by Nonnus
ἀντὶ φιλοπτολέμοιο μογοστόκος. ἀλλὰ καὶ αὐτῆς
λῆγε σαοφρονέουσα σαόφρονος εἵνεκα μίτρης,
ὅττι τεῶν μελέων μεθέπων τύπον ὑψιμέδων Ζεὺς
παρθενικὰς ἀγάμους νυμφεύεται: εἰσέτι κείνην
70 εἰκόνα σὴν βοόωσι γαμοκλόπον Ἀρκάδες ὗλαι,
Καλλιστοῦς ἀγάμοιο γαμοστόλον, ὑμετέρην δὲ
ἔμφρονα μάρτυρον ἄρκτον ἔτι στενάχουσι κολῶναι
μεμφομένην νόθον εἶδος ἐρωμανὲς ἰοχεαίρης,
θηλυτέρης ὅτε λέκτρον ἐδύσατο θῆλυς ἀκοίτης.
75 ἀλλὰ τεὴν ἀνόνητον ἀπορρίψασα φαρέτρην
Ἥρης κάλλιπε δῆριν ἀρείονος: ἢν δ᾽ ἐθελήσῃς,
ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.’
ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη.
τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων
80 ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ,
καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης:
νοστήσας δ᾽ ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ.
καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη,
Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον: ἀμφὶ δὲ νευρῇ
85 θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ
ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ
ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ.
αἰχμὴ δ᾽ αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ
σύμπεσον ἀλλήλοισι: κορυσσομένοιο δὲ Φοίβου
90 Αρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ,
βρονταῖον κελάδημα: θυελλήεσσα δὲ σάλπιγξ
οὔασι Φοιβείοισιν ἐπέκτυπε ποντιὰς Ἠχώ:
τρίτων δ᾽ εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ
ἀνδροφυὴς ἀτέλεστος, ἀπ᾽ ἰξύος ἔγχλοος ἰχθύς:
95 Νηρεΐδες δ᾽ ἀλάλαζον: ὑπερκύψας δὲ θαλάσσης
σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς.
οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων
Ζεὺς χθόνιος κελάδησε, μὴ ἐννοσίγαιος ἀράσσων
γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ
100 ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ,
μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων
θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην,
μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων
Ταρταρίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ,
105 νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα.
τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων,
καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον: ἀμφοτέρους δὲ
ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς:
τρισσοῖς δ᾽ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν:
110 ‘Γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις
πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης,
μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ,
μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου
δεύτερον ἀθανάτοισιν Ἄρης ἐμφύλιος εἴη,
115 μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο,
μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου
φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς
ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου,
ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα: μηδὲ νοήσω
120 ἠερίοις πελάγεσσι διάβροχον ἄρμα Σελήνης:
μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην.
πρεσβυτέρῳ δ᾽ ὑπόεικε κυβερνητῆρι θαλάσσης,
πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει
εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων ἐνοσίχθων:
125 μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης.
τίς πάλιν, ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ,
τίς πάλιν, Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ,
ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ,
καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἤρης;
130 καὶ σύ, πάτερ μεγάλοιο, κερασφόρε, Δηριαδῆος,
Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου,
μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.’
ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον Ἐνυώ.
καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην
135 Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας:
καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου
εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας:
καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴν
βάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν:
140 ‘Σήμερον ἢ Διόνυσον ἐγῶ πλοκαμῖδος ἐρύσσω,
ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν.
ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην
στήσατε: Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ.
ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου
145 φλέξατε, καὶ κλισίας ἐμπρήσατε: Μαιναλίδας δὲ
δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι:
καὶ πυρὶ δήια θύρσα μαραίνετε: βουκεράων δὲ
Σειληνῶν Σατύρων τε πολυσπερέων κεφαλάων
λήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ
150 στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις.
μὴ Φαέθων στέψειε πυραυγέας εἰς δύσιν ἵππους,
πρὶν Σατύρους καὶ Βάκχου ἀλυκτοπέδῃσι κομίσσω
σφιγγόμεν
ον, καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇ
ῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα,
155 θύρσον ἀπορρίψαντα: τανυπλοκάμων δὲ γυναικῶν
χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ.
θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην
νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος,
ὄφρά τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν
160 Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.’
ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπ᾽ ἄλλῳ
ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων,
καί πρυλέων πομπῆας ἐπεστήριξεν ὁμίλῳ
μαρναμένους πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ
165 θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν
εἰς ἐνοπήν βάκχευεν: ὀριτρεφέες δὲ μαχηταὶ
δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ,
καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θήρ:
ὠμοβόρων δὲ δράκοντες ἀποπτύοντες ὀδόντων
170 τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ
χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος,
λοξὰ παρασκαίροντες: ἐς ἀντιβίους δὲ θορόντες
αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί:
καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν
175 εἱλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ
εἰς δρόμον ἀίσσοντας. Ἀρειμανέες δὲ γυναῖκες
δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,
ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ
δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις...
180 καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων
ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος,
καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ.
καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ,
ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ
185 εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων
πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν:
πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου,
καὶ δρόμον ᾐώρησε τανυκνήμων ἐλεφάντων.
καὶ πολύς ἑσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν
190 φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων:
καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου,
καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης
λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα: φοιταλέος δὲ
εἰς φόβον ἄλλος ὄρουσεν ὑποφρίσσων γένυν ἄρκτου:
195 θηρείαις δ᾽ ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπ᾽ ἄλλῳ
Πανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ,
καὶ μόθον ὑλακόμωρον ἐδείδισαν αἴθοπες Ἰνδοί.
ξυνὴ δ᾽ ἀμφοτέροισιν ὁμόζυγος ἦεν Ἐνυώ:
γαῖα δέ διψώουσα φόνου κυγαίνετο λύθρῳ
200 κτεινομένων ἑκάτερθε, πολυσπερέων δὲ δαμέντων
πληθύι τοσσατίῃ νεκύων ἐστείνετο Λήθη:
χειρὶ δ᾽ ἀνοχλίζων Ἀίδης ὀρφναῖον ὀχῆα
εὐρυτέρους πυλεῶνας ἑῶν ὤιξε μελάθρων
κτεινομένων ἑκάτερθε, διεσσυμένων δὲ βερέθρου
205 Ταρτάριον μύκημα Χαρωνίδες ἔκτυπον ὄχθαι.
καὶ πολὺς ἐγρεκύδοιμος ἔην κτύπος, ἀντιβίων δὲ
ὠτειλὴ κταμένων ἑτερότροπος, ὧν ὁ μὲν αὐτῶν
ἱππόθεν ὠλίσθησε τετυμμένος ἀνθερεῶνα,
ὃς δὲ κατὰ στέρνοιο περίτροχον ἄντυγα μαζοῦ,
210 ὃς δὲ μέσον κενεῶνα πεπαρμένος ἔκπεσε δίφρου:
ἄλλος ἐυγλώχινι παρ᾽ ὀμφαλὸν ἄκρον ὀιστῷ
βλήμενος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ,
ὃς δὲ τυπείς μεσάτης ὑπὲρ ἄντυγος, ὃς δὲ δι᾽ ὤμου
καὶ φυγὰς ἄλλος ἔπιπτε ῥάχιν τετορημένος αἰχμῇ,
215 πεζὸς ἀελλήεντα τετυμμένον ἵππον ἐάσας:
ὃς δὲ πεσὼν ἀνίουλος ὀδύρετο σύντροφον ἥβην
καί τις ἀναλθήτῳ κεχαραγμένος ἧπαρ ὀιστῷ
κύμβαχος ἐξ ἐλέφαντος ἐπεγδούπησε κονίη,
κρᾶτα παρακλίνας δαπέδῳ, καὶ χεῖρας ἑλίξας
220 αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ.
καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη,
καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης,
καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν:
χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων
225 ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν:
βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ
ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων,
καμπύλα δ᾽ εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ:
τρίβων δ᾽ ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ
230 ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων
οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ
ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ
εἰς πέδου ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα.
αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ,
235 γυμνὸν ἔχων θοὸν ἆορ: ὑπὲρ δαπέδον δὲ ταθέντος
κυανέου προμάχοιο διέθρισεν ἀνθερεῶνα.
ἄλλος ἐριπτοίητος ἐχάζετο πῶλος ἀλήτης,
γείτονος ἡνιόχοιο δεδεγμένος ἦχον ἱμάσθλης,
οἰκτρὸν ἑὸν θνήσκοντα διαστείβων ἐλατῆρα,
240 κείμενον ἀρτιδάικτ
ον, ἐπισπαίροντα κονίῃ.
Κολλήτης δ᾽ ἀπέλεθρος ἔχων περιμήκεα μορφήν,
δύσμαχος , ἐννεάπηχυς, ὁμοίιος Ἀλκυονῆι,
Βακχείης κατά μέσσον ἐμαίνετο δηιοτῆτος:
Βασσαρίδων δὲ φάλαγγα μετὰ κλόνον ἤθελεν ἕλκειν
245 εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
καὶ κενεῇ πολέμιζεν ἐπ᾽ ἐλπίδι, τηλίκος ἀνήρ,
οἷος ἔην θρασὺς Ὦτος ἀνέμβατον αἰθέρα βαίνων,
ἁγνὸν ἀνυμφεύτου ποθέων λέχος ἰοχεαίρης,
οἷος ἔην φιλέων καθαρῆς ὑμέναιον Ἀθήνης
250 ὑψινεφὴς ἐς Ὄλυμπον ἀκοντίζων Ἐφιάλτης:
Κολλήτης πέλε τοῖος ὑπέρτερος, αἰθέρι γείτων,
γηγενέος προγόνοιο θεημάχον αἷμα κομίζων,
Ἰνδοῦ πρωτογόνοιο: καὶ ἄρκιος ἔπλετο μορφῇ
δῆσαι θοῦρον Ἄρηα μεθ᾽ υἱέας Ἰφιμεδείης:
255 ἀλλὰ τόσον περ ἐόντα γυνὴ κτάνεν ὀξέι πέτρῳ,
Βακχιάδος Χαρόπεια κυβερνήτειρα χορείης.
καί τις ἀριστεύουσαν ἰδὼν ὑψαύχενα κούρην
θαῦμα χόλῳ κεράσας τρομερὴν ἐφθέγξατο φωνήν:
‘Ἆρες, Ἄρες, λίπε τόξα καὶ ἀσπίδα καὶ σέο λόγχην,
260 Ἆρες, ἐσυλήθης, λίπε Καύκασον: ἀνδροφόνους γὰρ
ἀλλοίας Διόνυσος Ἀμαζόνας εἰς μόθον ἕλκει:
ὁπλοφόρους δονέουσιν ἀνάσπιδες: ὑμετέρου γὰρ
οὐκ ἀπὸ Θερμώδοντος ἑὰς ἐκόμισσε γυναῖκας.
ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ τύπον: οὐ σάκος ὤμοις,
265 οὐ δόρυ θοῦρον ἔχουσιν Ἀμαζονίδες Διονύσου:
οὐ τόσον εὐθώρηκες ἀριστεύουσι γυναῖκες