by Nonnus
155 καὶ μόγις ὑστερόμυθον ὑπὸ στόμα δεσμὸν ἀράξας
αἰδοῦς ἀμβολιεργὸν ἀπεσφήκωσε σιωπήν,
καὶ Βερόην ἐρέεινε χέων ψευδήμονα φωνήν:
‘Ἄρτεμι, πῇ σέο τόξα;τίς ἥρπασε σεῖο φαρέτρην;
πῇ λίπες, ὃν φορέεις ἐπιγουνίδος ἄχρι χιτῶνα;
160 πῇ σέο κεῖνα πέδιλα, θοώτερα κυκλάδος αὔρης;
πῇ χορὸς ἀμφιπόλων;πῇ δίκτυα; πῇ κύνες ἀργαί;
οὐ δρόμον ἐντύνεις κεμαδοσσόον: οὐκ ἐθέλεις γὰρ
ἀγρώσσειν, ὅθι Κύπρις Ἀδώνιδος ἐγγὺς ἰαύει.’
ἔννεπε θάμβος ἔχων ἀπατήλιον: ἐν κραδίῃ δὲ
165 παρθενικὴ μείδησεν: ἀπειροκάκῳ δὲ μενοινῇ
αὐχένα γαῦρον ἄειρεν ἀγαλλομένη χάριν ἥβης,
ὅττι, γυνή περ ἐοῦσα, φυὴν ἤικτο θεαίνῃ:
οὐδὲ δόλον γίνωσκε νοοπλανέος Διονύσου.
καὶ πλέον ἄχνυτο Βάκχος, ἐπεὶ πόθον οὐ μάθε κούρη
νήπιον ἦθος ἔχουσα, καὶ ἤθελεν, ὄφρα δαείη
170 οἶστρον ἑὸν βαρύμοχθον, ἐπισταμένης ὅτι κούρης
ὄψιμος ἠιθέῳ περιλείπεται ἐλπὶς Ἐρώτων
ἐσσομένης φιλότητος, ἐπ᾽ ἀπρήκτῳ δὲ μενοινῇ
ἀνέρες ἱμείρουσιν, ὅτ᾽ ἀγνώσσουσι γυναῖκες.
175 καὶ θεὸς ἦμαρ ἐπ᾽ ἦμαρ ἔσω πιτυώδεος ὕλης
δείελος, εἰς μέσον ἦμαρ, Ἑώιος, Ἕσπερος ἕρπων,
παρθενικῇ παρέμιμνε, καὶ ἤθελεν εἰσέτι μίμνειν:
πάντων γὰρ κόρος ἐστὶ παρ᾽ ἀνδράσιν, ἡδέος ὕπνου
μολπῆς τ᾽ εὐκελάδοιο καὶ ὁππότε κάμπτεται ἀνὴρ
180 εἰς δρόμον ὀρχηστῆρα: γυναιμανέοντι δὲ μούνῳ
οὐ κόρος ἐστὶ πόθων: ἐψεύσατο βίβλος Ὁμήρου.
καὶ μογέων Διόνυσος ὑπεβρυχᾶτο σιωπῇ,
δαιμονίῃ μάστιγι τετυμμένος, ἔνδοθι πέσσων
κρυπτὸν ἀκοιμήτων ὑποκάρδιον ἕλκος Ἐρώτων,
185 ὡς δ᾽ ὅτε βοῦς ἀκίχητος ἔσω πλαταμῶνος ὁδεύων
ἑσμὸν ὀρεσσινόμων παρεμέτρεεν ἠθάδα ταύρων
οἰστρηθεὶς ἀγέληθεν, ὃν εὐπετάλῳ παρὰ λόχμῃ
βουτύπος ὀξυόεντι μύωψ ἐχαράσσετο κέντρῳ
ἀπροϊδής, ὀλίγῳ δὲ δέμας βεβολημένος οἴστρῳ
190 τηλίκος ἐστυφέλικτο, καὶ ὄρθιον ὑψόθι νώτου
ἂψ ἀνασειράζων παλινάγρετον ἔσπασεν οὐρὴν
κυρτὸς ἐπιτρίβων σκοπέλων ῥάχιν, ἀντίτυπον δὲ
ὀξὺ κέρας δόχμωσεν ἀνούτατον ἠέρα τύπτων:
οὕτω καὶ Διόνυσον, ὃν ἔστεφε πολλάκι νίκη,
195 βαιὸς Ἔρως οἴστρησε βαλὼν πανθελγέι κέντρῳ.
ὀψὲ δὲ μαστεύων γλυκὺ φάρμακον εἰς Ἀφροδίτην
Κυπριδίην ἄγρυπνον ἑὴν ἀνέφαινεν ἀνάγκην,
καὶ βουλὴν ἐρέεινεν, ἀλεξήτειραν Ἐρώτων.
200 καὶ καμάτους Βάκχοιο πυριπνείοντας ἀκούων
Πὰν κερόεις ἐγέλασσε, κατεκλάσθη δὲ μενοινῇ
οἰκτείρων δυσέρωτα δυσίμερος: εἶπε δὲ βουλὴν
Κυπριδίην: ὀλίγην δὲ παραίφασιν εἶχεν Ἐρώτων
ἄλλον ἰδὼν φλεχθέντα μιῆς σπινθῆρι φαρέτρης:
205 ‘Ξυνὰ παθών, φίλε Βάκχε, τεὰς ᾤκτειρα μερίμνας:
καὶ σὲ πόθεν νίκησεν Ἔρως θρασύς; εἰ θέμις εἰπεῖν,
εἰς ἐμὲ καὶ Διόνυσον Ἔρως ἐκένωσε φαρέτρην.
ἀλλὰ πόθου δολίοιο πολύτροπον ἦθος ἐνίψω.
πᾶσα γυνὴ ποθέει πλέον ἀνέρος, αἰδομένη δὲ
210 κεύθει κέντρον Ἔρωτος ἐρωμανέουσα καὶ αὐτή,
καὶ μογέει πολὺ μᾶλλον, ἐπεὶ σπινθῆρες Ἐρώτων
θερμότεροι γεγάασιν, ὅτε κρύπτουσι γυναῖκες
ἐνδόμυχον πραπίδεσσι πεπαρμένον ἰὸν Ἐρώτων.
καὶ γὰρ ὅτ᾽ ἀλλήλῃσι πόθων ἐνέπουσιν ἀνάγκην,
215 λυσιπόνοις ὀάροισιν ὑποκλέπτουσι μερίμνας
Κυπριδίας. σὺ δέ, Βάκχε, τεῶν ὀχετηγὸν Ἐρώτων
μιμηλῆς ἐρύθημα φέρων ἀπατήλιον αἰδοῦς.
οἶα σαοφρονέουσαν ἔχων ἀγέλαστον ὀπωπήν,
ὡς ἀέκων Βερόης σχεδὸν ἵστασο: καὶ λίνα πάλλων
220 θαύματι μὲν δολίῳ ῥοδοειδέα δέρκεο κούρην,
κάλλος ἐπαινήσας, ὅτι τηλίκον οὐ λάχεν Ἥρη,
καὶ Χάριτας κίκλησκε χερείονας, ἀμφοτέρων δὲ
225 μορφῇ μῶμον ἄναπτε, καὶ Ἀρτέμιδος καὶ Ἀθήνης,
καὶ Βερόην ἀγόρευε φαεινοτέρην Ἀφροδίτης:
κούρη δ᾽ εἰσαΐουσα τεὴν ψευδήμονα μομφὴν
αἴνῳ τερπομένη πλέον ἵσταται: οὐκ ἐθέλει γὰρ
ὄλβον ὅλον χρύσειον, ὅσον ῥοδέης περὶ μορφης
230 εἰσαϊειν, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης.
παρθενικὴν δ᾽ ἐς ἔρωτα νοήμονι θέλγε σιωπῇ,
κινυμένων βλεφάρων ἀντώπια νεύματα πέμπων:
πεπταμένῃ δὲ μέτωπον ἀφειδέι χειρὶ πατάξας
ψευδαλέον δέο θάμβος ἐχέφρονι δείκνυε σιγῇ
ἀλλὰ φόβος μεθέπει σε σαόφρονος ἐγγύθι κούρης:
εἰπέ, τί σοὶ ῥέξει μία παρθένος; οὐ δόρυ πάλλει,
235 οὐ ῥοδέῃ παλάμῃ τανύει βέλος: ἔγχεα κούρης
ὀφθαλμοὶ γεγάασιν ἀκοντιστῆρες Ἐρώτων,
παρθενικῆς δὲ βέλεμνα ῥοδώπιδές εἰσι παρειαί.
ἕδνα δὲ σοῖο πόθοιο, τεῆς κειμήλια νύμφης,
μὴ λίθον Ἰνδῴην, μὴ μάργαρα χειρὶ τινάξῃς,
240 οἶα γυναιμανέοντι πέλει θέμις: εἰς Παφίην γάρ
ἀμφιέπεις τεὸν ε�
��δος ἐπάρκιον, εὐαφέος δὲ
κάλλεος ἱμείρουσι καὶ οὐ χρυσοῖο γυναῖκες.
μαρτυρίης ἑτέρης οὐ δεύομαι: ἁβροκόμου γὰρ
ποῖα πἀ Ἐνδυμίωνος ἐδέξατο δῶρα Σελήνη;
245 Κύπριδι ποῖον Ἄδωνις ἐδείκνυεν ἕδνον Ἐρώτων;
ἄργυρον Ὠρίων οὐκ ὤπασεν ἠριγενείῃ:
οὐ Κέφαλος πόρεν ὄλβον ἐπήρατον: ἀλλ᾽ ἄρα μοῦνος
χωλὸς ἐὼν Ἥφαιστος ἀθελγέος εἵνεκα μορφῆς
ὤπασε ποικίλα δῶρα, καὶ οὐ παρέπεισεν Ἀθήνην:
250 οὐ πέλεκυς χραίσμησε λεχώιος: ἀλλά θεαίνης
ἱμείρων ἀφάμαρτε. σὲ δὲ ζυγίων ὑμεναίων
φέρτερον, ἢν ἐθέλῃς, θελκτήριον ἄλλο διδάξω:
βάρβιτα χειρὶ λίγαινε, τεῆς ἀναθήματα Ῥείης,
Κύπριδος ἁβρὸν ἄγαλμα παροίνιον: ἀμφοτέροις δὲ
255 πλήκτροις καὶ στομάτεσσι χέων ἑτερόθροον ἠχώ.
δάφνην πρῶτον ἄειδε καἰ ἀσταθέος δρόμον Ἠχοῦς
καί κτύπον ὑστερόφωνον ἀσιγήτοιο θεαίνης,
ὅττι θεοὺς ποθέοντας ἀπέστυγον: ἀλλὰ καὶ αὐτὴν
μέλπε Πίτυν φυγόδεμνον, ὀρειάσι σύνδρομον αὔραις,
260 Πανὸς ἀλυσκάζουσαν ἀνυμφεύτους ὑμεναίους:
μέλπε μόρον φθιμένης αὐτόχθονα: μέμφεο γαίῃ.
καὶ τάχα δακρύσειε γοήμονος ἄλγεα νύμφης
καὶ μόρον οἰκτείρουσα: σὺ δὲ φρένα τέρπεο σιγῇ
μυρομένης ὁρόων μελιηδέα δάκρυα κούρης:
265 οὐδὲ γέλως πέλε τοῖος, ἐπεὶ πλέον οἴνοπι μορφῇ
ἱμερταὶ γεγάασιν, ὅτε στενάχουσι γυναῖκες.
μέλψον ἐρωμανέουσαν ἐπ᾽ Ἐνδυμίωνι Σελήνην,
μέλπε γάμον χαρίεντος Ἀδώνιδος, εἰπὲ καἰ αὐτὴν
αὐχμηρὴν ἀπέδιλον ἀλωομένην Ἀφροδίτην,
270 νυμφίον ἰχνεύουσαν ὀρίδρομον: οὐδέ σε φεύγει
πατρῴων ἀίουσα μελίφρονα θεσμὸν Ἐρώτων.
σοὶ μὲν ἐγὼ τάδε πάντα, δυσίμερε Βάκχε, πιφαύσκω:
ἀλλά με καὶ σὸ δίδαξον ἐμῆς θελκτήριον Ἠχοῦς.’
ὥς εἰπὼν ἀπέπεμπε γεγηθότα παῖδα Θυώνης.
65 καὶ δολίην Διόνυσος ἔχων ἀγέλαστον ὀπωπὴν
παρθενικὴν ἐρέεινεν Ἀδώνιδος ἀμφὶ τοκῆος,
ὡς φίλος, ὡς ὁμόθηρος ὀρίδρομος: ἱσταμένης δὲ
στήθεϊ χεῖρα πέλασσε δυσίμερον, ἄκρα δὲ μίτρης
ὡς ἀέκων ἔθλιψεν: ἐπιψαύουσα δὲ μαζῶν
70 δεξιτερὴ νάρκησε γυναιμανέος Διονύσου.
275 καί ποτε νηπιάχοισιν ἐν ἤθεσιν εἴρετο κούρη
υἷα Διὸς παρεόντα, τίς ἔπλετο καὶ τίνος εἴη:
καὶ πρόφασιν μόγις εὗρε παρὰ προθύροις Ἀφροδίτης
ὄρχατον ἀμπελόεντα καἰ ὄμπνια λήια γαίης
καὶ δροσερὸν λειμῶνα καὶ αἰόλα δένδρα δοκεύων
280 ἤθεσι κερδαλέοισι: καί, οἶά τε γηπόνος ἀνήρ,
ἀμφὶ γάμου τινὰ μῦθον ἀσημάντῳ φάτο φωνῇ:
‘Εἰμὶ τεοῦ Λιβάνοιο γεωμόρος: ἥν ἐθελήσῃς,
ἀρδεύω σέο γαῖαν, ἐγὼ σέο καρπὸν ἀέξω.
ὡράων πισύρων νοέω δρόμον: ἱσταμένην δὲ
285 νύσσαν ὀπιπεύων φθινοπωρίδα τοῦτο βοήσω:
Σ̔κορπίος ἀντέλλει βιοτήσιος, ἔστι δὲ κῆρυξ
αὔλακος εὐκάρποιο: βόας ζεύξωμεν ἀρότρῳ.
Πληιάδες δύνουσι: πότε σπείρωμεν ἀρούρας;
αὔλακες ὠδίνουσιν, ὅτε δρόσος εἰς χθόνα πίπτει
290 αὐομένην Φαέθοντι.᾿ καὶ Ἀρκάδος ἐγγὺς Ἁμάξης
χείματος ὀμβρήσαντος ἰδὼν Ἀρκτοῦρον ἐνίψω:
᾿διψαλέη ποτὲ γαῖα Διὸς νυμφεύεται ὄμβρῳ.᾿
εἴαρος ἀντέλλοντος ἑώιος εἰς σὲ βοήσω:
᾿ἄνθεα σεῖο τέθηλε: πότε κρίνα καὶ ῥόδα τίλλω;
ἠνίδε, πῶς ὑάκινθος ἐπέτρεχε γείτονι μύρτῳ,
πῶς γελάᾳ νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.᾿
295 καὶ σταφυλὴν ὁρόων θέρεος παρεόντος ἐνίψω:
῾ἄμπελος ἡβώουσα πεπαίνεται ἄμμορος ἅρπης:
παρθένε, σύγγονος ἦλθε: πότε τρυγόωμεν ὀπώρην;
σὸς στάχυς ἠέξητο καὶ ἀμητοῖο χατίζει:
λήιον ἀμήσω σταχυηφόρον, ἀντὶ δὲ Δηοῦς
300 μητρὶ τεῇ ῥέξαιμι θαλύσια Κυπρογενείῃ.᾿
δέξο δὲ γειοπόνον με τεῆς ὑποεργὸν ἀλωῆς:
ὑμετέρης με κόμισσε φυτηκόμον ἀφρογενείης,
305 ὄφρα φυτὸν πήξαιμι φερέσβιον, ἡμερίδων δὲ
ὄμφακα γινώσκω νεοθηλέα χερσὶν ἀφάσσων.
οἶδα, πόθεν ποτὲ μῆλα πεπαίνεται: οἶδα φυτεῦσαι
καὶ πτελέην τανύφυλλον ἐρειδομένην κυπαρίσσῳ:
ἄρσενα καὶ φοίνικα γεγηθότα θήλεϊ μίσγω,
310 καὶ κρόκον, ἤν ἐθέλῃς, παρὰ μίλακι καλὸν ἀέξω.
μή μοι χρυσὸν ἄγοις κομιδῆς χάριν: οὐ χρέος ὄλβου:
μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης.’
τοῖα μάτην ἀγόρευε, καὶ οὐκ ἠμείβετο κούρη
Βάκχου μὴ νοέουσα γυναιμανέος στίχα μύθων.
315 ἀλλὰ δόλῳ δόλον ἄλλον ἐπέφραδεν Εἰραφιώτης:
καὶ Βερόης ἀπὸ χειρὸς ἐδέχνυτο δίκτυα θήρης
οἶά τε θαμβήσας τεχνήμονα, πυκνὰ δὲ σείων
εἰς χρόνον ἀμφελέλιζε, καὶ εἴρετο πολλάκι κούρην:
‘Τίς θεὸς ἔντεα ταῦτα, τίς οὐρανίη κάμε τέχνη;
320 τίς κάμε; καὶ γὰρ ἄπιστον ἔχω νόον, ὅττι τελέσσει
ζηλομανὴς Ἥφαιστος Ἀδώνιδι τεύχε�
� θήρης.’
εἶπεν ἀκηλήτοιο παραπλάζων φρένα κούρης.
καί ποτε πεπταμένων ἀνεμωνίδος ὑψόθι φύλλων
νήδυμον ὕπνον ἴαυεν: ὄναρ δέ οἱ ἔπλετο κούρη
325 εἵματι νυμφιδίῳ πεπυκασμένη. ἀντίτυπον γάρ
ἔργον, ὅ περ τελέει τις ὲν ἥματι, νυκτὶ δοκεύει:
βουκόλος ὑπνώων κεραοὺς βόας εἰς νομὸν ἕλκει:
δίκτυα θηρητῆρι φαείνεται ὄψις ὀνείρου:
γειοπόνοι δ᾽ εὕδοντες ἀροτρεύουσιν ἀρούρας,
330 αὔλακα δὲ σπείρουσι φερέσταχυν: ἀζαλέῃ δὲ
ἄνδρα μεσημβρίζοντα κατάσχετον αἴθοπι δίψῃ
εἰς ῥόον, εἰς ἀμάρην ἀπατήλιος ὕπνος ἐλαύνει.
οὕτω καὶ Διόνυσος, ἔχων ἰνδάλματα μόχθων,
μιμηλῷ πτερόεντα νόον πόμπευεν ὀνείρῳ,
335 καὶ σκιεροῖσι γάμοισιν ὁμίλεεν. ἐγρόμενος δὲ
παρθένον οὐκ ἐκίχησε, καὶ ἤθελεν αὖτις ἰαύειν:
καὶ κενεὴν ἐκόμισσε μινυνθαδίης χάριν εὐνῆς,
εὕδων ἐν πετάλοισι ταχυφθιμένης ἀνεμώνης.
μέμφετο δ᾽ ἀφθόγγων πετάλων χύσιν: ἀχνύμενος δὲ
340 ὕπνον ὁμοῦ καὶ Ἔρωτα καὶ ἑσπερίην Ἀφροδίτην
τὴν αὐτὴν ἱκέτευεν ἰδεῖν πάλιν ὄψιν ὀνείρου,
δάσμα γάμου ποθέων ἀπατήλιον. ἄγχι δὲ μύρτου
πολλάκι Βάκχος ἴαυε, καὶ οὐ γαμίου τύχεν ὕπνου.
ἀλλὰ πόνον γλυκὺν εἶχε, ποθοβλήτῳ δὲ καὶ αὐτὸς
345 λυσιμελὴς Διόνυσος ἐλύετο γυῖα μερίμνῃ.
καὶ Βερόης γενετῆρι συνέμπορος, υἱέι Μύρρης,
θηροσύνην ἀνέφηνεν: ἀκοντιστῆρι δὲ θύρσῳ
στικτὰ νεοσφαγέων ὑπεδύσατο δέρματα νεβρῶν,