by Nonnus
οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης:
καὶ δρόμος ἦν ἀνόνητος: ὑπ᾽ Ἠελίοιο δὲ δίφρῳ
κηροπαγὴς φλογόεντι τύπος θερμαίνετο πυρσῷ,
165 καὶ τροχὸν ἠκόντιζε λυθεὶς μινυώριος ἄξων.
τοῖος ἔην Λυκόοργος ὁμότροπος: ἀχθοφόρους δὲ
πολλάκις ἐν τριόδοισιν ἀλήμονας ἄνδρας ὁδίτας
δήσας εἰς δόμον εἷλκεν, Ἐνυαλίῳ δὲ τοκῆι
δαιτρεύων ἱέρευε: δαϊζομένων δὲ μαχαίρῃ
170 ἄκρα λαβὼν ἐπύκαζε κακοξείνους πυλεῶνας.
ὡς δ᾽ ὅτε δυσμενέων μετὰ φύλοπιν ὀψὲ μολόντος
ἀνδρὸς ἀκοντοφόροιο νέης ἀναθήματα νίκης,
ἀσπίδες ἢ πήληκες, ἐπεκρεμόωντο μελάθρῳ,
οὕτω καὶ φονίοιο παρὰ προπύλαια Λυκούργου
175 ἄκρα ποδῶν καὶ χεῖρες ἐπῃώρηντο θανόντων.
καὶ φόνος ἦν: ξενίου δὲ Διὸς παρὰ γείτονι βωμῷ
ὀθνεῖοι στενάχοντες ἐμιστύλλοντο μαχαίρῃ,
οἷα βόες καὶ μῆλα, περιρραίνοντο δὲ βωμοὶ
σφαζομένων, στικτὴ δὲ κόνις φοινίσσετο λύθρῳ
180 δώματος ἀμφὶ θύρετρα: βιαζόμενοι δὲ πολῖται
ἀντὶ Διὸς σπεύδοντο θυηπολέειν Λυκοόργῳ.
Οὐδ᾽ ἔλαθες, Διόνυσε, δολορραφέος φθόνον Ἤρης:
ἀλλὰ πάλιν κοτέουσα τεῇ θεόπαιδι γενέθλῃ
ἄγγελον Ἶριν ἔπεμπε δυσάγγελον, ὄφρά σε θέλξῃ
185 κλεψινόῳ κεράσασα δόλῳ ψευδήμονα πειθώ:
δῶκε δέ οἱ βουπλῆγα θεημάχον, ὄφρα κομίσσῃ
Ἀρραβίης μεδέοντι, Δρυαντιάδῃ Λυκοόργῳ.
οὐδὲ θεὰ δήθυνεν: ἀμειβομένῳ δὲ προσώπῳ
Ἄρεος ἀντιτύποιο νόθην ἐψεύσατο μορφήν:
190 καὶ λόφον εὐπήληκα διαιθύσσουσα καρήνου,
δαιδαλέους κροκόεντας ἑοὺς ῥίψασα χιτῶνας,
κερδαλέῳ θώρηκι καλύπτετο, μαῖα κυδοιμοῦ,
αἱμαλέῳ θώρηκι, καὶ ἐγρεκύδοιμον ἀπειλὴν
ἄρσενα κερδαλέη βλοσυρῷ πέμπουσα προσώπῳ
195 γλῶσσαν Ἐνυαλίου τροχαλῇ μιμήσατο φωνῇ:
‘τέκνον, ἀνικήτου σπόρος Ἄρεος, ἦ ῤα καὶ αὐτὸς
Βασσαρίδων τρομέεις ἁπαλόχροα θῆλυν ἀπειλήν;
οὐκ ἀπὸ Θερμώδοντος Ἀμαζόνες εἰσὶ καὶ αὐταί,
οὐκ ἀπὸ Καυκασίοιο μαχήμονές εἰσι γυναῖκες:
200 οὐ θοὰ τόξα φέρουσι καὶ οὐ δονέουσιν ὀιστούς:
οὐ θρασὺν ἵππον ἔχουσιν Ἀρήιον: οὐδ᾽ ὑπὲρ ὤμων
βάρβαρον ἡμιτέλεστον ἐλαφρίζουσι βοείην.
αἰδέομαι καλέων σε ποτὶ κλόνον, ὅττι γυναῖκες
δῆριν ἀπειλείουσιν ἀδηρίτῳ Λυκοόργῳ.
205 ἠρεμέεις, Λυκόοργε, κορυσσομένου Διονύσου;
θνητὸς ἀνὴρ πέλεν οὗτος ἀώριος, οὐκ ἀπὸ φύτλης
οὐρανίης βλάστησε: Διὸς δέ μιν Ἑλλάδι φήμῃ
ἔμμεναι ἔπλασε μῦθος: ἐγὼ δ᾽ οὐκ οἶδα πιθέσθαι
ἀμφὶ τόκου Κρονίωνος, ὅτι βροτὸν ἄρσενι μηρῷ
210 υἱέα θῆλυν ἔτικτε πατὴρ ἐμὸς ὑψιμέδων Ζεύς:
μύθοις ψευδαλέοις οὐ πείθομαι, εἰ βροτὸς ἀνὴρ
Ζηνὸς ἐμοῦ τόκον ἔσχεν, ὅθεν βλάστησεν Ἀθήνη:
Ζεὺς ἐμὸς οὐ δεδάηκεν ἀνάλκιδα παῖδα λοχεῦσαι:
Ἄρεα σὸν γενέτην ἔχε μάρτυρον: εἶδες Ἀθήνην
215 παῖδα Διὸς θήλειαν ἀρειοτέρην Διονύσου.
τέκνον ἐμόν, μεθέπεις ἴδιον σθένος, οὐδὲ χατίζεις
πατρὸς Ἐνυαλίοιο, καὶ εἰ πολέμοισιν ἀνάσσει:
ἔμπης δ᾽. ἢν ἐθέλῃς, θωρήξομαι, οὐδέ σε λείψω
μοῦνον ἐνὶ πτολέμοισι: θεὰ δέ σοι, εἰ χρέος εἴη,
220 γνωτὴ Ζηνὸς ἄκοιτις ὁμόστολος εἰς μόθον Ἥρη
ἕσπεται υἱωνοῖο προασπίζουσα Λυκούργου ...’
‘ ... στήσω δ᾽ ὑμετέρου θεοδέγμονος ἔνδοθι νηοῦ
θύρσους Βασσαρίδων, νόθα δούρατα: Βουκεράων δὲ
Κενταύρων ἀτίνακτα κεράατα μακρὰ δαΐξας
225 τοξοφόρων Ἀράβων κεραελκέα τόξα τελέσσω,
ὡς θέμις: ἐκταδίην δὲ ταμὼν δολιχόσκιον οὐρὴν
Σειληνῶν λασίην τελέσω πλήξιππον ἱμάσθλην.
ταῦτα μὲν εἰς σὲ φέρω μετὰ φύλοπιν: ἀπτολέμου δὲ
Βάκχου ξανθὰ πέδιλα γυναικείους τε χιτῶνας
230 πορφυρέους καὶ θῆλυν ἐπ᾽ ἰξύι κυκλάδα μίτρην
γνωτῇ σεῖο δάμαρτι φυλάξομεν ἀφρογενείῃ,
ἅρμενα θήλεα δῶρα: γυναιμανέος δὲ Λυαίου
ἀμφιπόλων στίχα πᾶσαν ἐμοῖς δμώεσσι συνάψω
εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
235 οἷα δορικτήτοισι πέλει θέμις: οὐτιδανοὺς δὲ
ἡμερίδων ὄρπηκας, ἐνέα δῶρα Λυαίου,
θερμοτέρῳ σπινθῆρι δεδέξεται Ἀρραβίη φλόξ.
καὶ βριαρὴ θεράπαινα χοροπλεκέος Διονύσου
Βασσαρὶς ἀλλοίην ἐχέτω καὶ ἀήθεα τέχνην
240 δώματα ναιετάουσα μετ᾽ οὔρεα, δαιδαλέην δὲ
νεβρίδα καλλείψασα δέμας κρύψειε χιτῶνι,
καρπὸν ἀλετρεύουσα μύλης τροχοειδέι πέτρῳ:
καὶ στεφάνους ῥίψασα, καὶ ἣν καλέουσιν ὀπώρην,
ξυνὰ διδασκέσθω μελεδήματα δίζυγι θεσμῷ,
245 δμωὶς ἀναγκαίη καὶ Παλλάδι καὶ Κυθερείῃ
ἠματίοις ταλάροισι καὶ ἐννυχίοις ὑμεναίοις,
κερκίδα κουφίζουσα καὶ οὐκέτι κύμβαλα Ῥείης.
Σειληνοὶ δὲ γέροντες ἐμῆς π
αρὰ δαῖτα τραπέζης
εὔιον ἀείσωσι, καὶ ἠθάδος ἀντὶ Λυαίου
250 κῶμον ἀνακρούσωσι καὶ Ἄρεϊ καὶ Λυκοόργῳ.’
ὣς φαμένου μείδησε θεὰ χρυσόπτερος Ἶρις,
ψευδαλέην ἴρηκος ἐρετμώσασα πορείην.
καί μιν ἰδὼν Λυκόοργος ἑὴν μαντεύσατο νίκην,
γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων
255 ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκεν:
εἶδε γάρ, εἶδεν ὄνειρον ὁμοίιον, ὡς παρὰ λόχμῃ
χαιτήεις κεκόρυστο λέων λυσσώδϊ λαιμῷ
καὶ βαλίων ἐλάφων κεραὴν ἐδίωκε γενέθλην.
τοῖον ὄναρ νοέων ἐκορύσσετο θυιάσι Βάκχαις,
260 Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων,
καὶ πλέον ἔλλαβε θάρσος, ἀναΐξασα δὲ δαίμων
νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ,
ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ,
ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος Ἑρμῆς
265 Βάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν:
‘γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης
ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ.
λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην,
ἵλαθι μειλιχίοισι: τίς ἤπιον ἄνδρα δαμάσσει;
270 μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας Ἐνυώ:
μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς:
μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ:
μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ:
ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου
275 ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων,
εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ:
ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ,
ἄρτι μέολς πλέξωμεν ἀθωρήκτοιο χορείης,
καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην,
280 μὴ μόθον ἐντύνειε γαληναίῳ βασιλῆι:
ἀλλά, βαλὼν πλοκάμοισι φίλον στέφος, ἔρχεο χαίρων
εἰς δόμον ἀκλήιστον ἑτοιμοτάτου Λυκοόργου,
ἔρχεο κωμάζων ἅτε νυμφίος: Ἰνδοφόνους δὲ
θύρσους σεῖο φύλαξον ἀπειθέι Δηριαδῆι.
285 οὐ μὲν ἄναξ Λυκόοργος ἀνάλκιδα θυμὸν ἀέξει:
ἔστι γὰρ Ἄρεος αἷμα Διιπετές, ἐν δὲ κυδοιμοῖς
πατρὸς Ἐνυαλίοιο φέρων ἐμφύλιον ἀλκὴν
οὐδὲ τεοῦ Κρονίωνος ὑποπτήξειεν Ἐνυώ.’
ὣς φαμένη παρέπεισε, μεταχρονίῳ δὲ πεδίλῳ
290 αἰθέρος ἔνδον ἵκανε. δολοφροσύνῃ δὲ θεαίνης
ἐγρεμόθους Διόνυσος ἑοὺς ἀπεσείσατο θύρσους
καὶ κυνέην λοφόεσσαν ἑῶν ἀνέλυσε κομάων
καὶ σάκος ἀστερόνωτον ἐθήκατο: χειρὶ δὲ γυμνῇ
πορφυρέης ἤειρε βεβυσμένον ἄγγος ἐέρσης,
295 ὀξὺ κέρας καὶ βότρυν ἀπενθέα: μηκεδανὴν δὲ
ἄπλοκον ἀμπελόεντι κόμην ἐστέψατο κισσῷ.
καὶ στρατιὴν εὔοπλον ἐγερσιμόθους τε γυναῖκας
ἐγγύθι Καρμήλοιο λιπὼν καὶ δίφρα λεόντων
ἁβροχίτων ἀσίδηρος ἐκώμασε πεζὸς ὁδίτης:
300 καὶ μέλος εὐφροσύνης ἐπιδόρπιον ἴαχε σύριγξ,
καί φίλιον σύριγμα συνωρίδες ἔβρεμον αὐλῶν
χερσὶ δὲ δινεύουσα φιλύια ῥόπτρα Λυαίου
Βασσαρὶς ἐσκίρτησε παρὰ προπύλαια Λυκούργου.
καὶ θρασὺς ὡς ἤκουσεν ἄναξ ἀλάλαγμα χορείης,
305 αὐλοῦ μελπομένοιο μέλος Βερεκυντίδος ἠχοῦς
καὶ καναχὴν σύριγγος, ἀρασσομένης δὲ καὶ αὐτῆς
μαίνετο παπταίνων διδυμόκτυπα κύκλα βοείης:
καὶ θεὸν ἀμπελόεντα παρὰ προθύροισι δοκεύων,
σαρδόνιον γελόων, φιλοκέρτομον ἴαχε φωνήν,
310 Βασσαρίδων ἐλατῆρι χέων ἄσπονδον ἀπειλήν:
‘ἡμετέρων ὁράᾳς ἀναθήματα ταῦτα μελάθρων;
καὶ σύ, φίλος, κόσμησον ἐμὸν δόμον ἢ σέο θύρσοις
ἢ ποσὶν ἢ παλάμῃσιν ἢ αἱματόεντι καρήνῳ.
εἰ κεραοῖς Σατύροισι, κερασφόρε Βάκχε, κελεύεις,
315 ὑμέας ἶσα βόεσσιν ἐμῷ βουπλῆγι δαμάσσω.
τοῦτό σοι ἐξ ἐμέθεν ξεινήιον, ὄφρά τις εἴπῃ,
ἢ θεὸς ἢ μερόπων τις, ὅτι προπύλαια Λυκούργου
ἡμιτόμοις μελέεσσιν ἐμιτρώθη Διονύσου.
οὐ παρὰ Βοιωτοῖσιν ἀνάσσομεν, οὐ τάδε Θῆβαι,
320 οὐ Σεμέλης δόμος οὗτος, ὅπῃ νόθα τέκνα γυναῖκες
ἀστεροπῇ τίκτουσι καὶ ὠδίνουσι κεραυνῷ.
σείεις οἴνοπα θύρσον, ἐγὼ βουπλῆγα τινάσσω,
καί σε διατμήξας βοέου κατὰ μέσσα μετώπου
ὑμετέρην ἐπίκυρτον ἀναρρήξαιμι κεραίην.’
325 ὣς εἰπὼν ἐδίωκε Διωνύσοιο τιθήνας
θεινομένας βουπλῆγι: φιλοσκάρθμων δὲ γυναικῶν
ἡ μὲν ἑῆς παλάμης ἀπεσείσατο κύμβαλα Ῥείης,
ἡ δὲ φιλοκροτάλων ἀπεθήκατο τύμπανα χειρῶν,
ἄλλη βοτρυόεσσαν ἀνηκόντιζεν ὀπώρην,
330 ἄλλη νεκταρέοισι συνωλίσθησε κυπέλλοις:
πολλαὶ δ᾽ αὐτοκύλιστον ἀπερρίψαντο κονίῃ
ἡδυμελῆ σύριγγα καὶ ἔμπνοον αὐλὸν Ἀθήνης.
ὡς δ᾽ ὅτε τις μετὰ χεῖμα γαληναίῃ παρὰ λόχμῃ
ἀννεφέλου Φαέθοντος ἰδὼν τερψίμβροτον ὥρην
335 ποιμὴν κῶμον ἔγειρε, συνωρχήσαντο δὲ Νύμφαι:
ἄφνω δ᾽ �
��κ σκοπέλοιο χύθη κυκλούμενον ὕδωρ
κύμασι πυργωθέντος ὀρεσσιχύτου ποταμοῖο:
αὐτὰρ ὁ συρίζων ἀπεσείσατο πηκτίδα χειρῶν
δειμαίνων θρασὺ χεῦμα χαραδραίου ποταμοῖο,
340 οἰδαλέῳ μὴ μῆλα κατακρύψειε ῥεέθρῳ:
ὣς ὅ γε τερψινόου σκεδάσας ἀλάλαγμα χορείης
εἰς ὄρος ὑψικάρηνον ἀνάμπυκας ἤλασε Βάκχας:
καὶ κλονέων ἀχόρευτος ἀλήμονα θῆλυν Ἐνυώ,
θηγαλέον βουπλῆγα φέρων, κειμήλιον Ἥρης,
345 χαλκοχίτων Λυκόοργος ἀτευχέι μάρνατο Βάκχῳ:
καὶ κέλαδον βρονταῖον ἐπέκτυπε δύσμαχος Ἥρη,
μητρυιὴ βαρύδουπος ἐπιβρίθουσα Λυαίῳ,
καί μιν ἀνεπτοίησε: βαρυζήλου δὲ θεαίνης
ὕψι κορυσσομένης ἐλελίζετο γούνατα Βάκχου:
350 ἔλπετο γὰρ Κρονίωνα προασπίζειν Λυκοόργου,
αἰθερίου πατάγοιο τύπον βρονταῖον ἀκούων:
ταρβαλέοις δὲ πόδεσσι φυγὼν ἀκίχητος ὁδίτης
γλαυκὸν Ἐρυθραίης ὑπεδύσατο κῦμα θαλάσσης.
τὸν δὲ Θέτις βυθίη φιλίῳ πήχυνεν ἀγοστῷ,
355 καί μιν ἔσω δύνοντα πολυφλοίσβοιο μελάθρου
χερσὶ φιλοξείνοισιν Ἄραψ ἠσπάζετο Νηρεύς:
τὸν δὲ παρηγορέων φιλίῳ μειλίξατο μύθῳ:
‘εἰπέ, τί σοι, Διόνυσε, κατηφέες εἰσὶν ὀπωπαί;
οὔ σε χαμαιγενέων Ἀράβων στρατός, οὔ σε διώκων
360 θνητὸς ἀνὴρ νίκησε, καὶ οὐ βροτέην φύγγες αἰχμήν:
ἀλλὰ Διὸς Κρονίδαο κασιγνήτη δάμαρ Ἥρη
οὐρανόθεν κεκόρυστο συναιχμάζουσα Λυκούργῳ,
Ἥρη καὶ μενέχαρμος Ἄρης καὶ χάλκεος αἰθήρ,