδίης πόθον εὐνῆς
ἀφράστῳ Διόνυσος ἀνῃώρητο πεδίλῳ.
νύμφη δ᾽ ἐγρομένη ποταμηίδι μέμφετο πηγῇ,
ὕπνῳ χωομένη καὶ Κύπριδι καὶ Διονύσῳ,
345 ὄμβρῳ δακρυόεντι κατάρρυτος: ἀχνυμένη δὲ
ἔκλυε Νηιάδων γαμίης ἔτι λείψανα μολπῆς,
καὶ λεχέων κήρυκα ποθοβλήτοιο Λυαίου
ἡμερίδων πετάλοισι κατάσκιον εἶδε χαμεύνην
νεβρίσι νυμφιδίῃσι πυκαζομένην Διονύσου,
350 κρυπταδίων λεχέων αὐτάγγελον: εἶδε καὶ αὐτὴν
μίτρην παρθενίην γαμίης πλήθουσαν ἐέρσης.
καὶ ῥοδέας ἐχάραξε παρηίδας, ἀμφοτέρους δὲ
μηροὺς πληξαμένη κινυρῇ βρυχήσατο φωνῇ:
ὤμοι παρθενίης, τήν ἥρπασεν Εὔιον ὕδωρ:
355 ‘ὤμοι παρθενίης, τὴν ἥρπασεν ὕπνος Ἐρώτων:
ὤμοι παρθενίης, τήν ἥρπασε Βάκχος ἀλήτης.
ἐρρέτω Ὑδριάδων δολόεν ποτόν, ἐρρέτω εὐνή.
νύμφαι Ἁμαδρυάδες, τίνα μέμψομαι; ἡμετέρην γὰρ
ὕπνος, Ἔρως, δόλος, οἶνος ἐληίσσαντο κορείην.
360 παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις: ἀλλὰ καὶ αὐτὴ
τίπτέ μοι οὐ φυγόδεμνος ὅλον δέμας ἔννεπεν Ἠχώ;
τίπτέ μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι,
οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη:
‘παρθενική, πεφύλαξο πιεῖν ἀπατήλιον ὕδωρ’;’
365 ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς.
καί ποτε μὲν μενέαινε κατ᾽ αὐχένος ἆορ ἐρεῖσαι,
ἄλλοτε δ᾽ αὐτοκύλιστος ἀπ᾽ οὔρεος ἤθελε πίπτειν
ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ:
καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,
370 εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου
λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.
καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ
αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ.
πολλάκι δ᾽ ὄμμα τίταινε δι᾽ οὔρεος, εἴ που �
�φεύροι
375 ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσον,
ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ
δαίμονα βοτρυόεντα: καὶ ἤθελε μᾶλλον ἐκείνην
ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι.
πολλάκι δ᾽ ἀθρήσασα δι᾽ οὔρεος ἴχνια Βάκχου
380 ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας:
πολλάκι δ᾽ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη.
ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου:
ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου.
καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς
385 χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ:
ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν,
ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν.
καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ
οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.
390 δίζετο δ᾽ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου
θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ,
μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης.
ἀρχαίην δ᾽ ἀέκουσα λίπεν θηροτρόφον ὕλην,
αἰδομένη μετὰ λέκτρα φανήμεναι ἰοχεαίρῃ.
395 καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου
γαστέρι φόρτον ἄειρε: τελειομένης δὲ λοχείης
θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι,
καὶ δρόμον ἐννεάκυκλον ἐπτστώσαντο Σελήνης:
ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,
400 ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς.
κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ,
τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ.
καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ
τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης
405 Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην.
BOOK 17
ἑβδομάτῳ δεκάτῳ πρωτάγριον Ἄρεα μέλπω
καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο.
οὐδὲ φιλακρήτοιο μέθης πεπεδημένον ὕπνῳ
ζωγρήσας ἀτίνακτον ἀνουτήτων γένος Ἰνδῶν
ληθαίοις Διόνυσος ἐπέτρεπε δῆριν ἀήταις:
ἀλλὰ πάλιν Φρύγα θύρσον ἐκούφισεν: ὑψιλόφου γὰρ
5 εἰς ἐνοπὴν καλέοντος ἐπείγετο Δηριαδῆος,
παιδὸς Ἀμαζονίης δολίην ἄμνηστον ἐάσας
οἰνοβαρῆ φιλότητα καὶ ὑπναλέους ὑμεϝαίους.
καὶ θεὸς ἡγεμόνευε, Διὸς κήρυκα γενέθλης
οὐρανίην ἀκτῖνα φέρων στίλβοντι προσώπῳ:
10 ἀμφὶ δὲ Λύδιον ἅρμα Γιγαντοφόνου Διονύσου
θυρσοφόροι στίχες ἦσαν, ἐμιτρώθη δὲ μαχηταῖς
μεσσοφανὴς ἑκάτερθε, καὶ ἀντήστραπτεν Ὀλύμπῳ:
κάλλεϊ δ᾽ ἔκρυφε πάντας: ἰδὼν δέ μιν ἦ τάχα φαίης
ἠέλιον πυρόεντα πολυσπερέων μέσον ἄστρων.
15 καὶ στρατιῆς ἀσίδηρον ἄναξ ὥπλισσεν Ἐνυώ,
οὐ ξίφος, οὐ μελίην θανατηφόρον, ἀντὶ δὲ χαλκοῦ
κισσὸν ἔχων ἄρρηκτον ἑὸν δόρυ: καί μιν ἑλίσσων
Ἀσίδος ἐν πολίεσσι, καὶ Ἀσίδος ἐν χθονὶ πήξας
ἄγριον ἡνιόχευε Κυβηλίδος ἅρμα θεαίνης
ἡμερίδων τελαμῶνι, κατάσκιον ἥλικι κισσῷ
20 ἀνθοκόμῳ μάστιγι μετήλυδα δίφρον ἱμάσσων:
ἠῴην δ᾽ ἐμέθυσσε Μαρωνίδι γαῖαν ὀπώρῃ.
καὶ Βρομίῳ συνάεθλος ὅλος στρατὸς ἔρρεε Βάκχων,
θάρσος ἔχων προτέροιο μόθου χάριν, ὁππότε δισσῷ
25 ἡδυμανὴς ἀσίδηρος ὁμόζυγι πήχεϊ μάρψας
ἔμφρονα νεκρὸν ἄναυδον, ἐνόπλιον Ἰνδὸν ἀείρων,
Σειληνὸς βαρύγουνος ἐχάζετο νωθρὸς ὁδίτης:
ὁππότε κωμάζουσα ποδῶν διδυμάονι ῥυθμῷ
Βακχιὰς ἀκρήδεμνος ἐπεκροτάλιζε Μιμαλλὼν
30 Ἰνδὸν ἔτι κνώσσοντα, περισφίγξασα δὲ δειρὴν
ληίδα θηρεύουσα μάχης αὐτόσσυτον ἄγρην ...
ἐκ πόλιος δὲ πόληα μετήιεν, ἀγχιπόρου δὲ
ἤλυθεν εἰς Ἀλύβης πέδον ὄλβιον, ὁππόθι γείτων
χεύμασιν ἀφνειοῖσι Διιπετὲς οἶδμα κυλίνδων
35 Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,
ἀργυρέου δαπέδοιο περιξύων κενεῶνα.
ἔνθα διαστείχοντα βαθυπλούτῳ παρὰ πέτρῃ
βουκεράοις Σατύροισιν ὁμήλυδα πεζὸν ὁδίτην
Βάκχον ἀνὴρ ἄγραυλος ἐρημάδι δέκτο καλιῇ,
40 Βρόγγος, ἀδωμήτων ὀρεσίδρομος ἀστὸς ἐναύλων,
γηγενέων ἀχάρακτον ὑπὸ κρηπῖδα θεμέθλων
ναίων οἶκον ἄοικον: ἐυφροσύνης δὲ δοτῆρα
αἰγὸς ἀμελγομένης κεράσας χιονωπὸν ἐέρσην
ξεινοδόκος γλαγόεντι ποτῷ μειλίξατο ποιμὴν
45 εἴδασιν οὐτιδανοῖσι καὶ ἀγραύλοισι κυπέλλοις,
καὶ μίαν εἰροπόκων ὀίω ἀνελύσατο μάνδρης,
ὄφρά κε δαιτρεύσειε θυηπολίην Διονύσῳ:
ἀλλὰ θεὸς κατέρυκε: γέρων δ᾽ ἐπεπείθετο Βάκχου
νεύμασιν ἀτρέπτοισιν,ὄιν δ᾽ ἄψαυστον ἐάσας
50 ποιμενίην τινὰ δαῖτα θελήμονι θῆκε Λυαίῳ,
τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης,
οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου
κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας
ὥπλισεν Ἡρακλῆι: χύδην δ᾽ ἐπέβαλλε τραπέζ�
�
55 εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης
Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος,
πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων,
ἰκμαλέον, τροχόεντα: θεὸς δ᾽ ἐγέλασσε δοκεύων
ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι
60 ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης
δαρδάπτων ἀκόρητος: ἀεὶ δ᾽ ἐμνώετο κείνης
εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης
μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης.
καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς,
65 πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης
ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι.
ἀλλ᾽ ὅτε Βάκχος ἅναξ νομίης ἐκορέσσατο φορβῆς,
δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου
ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ
70 Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης,
ὑμνείων Διόνυσον: ὁ δὲ φρένα τέρπετο μολπῇ,
καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ:
‘δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης:
75 οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην,
νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων
Ζῆνα μέγαν κατ᾽ Ὄλυμπον ἐυφραίνει Γανυμήδης.
ἀρχαίου δὲ γάλακτος ἔα πόθον: ἀρτιτόκων γὰρ
μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν
80 ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.’
ὥς εἰπὼν νομίης ξεινήια δῶκε τραπέζης