Works of Nonnus

Home > Other > Works of Nonnus > Page 159
Works of Nonnus Page 159

by Nonnus


  στήθεα φοινίξασα καὶ ἀσκεπέων πτύχα μαζῶν:

  280 καὶ κύσεν υἱέος ὄμμα καὶ ἔγχλοα κύκλα προσώπου

  καὶ πλοκάμους χαρίεντας ἐρευθομένοιο καρήνου:

  ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν:

  ‘Νηλειὴς Διόνυσε, τεῆς ἀκόρητε γενέθλης,

  δὸς προτέρην ἔτι λύσσαν ἐμοὶ πάλιν: ἄρτι γὰρ ἄλλην

  285 χείρονα λύσσαν ἔχω πινυτόφρονα: δός μοι ἐκείνην

  ἀφροσύνην, ἵνα θῆρα τὸ δεύτερον υἷα καλέσσω.

  θῆρα βαλεῖν ἐδόκησα: νεοτμήτοιο δὲ κόρσης

  ἀντὶ λεοντείης κεφαλὴν Πενθῆος ἀείρω.

  ὀλβίη Αὐτονόη βαρυδάκρυος, ὅττι θανόντα

  290 ἔστενεν Ἀκταίωνα, καὶ οὐ κτάνεν υἱέα μήτηρ:

  μούνη ἐγὼ γενόμην παιδοκτόνος: οὐ Μελικέρτην

  ἔκτανεν ἠὲ Λέαρχον ἐμὴ μετανάστιος Ἰνώ,

  ἀλλὰ πατὴρ ἐδάμασσε, τὸν ἤροσεν. ἆ μέγα δειλή,

  Ζεὺς Σεμέλῃ παρίαυεν, ὅπως Πενθῆα γοήσω:

  295 Ζεὺς γενέτης Διόνυσον ἑῷ τεκνώσατο μηρῷ,

  Καδμείην ἵνα πᾶσαν ἀιστώσειε γενέθλην.

  ἱλήκοι Διόνυσος: ὅλον γένος ὤλεσε Κάδμου.

  ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης,

  Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου

  300 ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων

  θρῆνον ἕνα πλήξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ,

  ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων.

  ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης;

  οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ:

  305 οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον Ἐρώτων:

  ποῖον ἴδω δέο παῖδα παρήγορον; αἴθέ σε Βάκχη

  ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη.

  μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ:

  Βάκχῳ μέμφεο μᾶλλον: ἀναίτιός ἐστιν Ἀγαύη.

  310 χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην

  αὐχένος ἀμηθέντος: ἀπ᾽ αὐτοχύτου δὲ καρήνου

  αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα.

  ναί, λίτομαι, Βρομίου δότε μοι δέπας: ἀντὶ γὰρ οἴνου

  λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.

  315 σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω

  χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ

  σὸν δέμας: ὑμετέρῳ δ᾽ ἐπὶ σήματι τοῦτο χαράξω:

  ‘εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε: νηδὺς Ἀγαύης

  παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ.’’

  320 ἔννεπε λυσσώουσα σοφῇ φρενί: μυρομένης δὲ

  Αὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν:

  ‘Ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη,

  ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν

  καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων.

  325 γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ:

  ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς

  νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου

  μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην.

  σῆς δ᾽ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος

  330 οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ,

  οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην:

  μούνη δ᾽ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ

  καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς,

  καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω.

  335 ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη,

  ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα

  εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν:

  δὸς χάριν Ἀπόλλωνι: μετ᾽ Ἀκταίωνα δὲ δειλὴν

  τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν

  340 ἢ κυσὶν ὑμετέροισιν: ἐσαθρήσῃ δὲ Κιθαιρὼν

  μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα: μηδέ με δειλὴν

  σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν

  ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ.

  χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών:

  345 χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου:

  σώζεό μοι, Φαέθων τερψίμβροτε: λάμπε κολώναις:

  λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ:

  εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι,

  σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην:

  350 ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς

  Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.’

  εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη.

  καὶ νέκυν, ὃν κατέπεφνε, φίλη τυμβεύσατο μήτηρ

  πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου:

  355 καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται.

  ὣς αἱ μὲν στενάχοντο κατηφέες: εἰσορόων δὲ

  Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας

  μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ

  λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳ

  360 δῶκε ποτὸν ληθαῖον: ὀδυρομένοιο δὲ Κάδμου

  πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ:

  ἀμφοτέρας δ᾽ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην,

  ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων.

  Ἰλλυρίην δ᾽ ἐπὶ γαῖαν ἐς Ἑσπερίου χθόνα πόντου

  365 Ἁρμονίην λιπ�
�πατριν ὁμόστολον ἥλικι Κάδμῳ

  ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων

  ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν.

  καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων

  ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις.

  BOOK 47

  ἔρχεο τεσσαρακοστὸν ἐς ἕβδομον, ὁππόθι Περσεὺς

  καὶ μόρος Ἰκαρίοιο καὶ ἁβροχίτων Ἀριάδνη.

  ἤδη δ᾽ ἔνθα καὶ ἔνθα δι᾽ ἄστεος ἵπτατο Φήμη

  ἄγγελος αὐτοβόητος ἐρισταφύλου Διονύσου

  Ἀτθίδι φοιτήσαντος: ἀκοιμήτου δὲ Λυαίου

  εἰς χορὸν εὐώδινες ἐβακχεύθησαν Ἀθῆναι.

  5 καὶ πολὺς ἔβρεμε κῶμος: ὁμηγερέες δὲ πολῖται

  εἵμασι δαιδαλέοισιν ἀνεχλαίνωσαν ἀγυιὰς

  χερσὶ πολυσπερέεσσιν: ἀεξιφύτοιο δὲ Βάκχου

  ἡμερίδων πετάλοισιν ἐμιτρώθησαν Ἀθῆναι

  αὐτόματοι: φιάλας δὲ σιδηροφόρων διὰ μαζῶν

  10 στήθεσι μυστιπόλοισιν ἀνεζώννυντο γυναῖκες,

  παρθενικαὶ δ᾽ ἐχόρευον, ἐπεστέψαντο δὲ κόρσης

  ἄνθεϊ κισσήεντι περίπλοκον Ἀτθίδα χαίτην.

  Ἰλισσὸς δ᾽ ἐλέλιξε περὶ πτόλιν ἔμπνοον ὕδωρ

  κυδαίνων Διόνυσον: ὁμοζήλῳ δὲ χορείῃ

  15 εὔιον ἐκρούοντο μέλος Κηφισίδες ὄχθαι.

  φυταλιὴ δ᾽ ἀνέτελλεν, ἀπὸ χθονίοιο δὲ κόλπου

  αὐτοφυὴς γλυκεροῖο πεπαινομένου τοκετοῖο

  βότρυς ἐλαιήεντος ἐφοινίχθη Μαραθῶνος,

  καὶ δρύες ἐψιθύριζον, ἀνοιγομένων δὲ πετήλων

  20 δίχροον ἠρεύγοντο ῥόδον λειμωνίδες Ὧραι,

  καὶ κρίνον αὐτοτέλεστον ἐμαιώσαντο κολῶναι.

  καὶ Φρυγίοις αὐλοῖσιν ἐπέκτυπεν αὐλὸς Ἀθήνης,

  καὶ δίδυμον κελάδημα δόναξ ἐλίγαινεν Ἀχαρνεὺς

  θλιβόμενος παλάμῃσιν: ὁμογλώσσων δ᾽ ἀπὸ λαιμῶν

  25 Μυγδονίῃ βαρύδουπος ὁμόθροος ἄζυγι κούρῃ

  δίθροον ἁρμονίην ἐπιδήμιος ἴαχε Βάκχη

  πῆχυν ἐπικλίνουσα νέῃ Πακτωλίδι νύμφῃ,

  καὶ φλόγα νυκτιχόρευτον ἀνέσχεθε δίζυγι πεύκῃ

  ἀρχεγόνῳ Ζαγρῆι καὶ ὀψιγόνῳ Διονύσῳ:

  30 μνησαμένη δ᾽ Ἰτύλοιο καὶ ἱστοπόνου Φιλομήλης

  σύνθροος αἰολόδειρος ἀνέκλαγεν Ἀτθὶς ἀηδών,

  καὶ Ζεφύρου λάλος ὄρνις ὑπωροφίην χέε μολπήν,

  μνῆστιν ὅλην Τηρῆος ἀπορρίψασα θυέλλαις.

  οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν. αὐτὰρ ὁ χαίρων

  35 Βάκχος ἐς Ἰκαρίου δόμον ἤλυθεν, ὃς πέλεν ἄλλων

  φέρτερος ἀγρονόμων ἑτερότροπα δένδρα φυτεύειν.

  ἀγραύλοις δὲ πόδεσσι γέρων ἐχόρευεν ἀλωεὺς

  ἀθρήσας Διόνυσον ἐπήλυδα, καλλιφύτων δὲ

  κοίρανον ἡμερίδων ὀλίγῃ ξείνισσε τραπέζῃ:

  40 Ἠριγόνη δ᾽ ἐκέρασσεν ἀψυσσαμένη γλάγος αἰγῶν:

  ἀλλά ἑ Βάκχος ἔρυκε, φιλοστόργῳ δὲ γεραιῷ

  ὤπασε λυσιπόνοιο μέθης ἐγκύμονας ἀσκούς,

  δεξιτερῇ δ᾽ εὔοδμον ἔχων δέπας ἡδέος οἴνου

  ὤρεγεν Ἰκαρίῳ: φιλίῳ δ᾽ ἠσπάζετο μύθῳ:

  45 ‘Δέξο, γέρον, τόδε δῶρον, ὃ μὴ δεδάασιν Ἀθῆναι.

  ὦ γέρον, ὀλβίζω σε: σὲ γὰρ μέλψουσι πολῖται

  τοῖον ἔπος βοόωντες, ὅτι κλέος εὗρεν ἐλέγξαι

  Ἰκάριος Κελεοῖο καὶ Ἠριγόνη Μετανείρης.

  ζῆλον ἔχω προτέρης Δημήτερος, ὅττι καὶ αὐτὴ

  50 ἄλλῳ γειοπόνῳ στάχυν ὄμπνιον ὤπασε Δηώ.

  Τριπτόλεμος στάχυν εὗρε, σὺ δ᾽ οἴνοπα βότρυν ὀπώρης:

  ἴλαος οὐρανίῳ Γανυμήδεϊ μοῦνος ἐρίζεις,

  Τριπτολέμου προτέροιο μακάρτερε: θυμοβόρους γὰρ

  οὐ στάχυες λύουσι μεληδόνας, οἰνοτόκοι δὲ

  55 βότρυες ἀνδρομέης παιήονές εἰσιν ἀνίης.’

  τοῖον ἔπος κατέλεξε, φιλοξείνῳ δὲ γεραιῷ

  ἁβρὸν ἐγερσινόοιο δέπας πόρεν ἔμπλεον οἴνου:

  καὶ πίεν ἄλλο μετ᾽ ἄλλο γέρων φυτοεργὸς ἀλωεύς,

  οἶστρον ἔχων ἀκόρητον ἐυρραθάμιγγος ἐέρσης:

  60 κούρη δ᾽ ἀντὶ γάλακτος ἀφυσσαμένη χύσιν οἴνου

  ὤρεγε χειρὶ κύπελλον, ἕως ἐμέθυσσε τοκῆα.

  ἀλλ᾽ ὅτε δὴ κόρον εὗρε κυπελλοδόκοιο τραπέζης,

  δόχμιος ἀμφιέλικτος ἐρισφαλὲς ἴχνος ἑλίσσων

  ποσσὶν ἀμοιβαίοισιν ἀνεσκίρτησεν ἀλωεύς,

  65 Ζαγρέος Εὔιον ὕγνον ἀνακρούων Διονύσῳ.

  ἀγρονόμῳ δὲ γέροντι φυτηκόμος ὤπασε δαίμων

  κλήματα βοτρυόεντα, φιλεύια δῶρα τραπέζης:

  καί μιν ἄναξ ἐδίδαξεν ἀεξιφύτῳ τινὶ τέχνῃ

  κλάσσαι βοθριάσαι τε βαλεῖν τ᾽ ἐνὶ ἐνὶ κλήματα γύροις.

  70 ἄλλοις δ᾽ ἀγρονόμοισι γέρων φυτοεργὸς ἀλωεὺς

  δῶρα φέρων Βρομίοιο καὶ ἀμπελόεσσαν ὀπώρην

  οἰνοφύτους ἐδίδαξε φυτηκομίας Διονύσου:

  καὶ νομίῳ κρητῆρι βαλὼν ῥόον ἄσπετον οἴνου

  δαινυμένους ηὔφραινεν ἐπασσυτέροισι κυπέλλοις,

  75 οἰνοδόκων θυόεσσαν ἀναπτύξας χύσιν ἀσκῶν.

  καί τις ἐγερσινόοιο πιὼν ῥόον ἡδέος οἴνου

  Ἠριγόνης γενετῆρα φίλῳ μειλίξατο μύθῳ:

  ‘Εἰπέ, γέρον, πόθεν εὗρες ἐπὶ χθονί νέκταρ Ὀλύμπου;

  οὐκ ἀπὸ Κηφισοῖο φέρεις ξανθόχροον ὕδωρ,

  80 οὐκ ἀπὸ Νηιάδων μελιηδέα δῶρα �
�ομίζεις:

  οὐ γὰρ ἀναβλύζουσι μελίρρυτα χεύματα πηγαί,

  οὐ ῥόος Ἰλισσοῖο χυτῷ φοινίσσεται ὁλκῷ:

  οὐ ποτὸν ἔπλετο τοῦτο φιλοπτόρθοιο μελίσσης,

  ὀξύτατον μερόπεσσι φέρον κόρον: ἀλλοφυὲς δὲ

  85 καὶ μέλιτος γλυκεροῖο φέρεις γλυκερώτερον ὕδωρ:

  πάτριον οὐ πόμα τοῦτο λοχεύεται Ἀτθὶς ἐλαίη:

  λαρότερον δὲ γάλακτος ἔχεις ποτὸν ἐμμενὲς αἰεὶ

  συμφερταῖς λιβάδεσσι μελικρήτου κυκεῶνος.

  εἰ δὲ ποτὸν μερόπεσσιν ἀεξιφύτων ἀπὸ κήπων

  90 ἐκ καλύκων δεδάασιν ἄγειν ῥοδοπήχεες Ὧραι,

  καί κεν ἐγὼ καλέεσκον Ἀδώνιδος ἢ Κυθερείης

  εἰαρινὸν πόμα τοῦτο, ῥόδων εὔοδμον ἐέρσην.

  λυσίπονον καὶ ξεῖνον ἄγεις ποτόν: ἠερίοις γάρ

  πλαζομένας ἀνέμοισιν ἐμὰς ἐκέδασσε μερίμνας.

  95 μή σοι δῶρον ἔδωκεν ἀπ᾽ αἰθέρος ἄμβροτος Ἥβη;

  μή σοι τοῦτο κόμισσε τεὴ πολιοῦχος Ἀθήνη;

  οὐρανόθεν κρητῆρα τίς ἥρπασεν, ἔνθεν ἀφύσσει

  Ζηνὶ καὶ ἀθανάτοισι δέπας κεράσας Γανυμήδης;

  ξεινοδόκου Κελεοῖο μακάρτερε, μὴ σὺ καὶ αὐτὸς

  100 ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου;

  πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ,

  καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης

  Ἀτθίδι δῶρον ἔδωκεν, ἄτε στάχυν ὤπασε Δηώ.’

  ἔννεπε θαμβήσας γλυκερὸν ποτόν: ἐκ στομάτων δὲ

  105 ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν.

  ἀγρονόμοι δ᾽ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις

 

‹ Prev