by Nonnus
ἄλλον ἀκοντίσσειεν ἀπ᾽ αἰθέρος, οἶα καἰ αὐτὸν
405 ἄντυγος οὐρανίης ἀπεσείσατο Βελλεροφόντην,
οὐκέτι δ᾽ ὑψιπόροιο Βορειάδος ἐγγύθι νύσσης
ἀλλήλων ἐχόρευον ἐπ᾽ ἰξύι κυκλάδες Ἄρκτοι,
ἀλλὰ Νότῳ μίσγοντο, καὶ Ἑσπερίῃ παρὰ λίμνῃ
ἄβροχον ἴχνος ἔλουσαν ἀήθεος Ὠκεανοῖο.
410 Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεπρήνιξε κεραυνῷ
ὑψόθεν αὐτοκύλιστον ὑπὲρ ῥόον Ἠριδανοῖο:
δήσας δ᾽ ἁρμονίην παλινάγρετον ἥλικι δεσμῷ
ἵππους Ἠελίῳ πάλιν ὤπασεν, αἰθέριον δὲ
ἀντολίῃ πόρεν ἅρμα, καὶ ἀρχαίῃ παρὰ νύσσῃ
415 ἀμφίπολοι Φαέθοντος ἐπέτρεχον εὔποδες Ὧραι.
γαῖα δὲ πᾶσα γέλασσε τὸ δεύτερον: ἠερόθεν δὲ
ζωοτόκου Διὸς ὄμβρος ὅλας ἐκάθηρεν ἀρούρας,
καὶ διερῇ ῥαθάμιγγι κατέσβεσε πυρσόν ἀλήτην,
ὅσσον ἐπὶ χθόνα πᾶσαν ἐριφλεγέων ἀπὸ λαιμῶν
420 οὐρανόθεν χρεμέθοντες ἀπέπτυον αἴθοπες ἵπποι.
Ἠέλιος δ᾽ ἀνέτελλε παλίνδρομον ἅρμα νομεύων:
καὶ σπόρος ἠέξητο, πάλιν δ᾽ ἐγέλασσαν ἀλωαί.
δεχνύμεναι προτέρην βιοτήσιον αἰθέρος αἴγλην.
Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεστήριξεν Ὀλύμπῳ
425 εἴκελον Ἡνιόχῳ καὶ ἐπώνυμον: οὐράνιον δὲ
πήχεϊ μαρμαίροντι σελασφόρον Ἅρμα τιταίνων
εἰς δρόμον ἀίσσοντος ἔχει τύπον Ἡνιοχῆος,
οἷα πάλιν ποθέων καὶ ἐν ἄστρασιν ἅρμα τοκῆος.
καὶ ποταμὸς πυρίκαυτος ἀνήλυθεν εἰς πόλον ἄστρων
430 Ζηνὸς ἐπαινήσαντος, ἐν ἀστερόεντι δὲ κύκλῳ
Ἠριδανοῦ πυρόεντος ἑλίσσεται ἀγκύλον ὕδωρ.
γνωταὶ δ᾽ ὠκυμόροιο δεδουπότος ἡνιοχῆος
εἰς φυτὸν εἶδος ἄμειψαν, ὀδυρομένων δ᾽ ἀπὀ δένδρων
ἀφνειὴν πετάλοισι κατασταλάουσιν ἐέρσην.
BOOK 39
Ἐν δὲ τριηκοστῷ ἐνάτῳ μετὰ κύματα λεύσσεις
Δηριάδην φεύγοντα πυριφλεγέων στόλον Ἰνδῶν.
ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς,
χάρμα λιπὼν καὶ θαῦμα κασιγνήτῳ Διονύσῳ.
ὄφρα μὲν εὶσέτι Βάκχος ἀκοσμήτων χύσιν ἄστρων
θάμβεε καὶ Φαέθοντα δεδουπότα, πῶς παρὰ Κελτοὺς
5 Ἑσπερίῳ πυρίκαυτος ἐπωλίσθησε ῥεέθρῳ,
τόφρα δὲ νῆες ἵκανον ἐπήλυδες, ἃς ἐνὶ πόντῳ
στοιχάδας ἰθύνοντες ἐς Ἄρεα ναύμαχον Ἰνδῶν
ἀκλύστῳ Ῥαδαμᾶνες ἐναυτίλλοντο θαλάσσῃ,
πόντον ἀμοιβαίῃσιν ἐπιρρήσσοντες ἐρωαῖς
10 ὑαμίνης ἐλατῆρες: ἐπειγομένῳ δέ Λυαίῳ
ὁλκάσιν ἀντιτύποις ἐπεσύρισε πομπὸς ἀήτης.
καὶ Λύκος ἡγεμόνευεν ἐν ὕδασι δίφρον ἐλαύνων,
ἱππείαις ἀχάρακτον ἐπιξύων ῥόον ὁρλαῖς.
Δηριάδης δ᾽ ἀπέλεθρος ὑπέρτερος ὑψόθι πύργων
15 ἐσσυμένων νεφεληδὸν ἐδέρκετο λαίφεα νηῶν
ὀφθαλμῷ κοτέοντι, καὶ ὡς ὑπέροπλος ἀκούων,
ἐγρεμόθους ὅτι νῆας Ἄραψ τορνώσατο τέκτων,
ὤμοσεν ὑλοτόμοισιν ἄγειν Ἀράβεσσιν Ἐνυώ,
καὶ πόλιν ἠπείλησεν ἀιστῶσαι Λυκοόργου,
20 ἀμήσας Ῥαδαμᾶνας ἀλοιντῆρι σιδήρῳ.
καὶ στόλον ἀθπήσαντες ἀταρβέες ἔτρεμον Ἰνδοί,
Ἄρεα παπταίνοντες ἁλίκτυπον, ἄχρι καὶ αὐτοῦ
γούνατα τολμήεντος ἐλύετο Δηριαδῆος:
ποιητῷ δὲ γέλωτι γαληναίοιο προσώπου
25 Ἰνδὸς ἄναξ ἐκέλευσε τριηκοσίων ἀπὸ νήσων
ἦς ἐλεφαντοβότοιο παρά σφυρὰ δύσβατα γαίης
λαὸν ἄγειν: καὶ κραιπνὸς ἐς ἀτραπὸν ἤιε κῆρυξ,
ποσσὶ πολυγνάμπτοισιν ἀπὀ χθονὸς εἰς χθόνα βαίνων
καὶ στόλος ὀξὺς ἵκανε πολυσπερέων ἀπὀ νήσων
30 κεκλομένου βασιλῆος: ὁ δέ θρασὺς αὐχένα τείνων,
ὁλκάδας εὐπήληκας ἐς Ἄρεα πόντιον ἕλκων,
λαὸν ὅλον θάρσυνε, καὶ ὑψινόῳ φάτο φωνῇ:
‘ Ἀνέρες, οὓς ἀτίταλλεν ἐμὸς μενέχαρμος Ὑδάσπης,
ἄρτι πάλιν μάρνασθε πεποιθότες: αἰθόμενον δὲ
35 ἄξατε πῦρ ἐς Ἄρηα, καἰ ἄσπετον ἅψατε πεύκην,
νῆας ἵνα φλέξοιμι νεήλυδας αἴθοπι δαλῷ,
καὶ στρατὸν ὑγροκέλευθον ἐνικρύψοιμι θαλάσσῃ
σὺν δορί, σὺν θώρηκι, σὺν ὁλκάσι, σὺν Διονύσῳ.
εἰ θεὸς ἔπλετο Βάκχος, ἐμῷ πυρὶ Βάκχον ὀλέσσω:
40 οὐχ ἅλις, ὡς προχοῇσι πολύτροπα φάρμακα πάσσων
ἄνθεσι Θεσσαλικοῖσιν ἐμὀν φοίνιξεν Ὑδάσπην,
καί μιν ἰδὼν σίγησα, καὶ ἥσυχος εἰσέτι λεύσσειν
ἔτλην ξανθά ῥέεθρα μιαινομένου ποταμοῖο;
εἰ γὰρ ἔην ῥόος οὗτος ἀπ᾽ ἀλλοτρίου ποταμοῖο,
45 μηδὲ πατὴρ ἐμὸς ἦεν Ἀρήιος Ἰνδὸς Ὑδάσπης,
καί κεν ἐγὼ τόδε χεῦμα χυτῆς ἔπλησα κονίης
ὀδμὴν βοτρυόεσσαν ἀμαλδύνων Διονύσου,
καὶ προχοὴν μεθύουσαν ἐμοῦ γενετῆρος ὁδεύων
ποσσὶ κονιομένοισι διέτρεχου ἄβροχον ὕδωρ,
50 οἷα παρ᾽ Ἀργείοισι φατίζεται, ὡς ἐνοσίχθων
ξηρὸν ὕδωρ ποίησε, καὶ αὐσταλέου ποταμοῖο
Ἰναχίην ἵππειος ὄνυξ ἐχάραξε κονίην.
οὐ θεός, οὐ θεὸς οὖτος: ἑὴν δ᾽ ἐψεύσατο φύτ�
�ην:
ποίην γὰρ Κρονίωνος Ὀλύμπιον αἰγίδα πάλλει;
55 ποῖον ἔχει σπινθῆρα Διοβλήτοιο κεραυνοῦ;
ποίην δ᾽ οὐρανίην στεροπὴν γενετῆρος ἀείρει;
οὐ Κρονίδης κατ᾽ Ἄρηα κορύσσεται οἴνοπι κισσῷ:
οὐ τυπάνων πατάγοισι μέλος βρονταῖον ἐίσκω,
οὐδὲ Διὸς σκηπτοῖσιν ὁμοίια θύρσα καλέσσω,
60 οὐ χθονίῳ θώρηκι Διὸς νέφος ἶσον ἐνίψω:
νεβρίδι δαιδαλέῃ πότε ποικίλον ἄστρον ἐίσκω;
ἀλλ᾽ ἐρέεις, ὅτι βότρυν ἐδέξατο καἰ χύσιν οἴνου
δῶρα παρὰ Κρονίωνος ἀεξιφύτοιο τοκῆος:
Τρώιον αἷμα φέροντι καὶ ἀγρονόμῳ τινὶ βούτῃ
65 Ζεὺς πόρεν οὶνοχόῳ Γανυμήδεϊ νέκταρ Ὀλύμπου,
νέκταρι δ᾽ οὐ πέλεν οἶνος ὁμοίιος: εἴξατε, θύρσοι.
Βάκχος ὁμοῦ Σατύροισιν ἐπὶ χθονὸς εἰλαπινάξει:
δαίνυται οὐρανίοισι σὺν ἀθανάτοις Γανυμήδης.
εἰ δὲ πέλε βροτὸς οὗτος ἐπουρανίοιο τοκῆος,
70 σὺν Διὶ καὶ μακάρεσσι μιῆς ἔψαυσε τραπέζης.
ἔκλυον, ὥς ποτε θῶκον ἑὸν καὶ σκῆπτρον Ὀλύμπου
δῶκε γέρας Ζαγρῆι παλαιοτέρῳ Διονύσῳ,
ἀστεροπὴν Ζαγρῆι καὶ ἄμπελον οἴνοπι Βάκχῳ.’
εἶπε καὶ εἰς μόθον ὦρτο: συνερρώοντο δὲ λαοὶ
75 σὺν δορί, σὺν σακέεσσι, καὶ ὄψιμον ἐλπίδα νίκης
χερσαίου πολέμοιο μετεστήσαντο θαλάσσῃ.
καὶ προμάχοις Διόνυσος ἐκέκλετο θυιάδι φωνῇ:
‘ Ἄρεος ἄλκιμα τέκνα καὶ εὐθώρηκος Ἀθήνης,
οἷς βίος ἔργα μόθοιο καὶ ἐλπίδες εἰσὶν ἀγῶνες,
80 σπεύσατε καὶ κατὰ πόντον ἀιστῶσαι γένος Ἰνδῶν,
εἰναλίην τελέσαντες ἐπιχθονίην μετὰ νίκην.
ἀλλὰ θαλασσαίοιο διάκτορα δηιοτῆτος,
ἔγχεα διπλώσαντες ὁμόπλοκα δίζυγ, δεσμῷ
ναύμαχα κολλήεντα, περὶ στόμα εἱμένα χαλκῷ,
85 μίξατε δυσμενέεσσιν ἁλιπτοίητον Ἐνυώ,
προφθάμενοι, μὴ χειρὶ πυραυγέα δαλὀν ἀείρων
Δηριάδης φλέξειεν Ἀρήια δούρατα νηῶν.
νόσφι φόβου μάρνασθε, Μιμαλλόνες: ὑγρομόθων γὰρ
ἐλπίδες ἀντιβίων κενεαυχέες: εἰ δἐ μογήσας
90 φύλοπιν οὐκ ἐτέλεσσεν ἐπὶ χθονὸς ὄρχαμος Ἰνδῶν,
ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων,
ἀγχινεφής, ἀκίχητος, ἀωούτατος, ἠέρι γείτων,
οὐ μὲν ἐγὼ προμάχων ποτὲ δεύομαι, οὐδὲ καλέσσω
ἄλλον ἀοσσητῆρα μετὰ Κρονίωνα τοκῆα,
95 ἡνίοχον πόντοιο καὶ αἰθέρος: ἢν δ᾽ ἐθελήσω,
γνωτὸν ἐμοῦ Κρονίδαο Ποσειδάωνα κορύσσω
Ἰνδῴην στίχα πᾶσαν ἀμαλδύνοντα τριαίνῃ:
καὶ πρόμον εὐρυγένειον, ἀπόσπορον ἐννοσιγαίου,
Γλαῦκον ἔχω συνάεθλον, ἐμῆς ἅτε γείτονα Θήβης,
100 πόντιον Ἀονίης Ἀνθηδόνος ἀστὸν ἀρούρης:
Γλαῦκον ἔχω καὶ Φόρκυν: ἱμασσομένην δὲ θαλάσσῃ
ὁλκάδα Δηριάδαο κατακρύψει Μελικίρτης,
κυδαίνων Διόνυσον ὁμόγνιον, οὗ ποτε μήτηρ
νήπιον ἔτρεφε Βάκχον, ἐπεὶ πόρε ποντιὰς Ἰνὼ
105 ἓν γλάγος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ:
μαντιπόλου δὲ γέροντος, ὃς ἡμετέρην ποτὲ νίκην
ἐσσομένην κατὰ πόντον ὑποβρυχίῃ φάτο φωνῇ,
εἰμὶ φίλος Πρωτῆος: ἐς ὑσμίνην δὲ κορύσσει
θυγατέρας Νηρῆος ἐμὴ Θέτις, ἐν δὲ κυδοιμοῖς
110 Βασσαρίδων συνάεθλος ἐμὴ θωρήσσεται Ἰνώ:
θωρήξω δ᾽ ἐς Ἄρηα καὶ Αἰόλον, ὄφρα νοήσω
εὖρον ἀκοντίζοντα καὶ αἰχμάζοντα Βορῆα,
γαμβρὸν ἐμοῦ προμάχου, Μαραθωνίδος ἅρπαγα νύμφης,
καὶ Νότον Αἰθιοπῆα προασπιστῆρα Λυαίου:
115 καὶ Ζέφυρος πολὺ μᾶλλον ἀελλήεντι κυδοιμῷ
ὁλκάδας ἀντιβίων δηλήσεται: ἡμετέρου γὰρ
εὐνέτιν Ἶριν ἔχει Διὸς ἄγγελον. ἀλλὰ σιωπῇ
ἔκτοθεν εὐθύρσοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
μιμνέτω ἠρεμέων θραχὺς Αἰόλος, ἠθάδι δεσμῷ
120 ἀσκὸν ἐπισφίγξας ἀνεμώδεα, μηδ᾽ ἐνὶ πόντῳ
ἄσθμασιν Ἰνσοφόνοισιν ἀριστεύσωαιν ἀῆται:
ἀλλὰ μόθον τελέσω νηοφθόρα θύρσα τιταίνων.’
ὣς εἰπὼν ἐκόρυσσε πεποιθότας ἡγεμονῆας.
ἤση δὲ πτολέμοιο προάγγελος ἵστατο σάλπιγξ,
125 καὶ μέλος ἐγρεκύδοιμον ἀνέκλαγον Ἄρεος αὐλοὶ
λαὸν ἀολλίζοντες, ἀρασσομένη δὲ βοείη
εἰναλίου κελάδησε μόθου χαλκόκροτον ἠχώ,
καὶ καναχὴν ὁμόδουπον ἀγέστρατος ἴαχε σύριγξ:
ἀντὶ δὲ πετραίης πολεμήια λείψανα φωνῆς
130 Πανιὰς ὑστερόφωνας ἀμείβετο ποντιὰς Ἠχώ.
τοῖσι δὲ μαρναμένοισιν ἔην κλόνος, ὦρτο δ᾽ ἰωὴ
κεκλομένων: καὶ λαὸς ἐθήμονι μάρνατο τέχνῃ
κυκλώσας στεφανηδὸν ὅλον στρατόν, ἐν δ᾽ ἄρα μέσσῳ
νηυσὶν ὁμοζυλέεσσιν ἐμιτρώθη στόλος Ἰνδῶν
135 εἰς λίνον ἐργομένων νεπόδων τύπον: Αἰακίδαις δὲ
Αἰακὸς ὑγρὸν Ἄρηα προθεσπίζων Σαλαμῖνος
ἀρχόμενος πολέμοιο θεουδέα ῥήξατο φωνήν:
‘ Εἰ πάρος ἡμετέρην ἀίων ἱκετήσιον ἠχὼ
ἄσπορον εὐρυάλωος ἀπήλασας αὐχμὸν ἀρούρης,
140 διψαλέην ἐπὶ γαῖαν
ἄγων βιοτήσιον ὕδωρ,
δὸς πάλιν ὀψιτέλεστον ἴσην χάριν, ὑέτιε Ζεῦ,
ὕδατι κυδαίνων με καὶ ἐνθάδε: καί τις ἐνἰψῃ
νίκην ἡμετέρην δεδοκημένος: ‘ὡς ἐνὶ γαίῃ
Ζεὺς ἑὸν υἷα γέραιρε, καὶ ὲν πελάγεσσι γεραίρει.’
145 ἄλλος ἀνὴρ λέξειεν Ἀχαιικός: ‘εἰν ένὶ θεσμῷ
Αἰακὸς Ἰνδοφόνος φυσίζοος: ἀμφότερον γάρ,
κείρων ἐχθρὰ κάρηνα καὶ αὔλακι καρπὸν ὀπάσσας
χάρμα πόρεν Δήμητρι καὶ εὐφροσύνην Διονύσῳ.’
ῥύεο δ᾽ ἡμετέρης πλόον ὁλκάδος: αὐσταλέῳ δὲ
150 ὡς χθονίῳ κενεῶνι φερέσβιον ἤγαγον ὕδωρ,
καὶ βυθίων λαγόνων θανατηφόρον οἶδμα καρύσσω
μαρνάμενον στρατιῇσι καὶ ὁλκάσι Δηριαδῆος.
ἀλλά, πάτερ, σκηπτοῦχε βίου, σκηπτοῦχε κυδοιμοῦ,
πέμπέ μοι αἰετὸν ὄρνιν ἐμῆς κήρυκα γενέθλης
155 δεξιτερὸν προμάχοισι καὶ ὑμετέρῳ Διονύσῳ:
ἄλλος δ᾽ ἀντιβίοισιν ἀριστερὸς ὄρνις ἱκέσθω:
σύμβολα δ᾽ ἀμφοτέροις ἑτερότροπα ταῦτα γενέσθω:
τὸν μὲν ἐσαθρήσω πεφορημένον ἅρπαγι ταρσῷ
θηγαλέων ὀνύχων κεχαραγμένον ὀξέι κέντρῳ
160 νεκρὸν ὄφιν περίμετρον ἀερτάζοντα κεράστην,
δυσμενέος κερόεντος ἀπαγγέλλοντα τελευτήν:
λαῷ δ᾽ ἀντιβίων ἕτερος μελανόχροος ἔλθῃ
κυανέαις πτερύγεσσι προθεσπίζων φόνον Ἰνδῶν,
αὐτομάτου θανάτοιο μέλαν τύπον: ἢν δ᾽ ἐθελήσῃς,
165 βρονταίοις πατάγοισιν ἐμὴν μαντεύεο νίκην,
καὶ στεροπὴν Βρομίοιο λεχώια φέγγεα πέμπων