by Nonnus
θηγαλέοις ὀνύχεσσι καὶ οὐ τμητῆρι σιδήρῳ
πετραίην ἐλάχειαν ἐκοιλαίνοντο χαμεύνην,
εἰσόκεν ὄρθρος ἔλαμψε σελασφόρος, ἀρτιφανὲς δὲ
ἀμφοτέροις ἀνέτελλε γαληναίης φάος Ἠοῦς,
10 Ἰνδοῖς καὶ Σατύροισιν: ἐπεὶ τότε κυκλάδι νύσσῃ
Μυγδονίου πολέμοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
ἀμβολίην ἐτάνυσσεν ἕλιξ χρόνος: οὐδέ τις αὐτοῖς
οὐ φόνος, οὐ τότε δῆρις: ἔκειτο δὲ τηλόθι χάρμης
Βακχιὰς ἑξαέτηρος ἀραχνιόωσα βοείη.
15 ἀλλ᾽ ὅτε δὴ πολέμων ἔτος ἕβδομον ἤγαγον Ὧραι,
οὐράνιον τότε σῆμα προάγγελον οἴνοπι Βάκχῳ
φαίνετο, θάμβος ἄπιστον: ἐπεὶ ζόφος ἤματι μέσσῳ
ἀπροϊδὴς τετάνυστο, κελαινιόωντι δὲ πέπλῳ
κρυπτόμενον Φαέθοντα μεσημβριὰς εἶχεν ὀμίχλη,
20 κλεπτομένης δ᾽ ἀκτῖνος ἐπεσκιόωντο κολῶναι:
καὶ πολύς ἔνθα καὶ ἔνθα κατήριπε πυρσὸς ἀλήτης,
ἅρματος οὐρανίοιο κατάρρυτος: ἄκρα δὲ γαίης
μυρίος ἔκλυσεν ὄμβρος, ἐκυμαίνοντο δὲ πέτραι
ἠερίαις λιβάδεσσιν, ἕως μόγις ὑψόθι δίφρου
25 ὑψιφανὴς ἀνέτελλε πάλιν πυρόεις Ὑπερίων.
Βάκχῳ δ᾽ ἀσχαλόωντι δι᾽ ἠέρος αἴσιος ἔπτη
αἰετὸς ὑψικέλευθος, ὄφιν κερόεντα κομίζων
θηγαλέοις ὀνύχεσσιν: ὁ δὲ θρασὺν αὐχένα κάμπτων
κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησεν Ὑδάσπῃ.
30 καὶ τρομερὴ νήριθμον ὅλον στρατὸν εἶχε σιωπή:
Ἴδμων δ᾽ αἰολόμητις, ἐπεὶ μάθεν ὄργια Μούσης
οὐρανίης εὔκυκλον ἐπισταμένης ἴτυν ἄστρων,
ἄτρομος ἵστατο μοῦνος, ἐπεὶ μάθεν ἴδμονι τέχνῃ
συμπλεκέος Φαέθοντι κατάσκια κύκλα Σελήνης,
35 καὶ φλόγα πορφύρουσαν ὑπὸ ζοφοειδέι κώνῳ
κλεπτομένου Φαέθοντος ἀθηήτοιο πορείης,
καὶ πάταγον βρονταῖον ἀρασσομένων νεφελάων,
αἰθέριον μύκημα, καὶ ἀστράπτοντα κομήτην,
καὶ δοκίδων ἀκτῖνα, καὶ ἔμπυρον ἅλμα κεραυνοῦ
40 τοῖα παρ᾽ Οὐρανίης δεδαημένος ἔργα θεαίνης
ἵστατο θαρσήεσσαν ἔχων φρένα: γυῖα δ᾽ ἑκάστου
λύετο: μαντιπόλος δὲ γέρων γελόωντι προσώπῳ
Ἴδμων ἐμπεδόμυθον ἔχων ἐπὶ χείλεσι πειθὼ
λαὸν ὅλον θάρσυνεν, ὅτι χρονίοιο κυδοιμοῦ
45 ἐσσομένην μετὰ βαιὸν ἐπίστατο γείτονα νίκην.
καὶ Φρύγιον πολύιδριν ἀνείρετο μάντιν Ἐρεχθεύς,
σύμβολα παπταίνων ὑπάτου Διός, εἰ πέλε χάρμης
αἴσια δυσμενέεσσιν ἢ Ἰνδοφόνῳ Διονύσῳ,
οὐ τόσον ὑσμίνης ποθέων τέλος, ὅσσον ἀκοῦσαι
50 μυστιπόλοις ὀάροισι μεμηλότα μῦθον Ὀλύμπου,
καὶ στίχας ἀστραίων ἑλίκων καὶ κυκλάδα μήνην,
καὶ δύσιν ἠματίην Φαεθοντίδος ἄμμορον αἴγλης
κλεπτομένης. αἰεὶ δὲ θεορρήτων περὶ μύθων
Ἀτθίδος ἀρχαίης φιλοπευθέες εἰσὶ πολῖται.
55 οὐδὲ γέρων ἀμέλησε θεοπρόπος, ἀλλὰ Λυαίου
σείων Εὔια θύρσα καὶ οὐ Πανοπηίδα δάφνην
τοῖον ἔπος μαντῷον ἀνήρυγεν ἀνθερεῶνος:
‘Εἰσαΐειν ἐθέλεις φρενοθελγέα μῦθον, Ἐρεχθεῦ,
ὃν μοῦνοι δεδάασι θεοὶ ναετῆρες Ὀλύμπου;
60 λέξω δ᾽, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων.
μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην,
μὴ δρόμον Ἠελίου ζοφοειδέα, μηδὲ Λυαίου
νίκης ἐσσομένης πρωτάγγελον ὄρνιν Ὀλύμπου:
ὡς ὅ γε θηγαλέων ὀνύχων κεχαραγμένος αἰχμαῖς,
65 ἅρπαγος οἰωνοῖο πεπαρμένος ὀξέι ταρσῷ,
εἰς προχοὰς ποταμοῖο δράκων ὤλισθε κεράστης,
καὶ νέκυν ἑρπηστῆρα γέρων ἔκρυψεν Ὑδάσπης,
οὕτω Δηριάδην πατρώιον οἶδμα καλύψει
εἴκελον εἶδος ἔχοντα βοοκραίρῳ γενετῆρι.’
70 τοῖα γέρων ἀγόρευε θεηγόρος: ἀμφὶ δὲ μύθῳ
μαντιπόλῳ γήθησεν ὅλος στρατός: ἔξοχα δ᾽ ἄλλων
θαύματι χάρμα κέρασσεν ἀμήτορος ἀστὸς Ἀθήνης,
τοῖος ἐὼν γλυκερῇσιν ἐπ᾽ ἐλπίσιν, ὡς ἐνὶ μέσσῳ
κωμάζων Μαραθῶνι μετ᾽ Ἄρεα Δηριαδῆος.
75 καὶ τότε μουνωθέντι φιλοσκοπέλῳ Διονύσῳ
σύγγονος οὐρανόθεν Διὸς ἄγγελος ἤλυθεν Ἑρμῆς,
καί τινα μῦθον ἔειπε παρηγορέων ἐπὶ νίκῃ:
‘Μὴ τρομέοις τόδε σῆμα, καὶ εἰ πέλεν ἠματίη νύξ:
τοῦτό σοι, ἄτρομε Βάκχε, πατὴρ ἀνέφηνε Κρονίων
80 νίκης Ἰνδοφόνοιο προάγγελον: ἠελίῳ γὰρ
δεύτερον ἀστράπτοντι φεραυγέα Βάκχον ἐίσκω,
καὶ θρασὺν ὀρφναίῃ μελανόχροον Ἰνδὸν ὀμίχλῃ:
αἰθέρι γὰρ τύπος οὗτος ὁμοίιος: εὐφαέος δὲ
ὡς ζόφος ἠμάλδυνε καλυπτομένης φάος ἠοῦς,
85 καὶ πάλιν ἀντέλλων πυριφεγγέος ὑψόθι δίφρου
ἠέλιος ζοφόεσσαν ἀπηκόντιζεν ὀμίχλην,
οὕτω σῶν βλεφάρων μάλα τηλόθι καὶ σὺ τινάξας
Ταρταρίης ζοφόεσσαν Ἐρινύος ἄσκοπον ἀχλὺν
ἀστράψεις κατ᾽ Ἄρηα τὸ δεύτερον ὡς Ὑπερίων.
90 τηλίκον οὔ ποτε θαῦμα γέρων τροφὸς ἤγαγεν Αἰών,
ἐξ ὅτε δαιμονίοιο πυρὸς βεβολημένος ἀτμῷ
κύμβα
χος Ἠελίοιο φεραυγέος ἔκπεσε δίφρου
ἡμιδαὴς Φαέθων, ποταμῷ δ᾽ ἐκρύπτετο Κελτῷ:
καὶ θρασὺν ἡβητῆρα παρ᾽ ὀφρύσιν Ἠριδανοῖο
95 Ἡλιάδες κινυροῖσιν ἔτι στενάχουσι πετήλοις.’
ὣς φαμένου Διόνυσος ἐγήθεεν ἐλπίδι νίκης:
Ἑρμείαν δ᾽ ἐρέεινε, καὶ ἤθελε μᾶλλον ἀκοῦσαι
Κελτοῖς Ἑσπερίοισι μεμηλότα μῦθον Ὀλύμπου,
πῶς Φαέθων κεκύλιστο δι᾽ αἰθέρος, ἢ πόθεν αὐταὶ
100 Ἡλιάδες παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
εἰς φυτὸν ἠμείβοντο, καὶ εὐπετάλων ἀπὸ δένδρων
δάκρυα μαρμαίροντα κατασταλάουσι ῥεέθροις.
καί οἱ ἀνειρομένῳ πετάσας στόμα μείλιχος Ἑρμῆς
θέσκελον ἐρροίβδησεν ἔπος φιλοπευθέι Βάκχῳ:
‘
105 Ἀνδρομέου, Διόνυσε, βίου τερψίμβροτε ποιμήν,
εἴ σε παλαιγενέων ἐπέων γλυκὺς οἶστρος ἐπείγει,
μῦθον ὅλον Φαέθοντος ἐγὼ στοιχηδὸν ἐνίψω.
Ὠκεανὸς κελάδων, μιτρούμενος ἄντυγι κόσμου,
ἰκμαλέην περὶ νύσσαν ἄγων γαιήοχον ὕδωρ,
110 Τηθύος ἀρχεγόνοισιν ὁμιλήσας ὑμεναίοις
νυμφίος ὑδατόεις Κλυμένην τέκεν, ἥν ποτε Τηθὺς
κρείσσονα Νηιάδων διερῷ μαιώσατο μαζῷ
παρθένον ὁπλοτέρην εὐώλενον, ἧς ἐπὶ μορφῇ
ἠέλιος λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
115 αἰθέρος ἑπτάζωνον ἴτυν στεφανηδὸν ὁδεύων,
κάμνε πυρὸς ταμίης ἑτέρῳ πυρί: καὶ φλόγα δίφρων
καὶ σέλας ἀκτίνων ἐβιήσατο πυρσὸς Ἐρώτων,
ὁππότε φοινίσσοντος ὑπὲρ κέρας Ὠκεανοῖο,
ἔμπυρον Ἠῴοισιν ἑὸν δέμας ὕδασι λούων,
120 παρθένον ἀγχικέλευθον ἐσέδρακεν, ὁππότε γυμνὴ
νήχετο πατρῴοισιν ἐπισκαίρουσα ῥεέθροις,
λουομένη δ᾽ ἤστραπτεν: ἔην δέ τις, ὡς ὅτε δισσῆς
μαρμαρυγὴν τροχόεσσαν ἀναπλήσασα κεραίης
ἑσπερίη σελάγιζε δι᾽ ὕδατος ὄμπνια Μήνη.
125 ἡμιφανὴς δ᾽ ἀπέδιλος ἐν ὕδασιν ἵστατο κούρη,
ἠέλιον ῥοδέῃσιν ὀιστεύουσα παρειαῖς:
καὶ προχοαῖς κεχάρακτο τύπος χροός: οὐ τότε μίτρη
κούρης στέρνα κάλυπτε, καταυγάζουσα δὲ λίμνην
ἀργυφέων εὔκυκλος ἴτυς φοινίσσετο μαζῶν.
130 αἰθερίῳ δ᾽ ἐλατῆρι πατὴρ ἐζεύξατο κούρην:
καὶ Κλυμένης ὑμέναιον ἀνέκλαγον εὔποδες Ὧραι
καὶ γάμον Ἠελίοιο φαεσφόρον: ἀμφὶ δὲ Νύμφαι
Νηίδες ὠρχήσαντο: παρ᾽ ὑδατόεντι δὲ παστῷ
εὔλοχος ἀστράπτοντι γάμῳ νυμφεύετο κούρη,
135 καὶ ψυχροῖς μελέεσσιν ἐδέξατο θερμὸν ἀκοίτην.
ἀστραίης δὲ φάλαγγος ἔην θαλαμηπόλος αἴγλη,
καὶ μέλος εἰς Ὑμέναιον ἀνέπλεκε Κύπριδος ἀστήρ,
συζυγίης προκέλευθος Ἑωσφόρος: ἀντὶ δὲ πεύκης
νυμφιδίην ἀκτῖνα γαμοστόλον εἶχε Σελήνη:
140 Ἑσπερίδες δ᾽ ἀλάλαζον: ἑῇ δ᾽ ἅμα Τηθύι νύμφῃ
Ὠκεανὸς κελάδησε μέλος πολυπίδακι λαιμῷ.
καὶ Κλυμένης γονόεντι γάμῳ κυμαίνετο γαστήρ:
καὶ βρέφος ὠδίνουσα πεπαινομένου τοκετοῖο
γείνατο θέσκελον υἷα φαεσφόρον. ἀμφὶ δὲ κούρῳ
145 τικτομένῳ κελάδησε μέλος πατρώιος αἰθήρ:
Ὠκεανοῦ δὲ θύγατρες ἀποθρῴσκοντα λοχείης
υἱέα παππῴοισιν ἐφαιδρύναντο λοετροῖς:
σπάργανα δ᾽ ἀμφεβάλοντο: καὶ ἀστέρες αἴθοπι παλμῷ
εἰς ῥόον ἀίσσοντες ἐθήμονος Ὠκεανοῖο
150 κοῦρον ἐκυκλώσαντο, καὶ Εἰλείθυια Σελήνη
μαρμαρυγὴν πέμπουσα σελασφόρον: ἠέλιος δὲ
υἱέι δῶκεν ἔχειν ἑὸν οὔνομα μάρτυρι μορφῇ
ἅρμενον: ἠιθέου γὰρ ἐπ᾽ ἀστράπτοντι προσώπῳ
ἠελίου γενετῆρος ἐπέπρεπε σύγγονος αἴγλη.
155 πολλάκι παιδοκόμοισιν ἐν ἤθεσιν ἁβρὸν ἀθύρων
Ὠκεανὸς Φαέθοντα παλινδίνητον ἀείρων
γαστρὶ μέσῃ κούφιζε, δι᾽ ὑψιπόρου δὲ κελεύθου
ἄστατον αὐτοέλικτον ἀλήμονι σύνδρομον αὔρῃ
ἠερόθεν παλίνορσον ἐδέξατο κοῦρον ἀγοστῷ,
160 καὶ πάλιν ἠκόντιζεν: ὁ δὲ τροχοειδέι παλμῷ
χειρὸς ἐυστρέπτοιο παράτροπος Ὠκεανοῖο
δινωτῇ στροφάλιγγι κατήριπεν εἰς μέλαν ὕδωρ,
μάντις ἑοῦ θανάτοιο: γέρων δ᾽ ᾤμωξε νοήσας,
θέσφατα γινώσκων, πινυτῇ δ᾽ ἔκρυψε σιωπῇ,
165 μὴ Κλυμένης φιλόπαιδος ἀπενθέα θυμὸν ἀμύξῃ
πικρὰ προθεσπίζων Φαεθοντιάδος λίνα Μοίρης.
καὶ πάις ἀρτικόμιστος ἔχων ἀνίουλον ὑπήνην
πῇ μὲν ἑῆς Κλυμένης δόμον ἄμφεπε, πῇ δὲ καὶ αὐτῆς
Θρινακίης λειμῶνα μετήιεν, ἧχι θαμίζων
170 Λαμπετίῃ παρέμιμνε, βόας καὶ μῆλα νομεύων ...
πατρὸς ἑοῦ ζαθέοιο φέρων πόθον ἡνιοχῆος,
ἄξονα τεχνήεντι συνήρμοσε δούρασι δεσμῷ,
κυκλώσας τροχόεντα τύπον ψευδήμονι δίφρῳ:
ἀσκήσας δὲ λέπαδνα καὶ ἀνθοκόμων ἀπὸ κήπων
175 πλέξας λεπταλέοισι λύγοις τριέλικτον ἱμάσθλην
ἀρνειοῖς πισύροισι νέους ἐπέθηκε χαλινούς:
καὶ νόθον εὐποίητον Ἑωσφόρον ἀστέρα τεύχων
ἄνθεσιν ἀργεννοῖσιν, ἴσον τροχοειδέι
κύκλῳ,
θῆκεν ἑῆς προκέλευθον ἐυκνήμιδος ἀπήνης,
180 ἀστέρος Ἠῴοιο φέρων τύπον: ἀμφὶ δὲ χαίταις
ὄρθιον ἔνθα καὶ ἔνθα φερυγέα δαλὸν ἐρείσας
ψευδομέναις ἀκτῖσιν ἑὸν μιμεῖτο τοκῆα,
ἱππεύων στεφανηδὸν ἁλίκτυπον ἄντυγα νήσου.
ἀλλ᾽ ὅτ᾽ ἀνηέξητο φέρων εὐάνθεμον ἥβην,
185 πολλάκι πατρῴης φλογὸς ἥψατο, χειρὶ δὲ βαιῇ
κούφισε θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,
καὶ τροχὸν ἀμφιπόλευε, καὶ ἀμφαφόων δέμας ἵππων
χιονέαις παλάμῃσιν ἐτέρπετο κοῦρος ἀθύρων:
δεξιτερῇ δ᾽ ἔψαυε πυριβλήτοιο χαλινοῦ.
190 μαίνετο δ᾽ ἱπποσύνης μεθέπων πόθον: ἑζόμενος δὲ
γούνασι πατρῴοις ἱκετήσια δάκρυα λείβων
ᾔτεεν ἔμπυρον ἅρμα καὶ αἰθερίων δρόμον ἵππων.
καὶ γενέτης ἀνένευεν: ὁ δὲ πλέον ἡδέι μύθῳ
αἰτίζων λιτάνευε: παρηγορέων δ᾽ ἐπὶ δίφρῳ
195 ὑψιπόρῳ νέον υἷα φιλοστόργῳ φάτο φωνῇ:
‘ὦ τέκος Ἠελίοιο, φίλον γένος Ὠκεανοῖο,
ἄλλο γέρας μάστευε: τί σοί ποτε δίφρος Ὀλύμπου;
ἱπποσύνης ἀκίχητον ἔα δρόμον: οὐ δύνασαι γὰρ
ἰθύνειν ἐμὸν ἅρμα, τό περ μόγις ἡνιοχεύω.
200 οὔ ποτε θοῦρος Ἄρης φλογερῷ κεκόρυστο κεραυνῷ,
ἀλλὰ μέλος σάλπιγγι καὶ οὐ βρονταῖον ἀράσσει:
οὐ νεφέλας Ἥφαιστος ἑοῦ γενετῆρος ἀγείρει,
οὐ νεφεληγερέτης κικλήσκεται οἷα Κρονίων,
ἀλλὰ παρ᾽ ἐσχαρεῶνι σιδήρεον ἄκμονα τύπτει,