by Aristophanes
ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
ἔπειτ᾽ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
1215 ὀροφὴν θέασαι, κρεκάδι᾽ αὐλῆς θαύμασον:
ὕδωρ κατὰ χειρός: τὰς τραπέζας ἐσφέρειν:
δειπνοῦμεν: ἀπονενίμμεθ᾽: ἤδη σπένδομεν.
Φιλοκλέων
πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
Βδελυκλέων
αὑλητρὶς ἐνεφύσησεν: οἱ δὲ συμπόται
1220 εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,
ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
τούτοις ξυνὼν τὰ σκόλι᾽ ὅπως δέξει καλῶς.
Φιλοκλέων
ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.
Βδελυκλέων
ἐγὼ εἴσομαι: καὶ δὴ γάρ εἰμ᾽ ἐγὼ Κλέων,
1225 ᾁδω δὲ πρῶτος Ἁρμοδίου: δέξαι δὲ σύ.
‘οὐδεὶς πώποτ᾽ ἀνὴρ ἔγεντ᾽ Ἀθήναις’ —
Φιλοκλέων
οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.
Βδελυκλέων
τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος:
φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
1230 καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.
Φιλοκλέων
ἐγὼ δέ γε,
ἐὰν ἀπειλῇ, νὴ Δί᾽ ἕτερ᾽ ἀντᾴσομαι:
Φιλοκλέων
‘ὦνθρωφ᾽, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος,
1235 ἀντρέψεις ἔτι τὰν πόλιν: ἁ δ᾽ ἔχεται ῥοπᾶς.’
Βδελυκλέων
τί δ᾽ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
ᾁδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς:
Βδελυκλέων
‘Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.’
Βδελυκλέων
1240 τούτῳ τί λέξεις σκόλιον;
Φιλοκλέων
ᾠδικῶς ἐγώ.
Φιλοκλέων
‘οὐκ ἔστιν ἀλωπεκίζειν,
οὐδ᾽ ἀμφοτέροισι γίγνεσθαι φίλον.’
Βδελυκλέων
μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
ἀυὴρ σοφὸς καὶ μουσικός, κᾆτ᾽ ᾁσεται:
Βδελυκλέων
1245 ‘χρήματα καὶ βίαν
Κλειταγόρᾳ τε κἀμοὶ
μετὰ Θετταλῶν’ —
Φιλοκλέων
πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.
Βδελυκλέων
τουτὶ μὲν ἐπιεικῶς σύ γ᾽ ἐξεπίστασαι:
1250 ὅπως δ᾽ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
Φιλοκλέων
μηδαμῶς.
κακὸν τὸ πίνειν: ἀπὸ γὰρ οἴνου γίγνεται
καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
1255 κἄπειτ᾽ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
Βδελυκλέων
οὔκ, ἢν ξυνῇς γ᾽ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
1260 ὧν ἔμαθες ἐν τῷ συμποσίῳ: κᾆτ᾽ ἐς γέλων
τὸ πρᾶγμ᾽ ἔτρεψας, ὥστ᾽ ἀφείς σ᾽ ἀποιχεται.
Φιλοκλέων
μαθητέον τἄρ᾽ ἐστὶ πολλοὺς τῶν λόγων,
εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
Βδελυκλέων
ἄγε νυν ἴωμεν: μηδὲν ἡμᾶς ἰσχέτω.
Χορός
1265 πολλάκις δὴ ‘δοξ᾽ ἐμαυτῷ δεξειὸς πεφυκέναι
καὶ σκαιὸς οὐδεπώποτε:
ἀλλ᾽ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,
οὗτος ὅν γ᾽ ἐγώ ποτ᾽ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς
δειπνοῦντα μετὰ Λεωγόρου:
1270 πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν:
ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ᾽, εἶτ᾽ ἐκεῖ
μόνος μόνοις
τοῖς Πενέσταισι ξυνῆν τοῖς
Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
Χορός
1275 ὦ μακάρι᾽ Αὐτόμενες ὥς σε μακαρίζομεν,
παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους:
πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο:
τὸν δ᾽ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν:
1280 εἶτ᾽ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,
ὅντινά ποτ᾽ ὤμοσε μαθόντα παρὰ μηδενός,
ἀλλ᾽ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν
γλωττοποιεῖν ἐς τὰ πορνεῖ᾽ εἰσιόνθ᾽ ἑκάστοτε.
Χορός
εἰσί τινες οἵ μ᾽ ἔλεγον ὡς καταδιηλλάγην,
1285 ἡνίκα Κλέων μ᾽ ὑπετάραττεν ἐπικείμενος
† καί με κακίσταις † ἔκνισε: κᾆθ᾽ ὅτ᾽ ἀπεδειρόμην,
οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,
οὐδὲν ἄρ᾽ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι
σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.
1290 ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα:
εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον. Ξανθίας
ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,
καὶ τρὶς μακάριαι τοῦ ‘πὶ ταῖς πλευραῖς τέγους.
ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
1295 κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.
ἐγὼ δ᾽ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.
Χορός
τί δ᾽ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.
Ξανθίας
οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρ᾽ ἦν κακὸν
1300 καὶ τῶν ξυνόντω�
� πολὺ παροινικώτατος;
καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων
Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον.
τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
1305 ἐνήλατ᾽ ἐσκίρτα ‘πεπόρδει κατεγέλα
ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον
κἄτυπτεν ἐμὲ νεανικῶς ‘παῖ παῖ’ καλῶν.
εἶτ᾽ αὐτὸν ὡς εἶδ᾽ ᾔκασεν Λυσίστρατος:
‘ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ
1310 κλητῆρί τ᾽ εἰς ἀχυρμὸν ἀποδεδρακότι.’
ὁ δ᾽ ἀνακραγὼν ἀντῄκασ᾽ αὐτὸν πάρνοπι
τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,
Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.
οἱ δ᾽ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου:
1315 οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός.
ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετ᾽: ‘εἰπέ μοι,
ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,
κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ᾽ ἀεί;᾽
τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,
1320 σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων
ἀμαθέστατ᾽ οὐδὲν εἰκότας τῷ πράγματι.
ἔπειτ᾽ ἐπειδὴ ‘μέθυεν, οἴκαδ᾽ ἔρχεται
τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.
1325 ἀλλ᾽ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.
Φιλοκλέων
ἄνεχε πάρεχε:
κλαύσεταί τις τῶν ὄπισθεν
ἐπακολουθούντων ἐμοί:
οἷον, εἰ μὴ ‘ρρήσεθ᾽, ὑμᾶς
1330 ὦ πόνηροι ταυτῃὶ τῇ
δᾳδὶ φρυκτοὺς σκευάσω.
Ξυμότης τις
ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην
ἡμῖν ἅπασι, κεἰ σφόδρ᾽ εἶ νεανίας.
ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
Φιλοκλέων
1335 ἰὴ ἰεῦ, καλούμενοι.
ἀρχαῖά γ᾽ ὑμῶν: ἆρά γ᾽ ἴσθ᾽
ὡς οὐδ᾽ ἀκούων ἀνέχομαι
δικῶν; ἰαιβοῖ, αἰβοῖ.
τάδε μ᾽ ἀρέσκει: βάλλε κημούς.
1340 οὐκ ἄπεισι; ποῦ ‘στιν ἡμῖν
ἡλιαστής; ἐκποδών. Φιλοκλέων
ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,
τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
ἔχου: φυλάττου δ᾽, ὡς σαπρὸν τὸ σχοινίον:
ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.
1345 ὁρᾷς ἐγώ σ᾽ ὡς δεξιῶς ὑφειλόμην
μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας:
ὧν οὕνεκ᾽ ἀπόδος τῷ πέει τῳδὶ χάριν.
ἀλλ᾽ οὐκ ἀποδώσεις οὐδ᾽ ἐφιαλεῖς οἶδ᾽ ὅτι,
ἀλλ᾽ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα:
1350 πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ᾽ ἠργάσω.
ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,
ἐγώ σ᾽ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,
λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον.
νῦν δ᾽ οὐ κρατῶ ‘γὼ τῶν ἐμαυτοῦ χρημάτων
1355 νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα.
τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον
κἄλλως κυμινοπριστοκαρδαμογλύφον.
ταῦτ᾽ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.
1360 ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμ᾽ ἔοικε θεῖν.
ἀλλ᾽ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς
λαβοῦσ᾽, ἵν᾽ αὐτὸν τωθάσω νεανικῶς,
οἵοις ποθ᾽ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.
Βδελυκλέων
ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,
1365 ποθεῖν ἐρᾶν τ᾽ ἔοικας ὡραίας σοροῦ.
οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.
Φιλοκλέων
ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
Βδελυκλέων
οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
τῶν ξυμποτῶν κλέψαντα;
Φιλοκλέων
ποίαν αὐλητρίδα;
1370 τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;
Βδελυκλέων
νὴ τὸν Δί᾽ αὕτη πού ‘στί σοί γ᾽ ἡ Δαρδανίς.
Φιλοκλέων
οὔκ, ἀλλ᾽ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.
Βδελυκλέων
δᾲς ἥδε;
Φιλοκλέων
δᾲς δῆτ᾽. οὐχ ὁρᾷς ἐστιγμένην;
Βδελυκλέων
τί δὲ τὸ μέλαν τοῦτ᾽ ἐστὶν αὐτῆς τοὐν μέσῳ;
Φιλοκλέων
1375 ἡ πίττα δήπου καομένης ἐξέρχεται.
Βδελυκλέων
ὁ δ᾽ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
Φιλοκλέων
ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
Βδελυκλέων
τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
Φιλοκλέων
ἆ ἆ τί μέλλεις δρᾶν;
Βδελυκλέων
ἄγειν ταύτην λαβὼν
1380 ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν
κοὐδὲν δύνασθαι δρᾶν.
Φιλοκλέων
ἄκουσόν νυν ἐμοῦ.
Ὀλυμπίασιν, ἡνίκ᾽ ἐθεώρουν ἐγώ,
Ἐφουδίων ἐμαχέσατ᾽ Ἀσκώνδᾳ καλῶς
ἤδη γέρων ὤν: εἶτα τῇ πυγμῇ θενὼν
1385 ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.
πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.
Βδελυκλέων
νὴ τὸν Δί᾽ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.
Αρτόπωλις
ἴθι μοι παράστηθ᾽, ἀντιβολῶ πρὸς τῶν θεῶν.
<
br /> ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ᾽ ἀπώλεσεν
1390 τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
ἄρτους δέκ᾽ ὀβολῶν κἀπιθήκην τέτταρας.
Βδελυκλέων
ὁρᾷς ἃ δέδρακας; πράγματ᾽ αὖ δεῖ καὶ δίκας
ἔχειν διὰ τὸν σὸν οἶνον.
Φιλοκλέων
οὐδαμῶς γ᾽, ἐπεὶ
λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί:
1395 ὥστ᾽ οἶδ᾽ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
Αρτόπωλις
οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
Φιλοκλέων
ἄκουσον ὦ γύναι: λόγον σοι βούλομαι
1400 λέξαι χαρίεντα.
Αρτόπωλις
μὰ Δία μὴ ‘μοί γ᾽ ὦ μέλε.
Φιλοκλέων
Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ᾽ ἑσπέρας
θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
κἄπειτ᾽ ἐκεῖνος εἶπεν, ‘ὦ κύον κύον,
εἰ νὴ Δί᾽ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
1405 πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.’
Αρτόπωλις
καὶ καταγελᾷς μου; προσκαλοῦμαί σ᾽ ὅστις εἶ
πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
κλητῆρ᾽ ἔχουσα Χαιρεφῶντα τουτονί.
Φιλοκλέων
μὰ Δί᾽ ἀλλ᾽ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
1410 Λᾶσός ποτ᾽ ἀντεδίδασκε καὶ Σιμωνίδης:
ἔπειθ᾽ ὁ Λᾶσος εἶπεν, ‘ὀλίγον μοι μέλει.’
Αρτόπωλις
ἄληθες οὗτος;
Φιλοκλέων
καὶ σὺ δή μοι Χαιρεφῶν
γυναικὶ † κλητεύειν ἐοικὼς † θαψίνῃ,
Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.
Βδελυκλέων
1415 ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται