by Nonnus
20 παφλάζων ὀδύνῃσι ποθοβλήτοιο μερίμνης.
τὸν δὲ παλινδίνητον ἀλώμενον ὑψόθεν ὄχθης
μουνάδος ἀμνήστοιο λελοιπότα δέμνια νύμφης,
ἔδρακεν ἐγρήσσων θρασὺς Ὕσσακος: ὡς δολόεις δὲ
κρυπτὸν ἀτεκμάρτων ἐφράσσατο κέντρον Ἐρώτων,
25 πιστότατος θεράπων: δολίῳ δέ μιν εἴρετο μύθῳ,
τοῖον ἔπος προχέων ἀπατήλιον ἀνθερεῶνος:
‘τίπτε λιπὼν σέο λέκτρα καὶ ὑπναλέην σέο νύμφην
πλάζεαι ἔνθα καὶ ἔνθα κατὰ κνέφας, ἄτρομε Μορρεῦ;
μὴ τάχα Δηριάδης σε διεπτοίησεν ἀπειλῇ;
30 μή σοι Χειροβίη κοτέει ζηλήμονι θυμῷ
ἐλπομένη φιλέειν σε δορικτήτην τινὰ Βάκχην;
καὶ γὰρ ὅτ᾽ εἰσορόωσιν ἐρωμανέοντας ἀκοίτας,
κρυπταδίην διὰ Κύπριν ἀεὶ φθονέουσι γυναῖκες.
μὴ τάχα πανδαμάτωρ θρασὺς Ἵμερος εἰς σὲ κορύσσει
35 νυμφιδίους σπινθῆρας ἀκοιμήτοιο φαρέτρης;
μή τινα Βασσαρίδων ποθέεις μίαν; ὡς μὲν ἀκούω,
τρεῖς Χάριτες γεγάασι, χορίτιδες Ὀρχομενοῖο,
ἀμφίπολοι Φοίβοιο, χοροπλεκέος δὲ Λυαίου
εἰσί τριηκοσίων Χαρίτων στίχες, ὧν μία μούνη
40 πασάων προφέρουσα φαείνεται, οἷα καὶ αὐτὴ
φαιδροτέραις ἀκτῖσι κατακρύπτει σέλας ἄστρων
μαρμαρυγὴν εὔκυκλον ἀκοντίζουσα Σελήνη.
καὶ διδύμοις βελέεσσι κορύσσεται εἰν ἑνὶ θεσμῷ,
κάλλεϊ τοξεύουσα καὶ αἰχμάζουσα σιδήρῳ:
45 ἔστι δὲ Πασιθέη κορυθαιόλος, ἥν τινα Βάκχαι
Χαλκομέδην καλέουσιν: ἐγὼ δέ μιν αὐτὸς ἐνίψω
Ἄρτεμιν ἀργυρόπεζαν ἠὲ χρύσασπιν Ἀθήνην.’
ὥς φάμενος σίγησε: καὶ ὀφρύος ἄκρα καθέλκων
αἰδομένοις στομάτεσσι δυσίμερος ἔννεπε Μορρεύς:
50 ‘ἀτρεκέως Διόνυσος ἐδύσατο κῦμα θαλάσσης
δειμαίνων Λυκόοργον, ὑποβρυχίοιο δὲ κόλπου
Νηρεΐδας θώρηξε, καὶ ἐξ ἁλὸς ἦλθε κομίζων
εἰναλίην ἐς Ἄρηα κασιγνήτην Ἀφροδίτην:
ἀντὶ δὲ νυμφιδίοιο καὶ εὐόδμοιο χιτῶνος
55 δῶκεν ἔχειν θώρηκα σιδήρεον, ἀντὶ κεστοῦ
χάλκεον ἔγχος ὄπασσε: καὶ οὔνομα τὸ πρὶν ἀμείψας
Χαλκομέδην ὀνόμηνε κορυσσομένην Ἀφροδίτην:
ἔστι δὲ Βασσαρίδεσσι συνέμπορος: ἀμφοτέροις δὲ
μάρναμαι ἀγνώσσων, καὶ Κύπριδι καὶ Διονύσῳ.
60 καὶ τί μάτην δόρυ θοῦρον ἀείρομαι; εἶξον, ἀκωκή:
εἰ Παφίη νίκησεν ἀκοντιστῆρα κεραυνοῦ,
εἰ πολέμων σκηπτοῦχον ἑῷ σπινθῆρι δαμάζει,
εἰ φλογερὸν Φαέθοντα κατέφλεγε μείζονι πυρσῷ
καὶ κλονέει πυρόεντα,τί κεν ῥέξαιμι σιδήρῳ;
65 εἴπατέ μοί τινα μῆτιν ἀρηγόνα Κυπρογενείης:
οὐτήσω τὸν Ἔρωτα; πόθεν πτερόεντα κιχήσω;
ἔγχος ἀερτάζω; πυρὶ μάρναται, ἆορ ἐρύσσω;
τόξον ἔχει, τὸ δὲ τόξον ἐμῆς φρενὸς ἁπτόμενον πῦρ.
πολλάκις οὐτήθην κατὰ φύλοπιν: ἀλλὰ καμόντα
70 ἰητήρ με σάωσεν ἑῇ ζωαρκέι τέχνῃ,
ὠτειλῇ μελέων ὀδυνήφατον ἄνθος ἑλίξας.
Ὕσσακε, μὴ κρύψῃς, τίνα φάρμακα ποικίλα πάσσων
ἔνδον ἐμῆς κραδίης ἰήσομαι ἕλκος Ἐρώτων.
εἰμὶ μὲν ἀντιβίοισιν ἀεὶ θρασύς: ἀλλ᾽ ὅτε λεύσσω
75 Χαλκομέδην παρεοῦσαν, ἐμὴ θηλύνεται αἰχμή.
οὐ τρομέω Διόνυσον: ὑποπτήσσω δὲ γυναῖκα,
ὅττι σέλας πέμπουσα ποθοβλήτοιο προσώπου
μορφῇ ὀιστεύει με, καὶ οὐκέτι τόξα τιταίνω.
ὣς ἄρα Νηρεΐδων μίαν ἔδρακον: εἰ θέμις εἰπεῖν,
80 ἢ Θέτις ἢ Γαλάτεια συναιχμάζει Διονύσῳ.’
εἶπε, καὶ ἀκροτάτοισι μόγις βραδὺς ἴχνεσι βαίνων,
μὴ νυχίην εὕδουσαν ἑὴν παράκοιτιν ἐγείρῃ,
εἰς θάλαμον πάλιν ἦλθε: μελαγκόλποιο δὲ νύμφης
τηλόχεν ἔτραπεν ὄμμα, καὶ ἤθελεν, ὄφρα φανεῖσα
85 Χαλκομέδη λάμψειε καὶ ἠριγένεια φανείη.
ἀσχαλόων δ᾽ ὑπ᾽ Ἔρωτι κατηφέι κάππεσεν εὐνῇ:
καὶ θεράπων ἄγρυπνος ἔχων πόθον ἡδέος ὕπνου
Ὕσσακος αὖτις ἔδαρθεν ἑῆς ἐφύπερθε βοείης.
Μορρέα δ᾽ ὑπνώοντα παρήπαφεν ὄψις ὀνείρου,
90 κλεψινόων ἐλέφαντος ἀναΐξασα πυλάων,
καί τινα μῦθον ἔειπεν ἐπήρατον ἠπεροπῆα:
‘δέχνυσο Χαλκομέδην πειθήμονα, νυμφίε Μορρεῦ:
δέξο καὶ ἐν λεχέεσσι μετὰ πτολέμους σέο νύμφην:
ἠματίην ὁρόων με τεὴν ηὔφρηνας ὀπωπήν,
95 καὶ νυχίῃ παρίαυε φιλήνορι Χαλκομεδείῃ.
ἔστι καὶ ὑπναλέοιο γάμου χάρις, ἔστι καὶ αὐτῶν
ἱμερόεις γλυκὺς οἶστρος ὀνειρείων ὑμεναίων.
ἤθελον ἀγκὰς ἔχειν σε, καὶ ἐγγύθι φαίνεται Ἠώς.’
ὣς φαμένη πεπότητο: καὶ ἐξ ὕπνου θόρε Μορρεύς,
100 ἀρχομένης δ᾽ ἐνόησεν ἀμερσιγάμου φάος Ἠοῦς:
Χαλκομέδην δ᾽ ἐδόκησεν ἔχειν πόθον: αἶψα δὲ σιγῇ
ἔννεπε Κυπριδίην ἀπατήλιον ἐλπίδα βόσκων:
‘τριπλόον, ἠριγένεια, φέρεις φάος, ὅττι κομίζεις
Χαλκομέδην, καὶ φέγγος ἄγεις καὶ νύκτα διώκεις.
105 Μορρέος ἀγρύπνοιο παρήγορε, καὶ σὺ φανείης,
Χαλκομέ
δη, ῥοδόεσσα ῥοδοστεφέος πλέον Ἠοῦς:
οὔ ποτε τοῖον ἄγουσι ῥόδον λειμωνίδες Ὧραι.
παρθενικὴ χαρίεσσα, τεαὶ μεθέπουσι παρειαὶ
εἰαρινὸν λειμῶνα, τὸν οὐ χρόνος οἶδε μαραίνειν:
110 ἄνθεα σοὶ θαλέουσιν, ὅτε φθινοπωρίδες Ὧραι:
σὰ κρίνα καὶ κατὰ χεῖμα φαείνεται: ἀμφιέπει δὲ
σὸν δέμας οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην,
ἣν Χάριτες κομέουσι καὶ οὐκ ὀλέκουσιν ἀῆται.
οὔνομα σὸν κόσμησας ἀριστεύουσα σιδήρῳ:
115 ἄρμενον ἠνορέῃ τεὸν οὔνομα: Χαλκομέδην δὲ
οὔ σε μάτην καλέουσι: σὲ γὰρ τέκε χάλκεος Ἄρης
Κύπριδος ὲν λεχέεσσιν Ἐρωτοτόκοιο χορεύων.
Χαλκομέδην μὲν ἅπαντες, ἐγὼ δέ σε μοῦνος ἐνίψω
Χρυσομέδην, ὅτι κάλλος ἔχεις χρυσῆς Ἀφροδίτης:
120 πείθομαι, ὡς Σπάρτηθεν ἔχεις γένος: ὡς δοκέω γάρ,
Χαλκομέδην ἐλόχευσε σιδηροχίτων Ἀφροδίτη.’
τοῖον ἔπος κατέλεξε φιλαγρύπνων ἐπὶ λέκτρων.
ἀλλ᾽ ὅτε φοινίσσοντι σέλας πέμπουσα προσώπῳ
ὑσμίνης προκέλευθος ἑκηβόλος ἄνθορεν Ἠώς,
125 Ἰνδῴην ἐκόρυσσε γονὴν λαοσσόος Ἄρης:
καὶ τότε θωρηχθέντες ἐυτροχάλων ἀπὸ λέκτρων
ἅρματι Δηριάδαο συνήλυδες ἔρρεον Ἰνδοί.
βάκχοι δ᾽ οὐ παρεόντος ἀνικήτου Διονύσου
εἰς πεδίον προχέοντο κατηφέες: ἐν κραδίῃ δὲ
130 οὐκέτι θαρσήεντες ἐπεστρατόωντο κυδοιμῷ,
ἀλλὰ φόβῳ δονέοντο: καὶ οὐ ῥηξήνορι λύσσῃ
εἰσέτι χαλκοχίτωνες ἐβακχεύοντο γυναῖκες:
οὐδὲ βαρυφθόγγοιο μεμυκότος ἀνθερεῶνος
ἀφρὸν ἀνηκόντιζον, ἐν ἀφλοίσβῳ δὲ σιωπῇ
135 μίμνεν ἀδεψήτοιο περίκροτα νῶτα βοείης:
οὐ δαΐδες σελάγιζον Ἐνυαλίης φλόγα πεύκης,
καπνὸν ἐρευγομένης θανατηφόρον: ἀλλ᾽ ὑπὸ κέντρῳ
δαιμονίης μάστιγος ἐθηλύνοντο μαχηταί.
οὐ Σάτυροι κελάδησαν, ἐθήμονος οὐ θρόος αὐλοῦ
140 ἔβρεμεν ἐγρεκύδοιμος: ἀβακχεύτῳ δὲ κυδοιμῷ
Σειληνοὶ πολέμιζον ἐχέφρονες, οὐδὲ προσώπῳ
μίλτον ἐπιχρίσαντες ὁμόχροον αἴθοπι λύθρῳ
ξανθὸν ἐφοινίξαντο τύπον ψευδήμονι μορφῇ
εἰς φόβον, οὐδὲ μέτωπα πεφυρμένα λευκάδι γύψῳ,
145 ὡς πάρος, ἐρραίνοντο: καὶ οὐ στομάτεσσι πιόντες
θερμὸν ἐρημονόμοιο νεόσσυτον αἷμα λεαίνης
Πᾶνες ἀελλήεντες ἐβακχεύοντο κυδοιμῷ,
ἀλλὰ φόβῳ γεγάασιν ἐνγέες: ὀκναλέοι δὲ
φειδομέναις ἤρασσον ἀδουπήτοις χθόνα χηλαῖς,
150 φρικτὸν ἀναστείλαντες ὀρίδρομον ἅλμα χορείης.
Δηριάδης δ᾽ ὑπέροπλος ἐπέχραεν ἄρσενι χάρμῃ,
σείων ὡς τρυφάλειαν ἑῆς γλωχῖνα κεραίης:
θηλυτέρῃ δὲ φάλαγγι θορὼν βακχεύετο Μορρεύς:
οὐ γὰρ Χαλκομέδεια συνέμπορος ἵστατο Βάκχαις,
155 ὄφρά μιν αἰδέσσαιτο, κατεσσυμένην δὲ γυναικῶν
αἵματι πορφύρουσαν ἀναστείλειεν ἀκωκήν,
ἀλλὰ τότε προμάχοισιν ὁμήλυδος ἥπτετο χάρμης
παρθένος ἱμερόεσσα νέη κλυτότοξος Ἀμαζών,
φάρεα λεπτὰ φέρουσα καὶ ἀστράπτοντα χιτῶνα
160 ἐν πεδίῳ: τὸ γὰρ εἶπε σοφὴ Θέτις, ὄφρα σαώσῃ
λαὸν ὅλον μογέοντα τινασσομένου Διονύσου.
ἔνθα διατμήξας Χαρίτων ἴνδαλμα προσώπου
Βασσαρίδας ζώγρησεν ἀνάλκιδας ἕνδεκα Μορρεύς,
ἃς μετὰ Χαλκομέδην ἐκρίνατο: Μαιναλίδων δὲ
165 χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
καὶ στίχα λυσιέθειραν ὑπὸ ζυγὰ δούλια σύρων
ληίδας ἀμφιπόλους ἑκυρῷ πόρε Δηριαδῆι,
ἕδνον ἑῆς ἀλόχοιο τὸ δεύτερον, ἧς χάριν εὐνῆς
νυμφοκόμον μόθον εἶχεν ἀερσιλόφῳ παρὰ Ταύρῳ,
170 ὁππότε Δηριάδαο νέην βασιληίδα κούρην,
ἥλικα Χειροβίην, ζυγίῳ σφηκώσατο δεσμῷ:
οὐ γὰρ δῶρον ἔδεκτο γαμήλιον ὄρχαμος Ἰνδῶν
παιδὸς ἑῆς, οὐ χρυσὸν ἐπήρατον, οὐ λίθον ἅλμης
μαρμαρέην, ἀγέλας δὲ βοῶν καὶ πώεα μήλων
175 Δηριάδης ἀπέειπε, καὶ ἐγρεμόθοισι μαχηταῖς
θυγατέρων ἔζευξεν ἀδωροδόκους ὑμεναίους,
γαμβρὸν ἔχων Μορρῆα καὶ ἐννεάπηχυν Ὀρόντην:
καὶ διδύμοις προμάχοισιν ἑὴν νύμφευσε γενέθλην,
Μορρέι Χειροβίην καὶ Πρωτονόειαν Ὀρόντῃ:
180 οὐ γὰρ ἐπιχθονίοισιν ὁμοίιος ἔπλετο Μορρεύς,
ἀλλὰ Γιγαντείων μελέων ὑψαύχενι μορφῇ
Ἰνδῶν Γηγενέων μιμήσατο πάτριον ἀλκήν,
ἠλιβάτου Τυφῶνος ἔχων αὐτόχθονα φύτλην,
εὖτε πυριτρεφέων Ἀρίμων παρὰ γείτονι πέτρῃ
185 σύγγονον ἠνορέην ἐπεδείκνυε μάρτυρι Κύδνῳ,
ἕδνα φέρων θαλάμων, Κιλίκων ἱδρῶτας ἀέθλων,
νυμφίος ἀκτήμων, ἀρετῇ δ᾽ ἐκτήσατο νύμφην.
ὥς ποτε Μορρείοιο γάμου μνηστῆρι σιδήρῳ
Ἀσσυρίη γόνυ κάμψε, καὶ εἰς ζυγὰ Δηριαδῆος
190 αὐχένα πετρήεντα Κίλιξ δοχμώσατο Ταῦρος,
καὶ θρασὺς ὤκλασε Κύδνος, ὅθεν Κιλίκων ἐνὶ γαίῃ
Σάνδης Ἡρακλέης κικλήσκεται εἰσέτι Μορρεύς.
καὶ τὰ μὲ
ν ἐν προτέροισιν: ἐν ὀψιγόνῳ δὲ κυδοιμῷ
θυιάδας ἐζώγρησεν ἀφειδέι δούρατι Μορρεύς:
195 κυδιόων δ᾽ ἀχάλινον ἀπερροίβδησεν ἰωήν:
‘σοὶ μὲν ἐγώ, σκηπτοῦχε, τεῆς κειμήλια κούρης
βάκχας πρῶτον ἄγω, μετέπειτα δὲ Βάκχον ὀπάσσω.’
ὣς φαμένου Μορρῆος ἀμείβετο κοίρανος Ἰνδῶν:
‘Χειροβίην ἀνάεδνον ἔχων, κορυθαιόλε Μορρεῦ,
200 ἄξιά μοι πόρες ἕδνα φερεσσακέων ὑμεναίων,
ἄστεα δουλώσας Κιλίκων ὑψήνορι νίκῃ.
ἄρτι πάλιν νέα δῶρα χαρίζεαι: ἢν δ᾽ ἐθελήσῃς,
ἄλλας Βασσαρίδας ληίσσεο, Χειροβίης δὲ
ἀμφιπόλων ἔμπλησον ὅλον δόμον: ἀμφὶ δὲ Βάκχου
205 οὐ χατέω Μορρῆος, ἀλυκτοπέδαις δὲ πεδήσας
δούλιον εἰς ζυγόδεσμον ἐγὼ Διόνυσον ἐρύσσω.
μοῦνον ἐμοὶ πεφύλαξο δορικτήτης πόθον εὐνῆς,
μή σε γυναιμανέεσσιν ἴδω πανομοίιον Ἰνδοῖς:
ὄμματα μὴ σκοπίαζε καὶ ἄργυφον αὐχένα Βάκχης,
210 μὴ ποθέων τελέσειας ἐμὴν ζηλήμονα κούρην.
αὐτὰρ ἐπὴν Βρομίου στρατιὴν ξύμπασαν ὀλέσσω,
Μαιονίην ἐπὶ γαῖαν ἐλεύσομαι, ἔνθεν ἀφύξω
Λυδῶν ἄσπετον ὄλβον, ὅσον Πακτωλὸς ἀέξει:
ἵξομαι εἰς Φρυγίην εὐάμπελον, ὁππόθι Ῥείη
215 παιδοκόμος Βρομίοιο, καὶ ἀγχικέλευθον ὀλέσσω
ἀργυρέης Ἀλύβης πέδον ὄλβιον, ὄφρα κομίσσω
φαιδρὰ ῥυηφενέων χιονώδεα νῶτα μετάλλων:
πέρσω δ᾽, ἣν καλέουσι, καὶ ἑπταπύλου χθόνα Θήβης,
καὶ φλέξω Σεμέλης φλογερὸν δόμον, ὁππόθι παστοὶ