Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 67
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 67

by Aristophanes


  οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ

  τύπτει τὸν παρόντ’ ἀφανίζων πονηρὰ σκώμματα,

  οὐδ’ εἰσῇξε δᾷδας ἔχουσ’, οὐδ’ ἰοὺ ἰοὺ βοᾷ,

  ἀλλ’ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ’ἐλήλυθεν.

  Κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ, 545

  οὐδ’ ὑμᾶς ζητῶ ‘ ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ’ εἰσάγων,

  ἀλλ’ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,

  οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς:

  Ὅς μέγιστον ὄντα Κλέων’ ἔπαισ’ εἰς τὴν γαστέρα,

  κοὐκ ἐτόλμησ’ αὖθις ἐπεμπηδῆσ’ αὐτῷ κειμένῳ. 550

  Οὗτοι δ’, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,

  τοῦτον δείλαιον κολετρῶσ’ ἀεὶ καὶ τὴν μητέρα.

  Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν

  ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,

  προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ’, ἣν 555

  Φρύνιχος πάλαι πεποίηχ’, ἣν τὸ κῆτος ἤσθιεν.

  Εἶθ’ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,

  ἄλλοι τ’ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,

  τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

  Ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω. 560

  Ἤν δ’ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ’ εὑρήμασιν,

  εἰς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.

  Ὑψιμέδοντα μὲν θεῶν

  Ζῆνα τύραννον ἐς χορὸν

  πρῶτα μέγαν κικλήσκω · 565

  τόν τε μεγασθενῆ τριαίνης ταμίαν,

  γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν ·

  καὶ μεγαλώνυμον ἡμέτερον πατέρ’

  Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων · 570

  τόν θ’ ἱππονώμαν, ὃς ὑπερλάμπροις

  ἀκτῖσιν κατέχει

  γῆς πέδον μέγας ἐν θεοῖς

  ἐν θνητοῖσί τε δαίμων.

  Ὤ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε · 575

  ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ’ ἐναντίον.

  Πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,

  δαιμόνων ἡμῖν μόναις οὐ θύετ’ οὐδὲ σπένδετε,

  αἵτινες τηροῦμεν ὑμᾶς. Ἤν γὰρ ᾖ τις ἔξοδος

  μηδενὶ ξὺν νῷ, τότ’ ἢ βροντῶμεν ἢ ψακάζομεν. 580

  Εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα

  ἡνίχ’ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν

  κἀποιοῦμεν δεινά, βροντὴ δ’ ἐρράγη δι’ ἀστραπῆς.

  Ἡ σελήνη δ’ ἐξέλειπε τὰς ὁδούς, ὁ δ’ ἥλιος

  τὴν θρυαλλίδ’ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας 585

  οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.

  Ἀλλ’ ὅμως εἵλεσθε τοῦτον· φασὶ γὰρ δυσβουλίαν

  τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς

  ἅττ’ ἂν ὑμεῖς ἐξαμάρτητ’ ἐπὶ τὸ βέλτιον τρέπειν.

  Ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν. 590

  Ἤν λέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς

  εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,

  αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,

  ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται. 594

  Ἀμφί μοι αὖτε Φοῖβ’ ἄναξ

  Δήλιε Κυνθίαν ἔχων

  ὑψικέρατα πέτραν,

  ἥ τ’ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις

  οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν, 600

  ἥ τ’ ἐπιχώριος ἡμετέρα θεὸς

  αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα,

  Παρνασσίαν θ’ ὃς κατέχων

  πέτραν σὺν πεύκαις σελαγεῖ

  Βάκχαις Δελφίσιν ἐμπρέπων, 605

  κωμαστὴς Διόνυσος.

  Ἡνίχ’ ἡμεῖς δεῦρ’ ἀφορμᾶσθαι παρεσκευάσμεθα,

  ἡ σελήνη συντυχοῦσ’ ἡμῖν ἐπέστειλεν φράσαι,

  πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·

  εἶτα θυμαίνειν ἔφασκε. Δεινὰ δεινὰ γὰρ πεπονθέναι 610

  ὠφελοῦσ’ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ’ ἐμφανῶς.

  πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδ’οὐκ ἔλαττον ἢ δραχμήν,

  ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας,

  ‘μὴ πρίῃ παῖ δᾷδ’, ἐπειδὴ φῶς σεληναίας καλόν.’

  Ἄλλα τ’ εὖ δρᾶν φησιν, ὑμᾶς δ’οὐκ ἄγειν τὰς ἡμέρας 615

  οὐδὲν ὀρθῶς, ἀλλ’ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν,

  ὥστ’ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε

  ἡνίκ’ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε,

  τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.

  Κᾆθ’ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε, 620

  πολλάκις δ’ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,

  ἡνίκ’ ἂν πενθῶμεν ἢ τὸν Μέμνον’ ἢ Σαρπηδόνα,

  σπένδεθ’ ὑμεῖς καὶ γελᾶτ’ · ἀνθ’ ὧν λαχὼν Ὑπέρβολος

  τῆτες ἱερομνημονεῖν, κἄπειθ’ ὑφ’ἡμῶν τῶν θεῶν

  τὸν στέφανον ἀφῃρέθη · μᾶλλον γὰρ οὕτως εἴσεται 625

  κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.

  Σωκράτης

  Μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα

  οὐκ εἶδον οὕτως ἄνδρ’ ἄγροικον οὐδένα

  οὐδ’ ἄπορον οὐδὲ σκαιὸν οὐδ’ἐπιλήσμονα,<
br />
  ὅστις σκαλαθυρμάτι’ ἄττα μικρὰ μανθάνων 630

  ταῦτ’ ἐπιλέλησται πρὶν μαθεῖν. Ὅμως γε μὴν

  αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.

  Ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;

  Στρεψιάδης

  Ἀλλ’ οὐκ ἐῶσί μ’ἐξενεγκεῖν οἱ κόρεις.

  Σωκράτης

  Ἁνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν. 635

  Στρεψιάδης

  Ἰδού.

  Σωκράτης

  Ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν

  ὧν οὐκ ἐδιδάχθης πώποτ’ οὐδέν ; Εἰπέ μοι.

  Πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν ;

  Στρεψιάδης

  Περὶ τῶν μέτρων ἔγωγ’ · ἔναγχος γάρ ποτε

  ὑπ’ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ. 640

  Σωκράτης

  Οὐ τοῦτ’ ἐρωτῶ σ’, ἀλλ’ ὅ τι κάλλιστον μέτρον

  ἡγεῖ, πότερον τὸ τρίμετρον ἢ τὸ τετράμετρον ;

  Στρεψιάδης

  Ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.

  Σωκράτης

  Οὐδὲν λέγεις ὦνθρωπε.

  Στρεψιάδης

  Περίδου νυν ἐμοί,

  εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον. 645

  Σωκράτης

  Εἰς κόρακας. Ὡς ἄγροικος εἶ καὶ δυσμαθής.

  Ταχύ γ’ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.

  Στρεψιάδης

  Τί δέ μ’ ὠφελήσουσ’ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα ;

  Σωκράτης

  Πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,

  ἐπαί¨ονθ’ ὁποῖός ἐστι τῶν ῥυθμῶν 650

  κατ’ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.

  Στρεψιάδης

  Κατὰ δάκτυλον ; Νὴ τὸν Δί’, ἀλλ’ οἶδ’.

  Σωκράτης

  Εἰπὲ δή.

  Στρεψιάδης

  τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου ;

  Πρὸ τοῦ μέν, ἔτ’ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.

  Σωκράτης

  Ἀγρεῖος εἶ καὶ σκαιός. 655

  Στρεψιάδης

  Οὐ γὰρ ᾠζυρὲ

  τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.

  Σωκράτης

  Τί δαί;

  Στρεψιάδης

  Ἐκεῖν’ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.

  Σωκράτης

  Ἀλλ’ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,

  τῶν τετραπόδων ἅττ’ἐστὶν ὀρθῶς ἄρρενα.

  Στρεψιάδης

  Ἀλλ’ οἶδ’ ἔγωγε τἄρρεν’, εἰ μὴ μαίνομαι: 660

  κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.

  Σωκράτης

  Ὁρᾷς ἃ πάσχεις ; Τήν τε θήλειαν καλεῖς

  ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.

  Στρεψιάδης

  Πῶς δή, φέρε ;

  Σωκράτης

  Πῶς ; Ἀλεκτρυὼν κἀλεκτρυών.

  Στρεψιάδης

  Νὴ τὸν Ποσειδῶ. Νῦν δὲ πῶς με χρὴ καλεῖν ; 665

  Σωκράτης

  Ἀλεκτρύαιναν, τὸν δ’ ἕτερον ἀλέκτορα.

  Στρεψιάδης

  Ἀλεκτρύαιναν ; Εὖ γε νὴ τὸν Ἀέρα·

  ὥστ’ἀντὶ τούτου τοῦ διδάγματος μόνου

  διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.

  Σωκράτης

  Ἰδοὺ μάλ᾿ αὖθις, τοῦθ᾿ ἕτερον. Τὴν κάρδοπον 670

  ἄρρενα καλεῖς θήλειαν οὖσαν.

  Στρεψιάδης

  Τῷ τρόπῳ ;

  Ἄρρενα καλῶ ᾿γὼ κάρδοπον ;

  Σωκράτης

  Μάλιστά γε,

  ὥσπερ γε καὶ Κλεώνυμον.

  Στρεψιάδης

  Πῶς δή ; Φράσον.

  Σωκράτης

  Ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.

  Στρεψιάδης

  Ἀλλ’ ὦγάθ’ οὐδ’ ἦν κάρδοπος Κλεωνύμῳ, 675

  ἀλλ’ ἐν θυείᾳ στρογγύλῃ γ’ ἂν ἐμάττετο.

  Ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν ;

  Σωκράτης

  Ὅπως ;

  Τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.

  Στρεψιάδης

  Τὴν καρδόπην θήλειαν ;

  Σωκράτης

  Ὀρθῶς γὰρ λέγεις.

  Στρεψιάδης

  Ἐκεῖνο δ᾿ ἦν ἄν· καρδόπη, Κλεωνύμη. 680

  Σωκράτης

  Ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,

  ἅττ’ ἄρρεν’ἐστίν, ἅττα δ’ αὐτῶν θήλεα.

  Στρεψιάδης

  Ἀλλ’ οἶδ’ ἔγωγ’ ἃ θήλε’ ἐστίν.

  Σωκράτης

  Εἰπὲ δή.

  Στρεψιάδης

  Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.

  Σωκράτης

  Ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων ; 685

  Στρεψιάδης

  Μυρία.

  Φιλόξενος Μελησίας Ἀμυνίας.

  Σωκράτης

  Ἀλλ’ ὦ πόνηρε ταῦτά γ’ ἐστ’ οὐκ ἄρρενα.

  Στρεψιάδης

  Οὐκ ἄρρεν’ ὑμῖν ἐστιν ;

  Σωκράτης

  Οὐδαμῶς γ’, ἐπεὶ

  πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ ;

  Στρεψιάδης

  Ὅπως ἄν ; Ὡδί· δεῦρο δεῦρ᾿, Ἀμεινία. 690

  Σωκράτης

  Ὁρᾷς ; Γυναῖκα τὴν Ἀμεινίαν καλεῖς.

  Στρεψιάδης

  Οὔκουν δικαίως ἥτις οὐ στρατεύεται ;

  Ἀτὰρ τί ταῦθ’ἃ πάντες ἴσμεν μανθάνω ;

  Σωκράτης

  Οὐδὲν μὰ Δί’ ἀλλὰ κατακλινεὶς δευρὶ —

  Στρεψιάδης

  Τί δρῶ ;

  Σωκράτης

  Ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων. 695

  Στρεψιάδης

  Μὴ δῆθ᾿, ἱκετεύω, ᾿νταῦθά γ᾿, ἀλλ᾿ εἴπερ γε
χρή,

  χαμαί μ’ ἔασον αὐτὰ ταῦτ’ ἐκφροντίσαι.

  Σωκράτης

  Οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλα.

  Στρεψιάδης

  Κακοδαίμων ἐγώ.

  Οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.

  Χορός

  Φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν 700

  στρόβει πυκνώσας.

  Ταχὺς δ’, ὅταν εἰς ἄπορον πέσῃς,

  ἐπ’ἄλλο πήδα

  νόημα φρενός· ὕπνος δ᾿ ἀπέστω γλυκύθυμος ὀμμάτων. 705

  Στρεψιάδης

  Ἀτταταῖ ἀτταταῖ. 707

  Χορός

  Τί πάσχεις ; Τί κάμνεις ;

  Στρεψιάδης

  Ἀπόλλυμαι δείλαιος. Ἐκ τοῦ σκίμποδος

  δάκνουσί μ’ ἐξέρποντες οἱ Κορίνθιοι, 710

  καὶ τὰς πλευρὰς δαρδάπτουσιν

  καὶ τὴν ψυχὴν ἐκπίνουσιν

  καὶ τοὺς ὄρχεις ἐξέλκουσιν

  καὶ τὸν πρωκτὸν διορύττουσιν,

  καί μ’ ἀπολοῦσιν. 715

  Χορός

  Μή νυν βαρέως ἄλγει λίαν.

  Στρεψιάδης

  Καὶ πῶς ; Ὅτε μου

  φροῦδα τὰ χρήματα, φρούδη χροιά,

  φρούδη ψυχή, φρούδη δ’ἐμβάς:

  καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς 720

  φρουρᾶς ᾄδων

  ὀλίγου φροῦδος γεγένημαι.

  Σωκράτης

  Οὗτος τί ποιεῖς ; Οὐχὶ φροντίζεις ;

  Στρεψιάδης

  Ἐγώ ;

  Νὴ τὸν Ποσειδῶ.

  Σωκράτης

  Καὶ τί δῆτ’ ἐφρόντισας;

  Στρεψιάδης

  Ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται. 725

  Σωκράτης

  Ἀπολεῖ κάκιστ’.

  Στρεψιάδης

  Ἀλλ’ ὦγάθ’ ἀπόλωλ’ ἀρτίως.

  Σωκράτης

 

‹ Prev