Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 323
Septuagint Complete Greek and English Edition Page 323

by Septuagint


  CHAPTER 31

  [1] Καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ισραηλ, καὶ ἔφυγον οἱ ἄνδρες Ισραηλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουε. [2] καὶ συνάπτουσιν ἀλλόφυλοι τῷ Σαουλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισα υἱοὺς Σαουλ. [3] καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαουλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια. [4] καὶ εἶπεν Σαουλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ’ αὐτήν. [5] καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκεν Σαουλ, καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν μετ’ αὐτοῦ. [6] καὶ ἀπέθανεν Σαουλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό. [7] καὶ εἶδον οἱ ἄνδρες Ισραηλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ισραηλ καὶ ὅτι τέθνηκεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς. – [8] καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσιν τὸν Σαουλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουε. [9] καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ αὐτῶν· [10] καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσαν. [11] καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ιαβις τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαουλ. [12] καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσαν καὶ φέρουσιν αὐτοὺς εἰς Ιαβις καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ. [13] καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν Ιαβις καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.

  II Kings

  CHAPTER 1

  [1] Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαουλ καὶ Δαυιδ ἀνέστρεψεν τύπτων τὸν Αμαληκ, καὶ ἐκάθισεν Δαυιδ ἐν Σεκελακ ἡμέρας δύο. [2] καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαουλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. [3] καὶ εἶπεν αὐτῷ Δαυιδ Πόθεν σὺ παραγίνῃ; καὶ εἶπεν πρὸς αὐτόν Ἐκ τῆς παρεμβολῆς Ισραηλ ἐγὼ διασέσῳσμαι. [4] καὶ εἶπεν αὐτῷ Δαυιδ Τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι Ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον· καὶ ἀπέθανεν καὶ Σαουλ, καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν. [5] καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πῶς οἶδας ὅτι τέθνηκεν Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ; [6] καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ Περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουε, καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ. [7] καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με, καὶ εἶπα Ἰδοὺ ἐγώ. [8] καὶ εἶπέν μοι Τίς εἶ σύ; καὶ εἶπα Αμαληκίτης ἐγώ εἰμι. [9] καὶ εἶπεν πρός με Στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχεν με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί. [10] καὶ ἐπέστην ἐπ’ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε. [11] καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. [12] καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἶκον Ισραηλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ. [13] καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόθεν εἶ σύ; καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι. [14] καὶ εἶπεν αὐτῷ Δαυιδ Πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου; [15] καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανεν. [16] καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι Ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου. [17] Καὶ ἐθρήνησεν Δαυιδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ [18] καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα – ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς – [19] Στήλωσον, Ισραηλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί. [20] μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ ε
ὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος, μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων, μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων. [21] ὄρη τὰ ἐν Γελβουε, μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ’ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ. [22] ἀφ’ αἵματος τραυματιῶν, ἀπὸ στέατος δυνατῶν τόξον Ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομφαία Σαουλ οὐκ ἀνέκαμψεν κενή. [23] Σαουλ καὶ Ιωναθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχω ρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν, ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν. [24] θυγατέρες Ισραηλ, ἐπὶ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν. [25] πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας. [26] ἀλγῶ ἐπὶ σοί, ἄδελφέ μου Ιωναθαν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν. [27] πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά.

  CHAPTER 2

  [1] Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ιουδα; καὶ εἶπεν κύριος πρὸς αὐτόν Ἀνάβηθι. καὶ εἶπεν Δαυιδ Ποῦ ἀναβῶ; καὶ εἶπεν Εἰς Χεβρων. [2] καὶ ἀνέβη ἐκεῖ Δαυιδ εἰς Χεβρων καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου, [3] καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρων. [4] καὶ ἔρχονται ἄνδρες τῆς Ιουδαίας καὶ χρίουσιν τὸν Δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ιουδα. Καὶ ἀπήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οἱ ἄνδρες Ιαβις τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαουλ. [5] καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβις τῆς Γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ Σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ· [6] καὶ νῦν ποιήσαι κύριος μεθ’ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ’ ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο· [7] καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαουλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ιουδα ἐφ’ ἑαυτοὺς εἰς βασιλέα. [8] Καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος τοῦ Σαουλ ἔλαβεν τὸν Ιεβοσθε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναεμ [9] καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εφραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ. [10] τεσσαράκοντα ἐτῶν Ιεβοσθε υἱὸς Σαουλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ, καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου Ιουδα, οἳ ἦσαν ὀπίσω Δαυιδ· [11] καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἶκον Ιουδα, ἑπτὰ ἔτη καὶ ἓξ μῆνας. [12] Καὶ ἐξῆλθεν Αβεννηρ υἱὸς Νηρ καὶ οἱ παῖδες Ιεβοσθε υἱοῦ Σαουλ ἐκ Μαναεμ εἰς Γαβαων· [13] καὶ Ιωαβ υἱὸς Σαρουιας καὶ οἱ παῖδες Δαυιδ ἐξήλθοσαν ἐκ Χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν. [14] καὶ εἶπεν Αβεννερ πρὸς Ιωαβ Ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν Ιωαβ Ἀναστήτωσαν. [15] καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμιν δώδεκα τῶν Ιεβοσθε υἱοῦ Σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυιδ. [16] καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσιν κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαων. [17] καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ. – [18] καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουιας, Ιωαβ καὶ Αβεσσα καὶ Ασαηλ, καὶ Ασαηλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ. [19] καὶ κατεδίωξεν Ασαηλ ὀπίσω Αβεννηρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Αβεννηρ. [20] καὶ ἐπέβλεψεν Αβεννηρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτὸς Ασαηλ; καὶ εἶπεν Ἐγώ εἰμι. [21] καὶ εἶπεν αὐτῷ Αβεννηρ Ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ασαηλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ. [22] καὶ προσέθετο ἔτι Αβεννηρ λέγων τῷ Ασαηλ Ἀπόστηθι ἀπ’ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ιωαβ; καὶ ποῦ ἐστιν ταῦτα; ἐπίστρεφε πρὸς Ιωαβ τὸν ἀδελφόν σου. [23] καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνῄσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ Ασαηλ καὶ ἀπέθανεν, καὶ ὑφίστατο. – [24] καὶ κατεδίωξεν Ιωαβ καὶ Αβεσσα ὀ
πίσω Αβεννηρ· καὶ ὁ ἥλιος ἔδυνεν, καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Αμμαν, ὅ ἐστιν ἐπὶ προσώπου Γαι ὁδὸν ἔρημον Γαβαων. [25] καὶ συναθροίζονται υἱοὶ Βενιαμιν οἱ ὀπίσω Αβεννηρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός. [26] καὶ ἐκάλεσεν Αβεννηρ Ιωαβ καὶ εἶπεν Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν; [27] καὶ εἶπεν Ιωαβ Ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ. [28] καὶ ἐσάλπισεν Ιωαβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ισραηλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν. [29] καὶ Αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν. [30] καὶ Ιωαβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Αβεννηρ καὶ συνήθροισεν πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ Ασαηλ. [31] καὶ οἱ παῖδες Δαυιδ ἐπάταξαν τῶν υἱῶν Βενιαμιν τῶν ἀνδρῶν Αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ’ αὐτοῦ. [32] καὶ αἴρουσιν τὸν Ασαηλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλεεμ. καὶ ἐπορεύθη Ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρων.

 

‹ Prev