Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 103
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 103

by Aristophanes


  μηδ᾽ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτ᾽ ἔδρων,

  ἀλλ᾽ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,

  ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.

  1120 ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε,

  οὗ δ᾽ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.

  ἄνδρες Λάκωνες στῆτε παρ᾽ ἐμὲ πλησίον,

  ἐνθένδε δ᾽ ὑμεῖς, καὶ λόγων ἀκούσατε.

  ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ᾽ ἔνεστί μοι,

  1125 αὐτὴ δ᾽ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,

  τοὺς δ᾽ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους

  πολλοὺς ἀκούσασ᾽ οὐ μεμούσωμαι κακῶς.

  λαβοῦσα δ᾽ ὑμᾶς λοιδορῆσαι βούλομαι

  κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος

  1130 βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς

  Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ (πόσους

  εἴποιμ᾽ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;)

  ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι

  Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.

  1135 εἷς μὲν λόγος μοι δεῦρ᾽ ἀεὶ περαίνεται.

  Ἀθηναῖος

  ἐγὼ δ᾽ ἀπόλλυμαί γ᾽ ἀπεψωλημένος.

  Λυσιστράτη

  εἶτ᾽ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,

  οὐκ ἴσθ᾽ ὅτ᾽ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ

  ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο

  1140 ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι

  στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε

  ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.

  ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις

  Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.

  1145 ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο

  δῃοῦτε χώραν, ἧς ὑπ᾽ εὖ πεπόνθατε;

  Ἀθηναῖος

  ἀδικοῦσιν οὗτοι νὴ Δί᾽ ὦ Λυσιστράτη.

  Λάκων

  ἀδικίομες: ἀλλ᾽ ὁ πρωκτὸς ἄφατον ὡς καλός.

  Λυσιστράτη

  ὑμᾶς δ᾽ ἀφήσειν τοὺς Ἀθηναίους μ᾽ οἴει;

  1150 οὐκ ἴσθ᾽ ὅθ᾽ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ

  κατωνάκας φοροῦντας ἐλθόντες δορὶ

  πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,

  πολλοὺς δ᾽ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,

  ξυνεκμαχοῦντες τῇ τόθ᾽ ἡμέρᾳ μόνοι,

  1155 κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης

  τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;

  Λάκων

  οὔπα γυναῖκ᾽ ὄπωπα χαϊωτεραν.

  Ἀθηναῖος

  ἐγὼ δὲ κύσθον γ᾽ οὐδέπω καλλίονα.

  Λυσιστράτη

  τί δῆθ᾽ υπηργμένων γε πολλῶν κἀγαθῶν

  1160 μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;

  τί δ᾽ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;

  Λάκων

  ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον

  λῇ τοῦτ᾽ ἀποδόμεν.

  Λυσιστράτη

  ποῖον ὦ τᾶν;

  Λάκων

  τὰν Πύλον,

  ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.

  Ἀθηναῖος

  1165 μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ᾽ οὐ δράσετε.

  Λυσιστράτη

  ἄφετ᾽ ὦγάθ᾽ αὐτοῖς.

  Ἀθηναῖος

  κᾆτα τίνα κινήσομεν;

  Λυσιστράτη

  ἕτερόν γ᾽ ἀπαιτεῖτ᾽ ἀντὶ τούτου χωρίον.

  Ἀθηναῖος

  τὸ δεῖνα τοίνυν παράδοθ᾽ ἡμῖν τουτονὶ

  πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ

  1170 κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.

  Λάκων

  οὐ τὼ σιὼ οὐχὶ πάντα γ᾽ ὦ λισσάνιε.

  Λυσιστράτη

  ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.

  Ἀθηναῖος

  ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.

  Λάκων

  ἐγὼ δὲ κοπραγωγεῖν γα †πρῶτα† ναὶ τὼ σιώ.

  Λυσιστράτη

  1175 ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.

  ἀλλ᾽ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ

  τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.

  Ἀθηναῖος

  ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν.

  οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν

  1180 βινεῖν ἅπασιν;

  Λάκων

  τοῖσι γῶν ναὶ τὼ σιὼ

  ἁμοῖσι.

  Ἀθηναῖος

  καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.

  Λυσιστράτη

  καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,

  ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει

  ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.

  1185 ὅρκους δ᾽ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.

  κἄπειτα τὴν αὑτοῦ γυναῖχ᾽ ὑμῶν λαβὼν

  ἄπεισ᾽ ἕκαστος.

  Ἀθηναῖος

  ἀλλ᾽ ἴωμεν ὡς τάχος.

  Λάκων

  ἄγ᾽ ὅπᾳ τυ λῇς.

  Ἀθηναῖος

  νὴ τὸν Δί᾽ ὡς τάχιστ᾽ ἄγε.

  Χορός

  στρωμάτων δὲ ποικίλων καὶ

  1190 χλανιδίων καὶ ξυστίδων καὶ

  χρυσίων, ὅσ᾽ ἐστί μοι,

  οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν

  τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.

  πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν

  1195 χρημάτων νῦν ἔνδοθεν, καὶ

  μηδὲν οὕτως εὖ σεσημάν-

  θαι τὸ μὴ οὐχὶ

  τοὺς ῥύπους ἀνασπάσαι,

  χἄττ᾽ ἂν ἔνδον ᾖ φορεῖν.

  1200 ὄψεται δ᾽ οὐδὲν σκοπῶν, εἰ

  μή τις ὑμῶν

  ὀξύτερον ἐμοῦ βλέπει. Χορός

  εἰ δέ τῳ μ
ὴ σῖτος ὑμῶν

  ἔστι, βόσκει δ᾽ οἰκέτας καὶ

  1205 σμικρὰ πολλὰ παιδία,

  ἔστι παρ᾽ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν,

  ὁ δ᾽ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.

  ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω

  εἰς ἐμοῦ σάκκους ἔχων καὶ

  1210 κωρύκους, ὡς λήψεται πυ-

  ρούς: ὁ Μανῆς δ᾽

  οὑμὸς αὐτοῖς ἐμβαλεῖ.

  πρός γε μέντοι τὴν θύραν

  προαγορεύω μὴ βαδίζειν

  τὴν ἐμήν, ἀλλ᾽

  1215 εὐλαβεῖσθαι τὴν κύνα. Ἀθηναῖος Α.

  ἄνοιγε τὴν θύραν: παραχωρεῖν οὐ θέλεις;

  ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι

  ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.

  οὐκ ἂν ποιήσαιμ᾽. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,

  1220 ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.

  Ἀθηναῖος Β

  χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.

  Ἀθηναῖος Α.

  οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.

  οὐκ ἄπιθ᾽, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν

  καθ᾽ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;

  Ἀθηναῖος Β.

  1225 οὔπω τοιοῦτον συμπόσιον ὄπωπ᾽ ἐγώ.

  ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί:

  ἡμεῖς δ᾽ ἐν οἴνῳ συμπόται σοφώτατοι.

  Ἀθηναῖος Α.

  ὀρθῶς γ᾽, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν:

  ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,

  1230 μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.

  νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα

  νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν:

  ὥσθ᾽ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,

  ἃ δ᾽ οὐ λέγουσι, ταῦθ᾽ ὑπονενοήκαμεν,

  1235 ἀγγέλλομεν δ᾽ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.

  νυνὶ δ᾽ ἅπαντ᾽ ἤρεσκεν: ὥστ᾽ εἰ μέν γέ τις

  ᾁδοι Τελαμῶνος, Κλειταγόρας ᾁδειν δέον,

  ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν.

  ἀλλ᾽ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν

  1240 ἐς ταὐτόν. οὐκ ἐρρήσετ᾽ ὦ μαστιγίαι;

  Ἀθηναῖος Β.

  νὴ τὸν Δί᾽ ὡς ἤδη γε χωροῦσ᾽ ἔνδοθεν.

  Λάκων

  ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια,

  ἵν᾽ ἐγὼ διποδιάξω τε κἀείσω καλὸν

  ἐς τὼς Ἀσαναίως τε † καὶ ἐς ἡμᾶς ἅμα †.

  Ἀθηναῖος

  1245 λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν,

  ὡς ἥδομαί γ᾽ ὑμᾶς ὁρῶν ὀρχουμένους.

  Χορὸς Λακεδαιμονίων

  ὅρμαον

  τὼς κυρσανίως ὦ Μναμοΰνα

  τάν τ᾽ ἐμὰν Μῶαν, ἅτις

  1250 οἶδεν ἁμὲ τώς τ᾽ Ἀσαναίως,

  ὅκα τοὶ μὲν ἐπ᾽ Ἀρταμιτίῳ

  πρὤκροον σιοείκελοι

  ποττὰ κᾶλα τὼς Μήδως τ᾽ ἐνίκων,

  ἁμὲ δ᾽ αὖ Λεωνίδας

  1255 ἆγεν ᾇπερ τὼς κάπρως

  θάγοντας οἰῶ τὸν ὀδόντα:

  πολὺς δ᾽ ἀμφὶ τὰς γένυας ἀφρὸς † ἤνσει †,

  πολὺς δ᾽ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο.

  1260 ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως

  τᾶς ψάμμας τοὶ Πέρσαι.

  ἀγροτέρα σηροκτόνε

  μόλε δεῦρο παρσένε σιὰ

  ποττὰς σπονδάς,

  1265 ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον.

  νῦν δ᾽ αὖ φιλία τ᾽ αἰὲς εὔπορος εἴη

  ταῖς συνθήκαις,

  καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα.

  ὢ δεῦρ᾽ ἴθι δεῦρ᾽ ὦ

  1270 κυναγὲ παρσένε. Ἀθηναῖος

  ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς,

  ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε

  1275 ὑμεῖς: ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ

  στήτω παρ᾽ ἄνδρα, κᾆτ᾽ ἐπ᾽ ἀγαθαῖς συμφοραῖς

  ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα

  τὸ λοιπὸν αὖθις μὴ ‘ξαμαρτάνειν ἔτι. Χορὸς Ἀθηναίων

  πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας,

  1280 ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,

  ἐπὶ δὲ δίδυμον ἀγέχορον

  Ἰήιον

  εὔφρον᾽, ἐπὶ δὲ Νύσιον,

  ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται,

  1285 Δία τε πυρὶ φλεγόμενον, ἐπί τε

  πότνιαν ἄλοχον ὀλβίαν:

  εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι

  χρησόμεθ᾽ οὐκ ἐπιλήσμοσιν

  Ἡσυχίας πέρι τῆς ἀγανόφρονος,

  1290 ἣν ἐποίησε θεὰ Κύπρις.

  ἀλαλαὶ ἰὴ παιήων:

  αἴρεσθ᾽ ἄνω ἰαί,

  ὡς ἐπὶ νίκῃ ἰαί.

  εὐοῖ εὐοῖ, εὐαί εὐαί. Ἀθηναῖος

  1295 πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.

  Χορὸς Λακεδαιμονίων

  Ταΰγετον αὖτ᾽ ἐραννὸν ἐκλιπῶα

  Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν

  κλέωα τὸν Ἀμύκλαις σιὸν

  1300 καὶ χαλκίοικον Ἀσάναν,

  Τυνδαρίδας τ᾽ ἀγασώς,

  τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.

  εἶα μάλ᾽ ἔμβη

  ὢ εἶα κοῦφα πάλλων,

  1305 ὡς Σπάρταν ὑμνίωμες,

  τᾷ σιῶν χοροὶ μέλοντι

  καὶ ποδῶν κτύπος,

  ᾇ τε πῶλοι ταὶ κόραι

  πὰρ τὸν Εὐρωταν

  1310 ἀμπάλλοντι πυκνὰ ποδοῖν

  ἀγκονίωαι,

  ταὶ δὲ κόμαι σείονθ᾽ ᾇπερ Βακχᾶν

  θυρσαδδωᾶν καὶ παιδδωᾶν.

  ἁγεῖται δ᾽ ἁ Λήδας παῖς

  1315 ἁγνὰ χοραγὸς εὐπρεπής.

  ἀλλ᾽ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδη


  ᾇ τις ἔλαφος: κρότον δ᾽ ἁμᾷ ποίει χορωφελήταν.

  1320 καὶ τὰν σιὰν δ᾽ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.

  THE WOMEN CELEBRATING THE THESMOPHORIA

  Μνησίλοχος

  ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;

  ἀπολεῖ μ᾽ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.

  οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μ᾽ ἐκβαλεῖν,

  παρὰ σοῦ πυφέσθαι ποῖ μ᾽ ἄγεις ωὖριπίδη;

  Εὐριπίδης

  5 ἀλλ᾽ οὐκ ἀκούειν δεῖ σε πάνθ᾽ ὅσ᾽ αὐτίκα

  ὄψει παρεστώς.

  Μνησίλοχος

  πῶς λέγεις; αὖθις φράσον.

  οὐ δεῖ μ᾽ ἀκούειν;

  Εὐριπίδης

  οὐχ ἅ γ᾽ ἂν μέλλῃς ὁρᾶν.

  Μνησίλοχος

  οὐδ᾽ ἆρ᾽ ὁρᾶν δεῖ μ᾽;

  Εὐριπίδης

  οὐχ ἅ γ᾽ ἂν ἀκούειν δέῃ.

  Μνησίλοχος

  πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.

  10 οὐ φῂς σὺ χρῆναί μ᾽ οὔτ᾽ ἀκούειν οὔθ᾽ ὁρᾶν;

  Εὐριπίδης

  χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ‘στὶν ἡ φύσις.

  Μνησίλοχος

  τοῦ μήτ᾽ ἀκούειν μήθ᾽ ὁρᾶν;

  Εὐριπίδης

  εὖ ἴσθ᾽ ὅτι.

  Μνησίλοχος

  πῶς χωρίς;

  Εὐριπίδης

  οὕτω ταῦτα διεκρίθη τότε.

  αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο

  15 καὶ ζᾦ᾽ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,

  ᾧ μὲν βλέπειν χρὴ πρῶτ᾽ ἐμηχανήσατο

  ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,

  ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.

  Μνησίλοχος

  διὰ τὴν χοάνην οὖν μήτ᾽ ἀκούω μήθ᾽ ὁρῶ;

  20 νὴ τὸν Δί᾽ ἥδομαί γε τουτὶ προσμαθών.

  οἷόν γέ που ‘στιν αἱ σοφαὶ ξυνουσίαι.

  Εὐριπίδης

  πόλλ᾽ ἂν μάθοις τοιαῦτα παρ᾽ ἐμοῦ.

  Μνησίλοχος

 

‹ Prev