Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 357
Septuagint Complete Greek and English Edition Page 357

by Septuagint


  CHAPTER 25

  [1] καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ παρενέβαλεν ἐπ’ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ’ αὐτὴν περίτειχος κύκλῳ. [2] καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκιου· [3] ἐνάτῃ τοῦ μηνὸς καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. [4] καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχέων, αὕτη ἥ ἐστιν τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύθη ὁδὸν τὴν Αραβα, [5] καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν Αραβωθ Ιεριχω, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ. [6] καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθα, καὶ ἐλάλησεν μετ’ αὐτοῦ κρίσιν· [7] καὶ τοὺς υἱοὺς Σεδεκιου ἔσφαξεν κατ’ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκιου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα. [8] Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνός [αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος] ἦλθεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ιερουσαλημ. [9] καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ιερουσαλημ, καὶ πᾶν οἶκον ἐνέπρησεν [10] ὁ ἀρχιμάγειρος. [11] καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ἐνέπεσον πρὸς βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος. [12] καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβιν. [13] καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τὰς μεχωνωθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἦραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα. [14] καὶ τοὺς λέβητας καὶ τὰ ιαμιν καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβεν· [15] καὶ τὰ πυρεῖα καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος, [16] στύλους δύο, ἡ θάλασσα ἡ μία καὶ τὰ μεχωνωθ, ἃ ἐποίησεν Σαλωμων τῷ οἴκῳ κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν. [17] ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθαρ ἐπ’ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθαρ τριῶν πήχεων, σαβαχα καὶ ῥοαὶ ἐπὶ τοῦ χωθαρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ σαβαχα. [18] καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραιαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονιαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν [19] καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης ἐπὶ τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει· [20] καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδαν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθα, [21] καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς ἐν Δεβλαθα ἐν γῇ Αιμαθ. καὶ ἀπῳκίσθη Ιουδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ. [22] Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν γῇ Ιουδα, οὓς κατέλιπεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ’ αὐτῶν τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαφαν. [23] καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν, καὶ ἦλθον πρὸς Γοδολιαν εἰς Μασσηφαθ, καὶ Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θανεμαθ ὁ Νετωφαθίτης καὶ Ιεζονιας υἱὸς τοῦ Μαχαθι, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. [24] καὶ ὤμοσεν Γοδολιας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων· καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν. [25] καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Ισμαηλ υἱὸς Ναθανιου υἱοῦ Ελισαμα ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ’ αὐτοῦ· καὶ ἐπάταξεν τὸν Γοδολιαν, καὶ ἀπέθανεν, καὶ τοὺς Ιουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ’ αὐτοῦ εἰς Μασσηφαθ. [26] καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν Χαλδαίων. [27] Καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικεσίας τοῦ Ιωακιμ βασιλέως Ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Ευιλμαρωδαχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ [28] καὶ ἐλάλησεν μετ’ αὐτοῦ ἀγαθὰ καὶ ἔδωκεν τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βαβυλῶνι, [29] καὶ ἠλλοίωσεν τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθ
ιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· [30] καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διὰ παντὸς ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

  I Chronicles

  CHAPTER 1

  [1] Αδαμ, Σηθ, Ενως, [2] Καιναν, Μαλελεηλ, Ιαρεδ, [3] Ενωχ, Μαθουσαλα, Λαμεχ, [4] Νωε. υἱοὶ Νωε· Σημ, Χαμ, Ιαφεθ. [5] Υἱοὶ Ιαφεθ· Γαμερ, Μαγωγ, Μαδαι, Ιωυαν, Ελισα, Θοβελ, Μοσοχ καὶ Θιρας. [6] καὶ υἱοὶ Γαμερ· Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα. [7] καὶ υἱοὶ Ιωυαν· Ελισα καὶ Θαρσις, Κίτιοι καὶ Ῥόδιοι. [8] Καὶ υἱοὶ Χαμ· Χους καὶ Μεστραιμ, Φουδ καὶ Χανααν. [9] καὶ υἱοὶ Χους· Σαβα καὶ Ευιλατ καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σεβεκαθα. καὶ υἱοὶ Ρεγμα· Σαβα καὶ Ουδαδαν. [10] καὶ Χους ἐγέννησεν τὸν Νεβρωδ· οὗτος ἤρξατο τοῦ εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς. [17] Υἱοὶ Σημ· Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ, [24] Σαλα, [25] Εβερ, Φαλεκ, Ραγαυ, [26] Σερουχ, Ναχωρ, Θαρα, [27] Αβρααμ. [28] Υἱοὶ δὲ Αβρααμ· Ισαακ καὶ Ισμαηλ. [29] αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ισμαηλ· Ναβαιωθ καὶ Κηδαρ, Ναβδεηλ, Μαβσαν, [30] Μασμα, Ιδουμα, Μασση, Χοδδαδ, Θαιμαν, [31] Ιεττουρ, Ναφες καὶ Κεδμα. οὗτοί εἰσιν υἱοὶ Ισμαηλ. – [32] καὶ υἱοὶ Χεττουρας παλλακῆς Αβρααμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβραν, Ιεξαν, Μαδαν, Μαδιαμ, Σοβακ, Σωε. καὶ υἱοὶ Ιεξαν· Σαβα καὶ Δαιδαν. [33] καὶ υἱοὶ Μαδιαμ· Γαιφα καὶ Οφερ καὶ Ενωχ καὶ Αβιδα καὶ Ελδαα. πάντες οὗτοι υἱοὶ Χεττουρας. [34] Καὶ ἐγέννησεν Αβρααμ τὸν Ισαακ. καὶ υἱοὶ Ισαακ· Ησαυ καὶ Ιακωβ. [35] Υἱοὶ Ησαυ· Ελιφας καὶ Ραγουηλ καὶ Ιεουλ καὶ Ιεγλομ καὶ Κορε. [36] υἱοὶ Ελιφας· Θαιμαν καὶ Ωμαρ, Σωφαρ καὶ Γοωθαμ καὶ Κενεζ καὶ τῆς Θαμνα Αμαληκ. [37] καὶ υἱοὶ Ραγουηλ· Ναχεθ, Ζαρε, Σομε καὶ Μοζε. – [38] υἱοὶ Σηιρ· Λωταν, Σωβαλ, Σεβεγων, Ανα, Δησων, Ωσαρ, Δαισων. [39] καὶ υἱοὶ Λωταν· Χορρι καὶ Αιμαν καὶ Αιλαθ καὶ Ναμνα. [40] υἱοὶ Σωβαλ· Γωλαμ, Μαναχαθ, Γαιβηλ, Σωβ καὶ Ωναμ. υἱοὶ δὲ Σεβεγων· Αια καὶ Ανα. [41] υἱοὶ Ανα· Δαισων. υἱοὶ δὲ Δησων· Εμερων καὶ Εσεβαν καὶ Ιεθραν καὶ Χαρραν. [42] καὶ υἱοὶ Ωσαρ· Βαλααν καὶ Ζουκαν καὶ Ιωκαν. υἱοὶ Δαισων· Ως καὶ Αρραν. [43] Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλακ υἱὸς Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα. [44] καὶ ἀπέθανεν Βαλακ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας. [45] καὶ ἀπέθανεν Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων. [46] καὶ ἀπέθανεν Ασομ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ. [47] καὶ ἀπέθανεν Αδαδ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαμαα ἐκ Μασεκκας. [48] καὶ ἀπέθανεν Σαμαα, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν. [49] καὶ ἀπέθανεν Σαουλ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ. [50] καὶ ἀπέθανεν Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αδαδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ. [51] καὶ ἀπέθανεν Αδαδ. – καὶ ἦσαν ἡγεμόνες Εδωμ· ἡγεμὼν Θαμανα, ἡγεμὼν Γωλα, ἡγεμὼν Ιεθετ, [52] ἡγεμὼν Ελιβαμας, ἡγεμὼν Ηλας, ἡγεμὼν Φινων, [53] ἡγεμὼν Κενεζ, ἡγεμὼν Θαιμαν, ἡγεμὼν Μαβσαρ, [54] ἡγεμὼν Μεγεδιηλ, ἡγεμὼν Ηραμ. οὗτοι ἡγεμόνες Εδωμ.

  CHAPTER 2

  [1] Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ· Ρουβην, Συμεων, Λευι, Ιουδα, Ισσαχαρ, Ζαβουλων, [2] Δαν, Ιωσηφ, Βενιαμιν, Νεφθαλι, Γαδ, Ασηρ. [3] Υἱοὶ Ιουδα· Ηρ, Αυναν, Σηλων, τρεῖς· ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαυας τῆς Χαναανίτιδος. καὶ ἦν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτόν. [4] καὶ Θαμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρες καὶ τὸν Ζαρα. πάντες υἱοὶ Ιουδα πέντε. [5] υἱοὶ Φαρες· Αρσων καὶ Ιεμουηλ. [6] καὶ υἱοὶ Ζαρα· Ζαμβρι καὶ Αιθαν καὶ Αιμαν καὶ Χαλχαλ καὶ Δαρα, πάντες πέντε. [7] καὶ υἱοὶ Χαρμι· Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα. [8] καὶ υἱοὶ Αιθαν· Αζαρια. – [9] καὶ υἱοὶ Εσερων, οἳ ἐτέχθησαν αὐτῷ· ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ. [10] καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ, καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα τοῦ οἴκου Ιουδα, [11] καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμων, καὶ Σαλμων ἐγέννησεν τὸν Βοος, [12] καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ, καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι, [13] καὶ Ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτοῦ Ελιαβ· Αμιναδαβ ὁ δεύτερος, Σαμαα ὁ τρίτος, [14] Ναθαναηλ ὁ τέταρτος, Ραδδαι ὁ πέμπτος, [15] Ασομ ὁ ἕκτος, Δαυιδ ὁ ἕβδομος. [16] καὶ ἀδελφὴ αὐτῶν Σαρουια καὶ Αβιγαια. καὶ υἱοὶ Σαρουια· Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ, τρεῖς. [17] καὶ Αβιγαια ἐγέννησεν τὸν Αμεσσα· καὶ πατὴρ Αμεσσα Ιοθορ ὁ Ισμαηλίτης. [18] Καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναῖκα καὶ τὴν Ιεριωθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα. [19] καὶ ἀπέθανεν Γαζουβα, καὶ ἔλαβεν ἑαυτῷ Χαλεβ τὴν Εφραθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ωρ· [20] καὶ Ωρ ἐγέννησεν τὸν Ουρι, καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ. [21] καὶ μετὰ ταῦτα εἰσῆλθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν, καὶ ἔτεκεν αὐτῷ τὸν Σεγουβ. [22] καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαιρ. καὶ ἦσαν αὐτῷ εἴκοσι τρεῖς πόλεις ἐν τῇ Γαλααδ· [23] καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαιρ ἐξ αὐτῶν, τὴν Καναθ καὶ τὰς κώμα
ς αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχιρ πατρὸς Γαλααδ. [24] καὶ μετὰ τὸ ἀποθανεῖν Εσερων ἦλθεν Χαλεβ εἰς Εφραθα. καὶ ἡ γυνὴ Εσερων Αβια, καὶ ἔτεκεν αὐτῷ τὸν Ασχωδ πατέρα Θεκωε. – [25] καὶ ἦσαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων· ὁ πρωτότοκος Ραμ, καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελφὸς αὐτοῦ. [26] καὶ ἦν γυνὴ ἑτέρα τῷ Ιερεμεηλ, καὶ ὄνομα αὐτῇ Αταρα· αὕτη ἐστὶν μήτηρ Οζομ. [27] καὶ ἦσαν υἱοὶ Ραμ πρωτοτόκου Ιερεμεηλ· Μαας καὶ Ιαμιν καὶ Ακορ. [28] καὶ ἦσαν υἱοὶ Οζομ· Σαμαι καὶ Ιαδαε. καὶ υἱοὶ Σαμαι· Ναδαβ καὶ Αβισουρ. [29] καὶ ὄνομα τῆς γυναικὸς Αβισουρ Αβιχαιλ, καὶ ἔτεκεν αὐτῷ τὸν Αχαβαρ καὶ τὸν Μωλιδ. [30] υἱοὶ Ναδαβ· Σαλαδ καὶ Αφφαιμ. καὶ ἀπέθανεν Σαλαδ οὐκ ἔχων τέκνα. [31] καὶ υἱοὶ Αφφαιμ· Ισεμιηλ. καὶ υἱοὶ Ισεμιηλ· Σωσαν. καὶ υἱοὶ Σωσαν· Αχλαι. [32] καὶ υἱοὶ Ιαδαε· Αχισαμαι, Ιεθερ, Ιωναθαν· καὶ ἀπέθανεν Ιεθερ οὐκ ἔχων τέκνα. [33] καὶ υἱοὶ Ιωναθαν· Φαλεθ καὶ Οζαζα. οὗτοι ἦσαν υἱοὶ Ιερεμεηλ. [34] καὶ οὐκ ἦσαν τῷ Σωσαν υἱοί, ἀλλ’ ἢ θυγατέρες· καὶ τῷ Σωσαν παῖς Αἰγύπτιος καὶ ὄνομα αὐτῷ Ιωχηλ, [35] καὶ ἔδωκεν Σωσαν τὴν θυγατέρα αὐτοῦ τῷ Ιωχηλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Εθθι. [36] καὶ Εθθι ἐγέννησεν τὸν Ναθαν, καὶ Ναθαν ἐγέννησεν τὸν Ζαβεδ, [37] καὶ Ζαβεδ ἐγέννησεν τὸν Αφαληλ, καὶ Αφαληλ ἐγέννησεν τὸν Ωβηδ, [38] καὶ Ωβηδ ἐγέννησεν τὸν Ιηου, καὶ Ιηου ἐγέννησεν τὸν Αζαριαν, [39] καὶ Αζαριας ἐγέννησεν τὸν Χελλης, καὶ Χελλης ἐγέννησεν τὸν Ελεασα, [40] καὶ Ελεασα ἐγέννησεν τὸν Σοσομαι, καὶ Σοσομαι ἐγέννησεν τὸν Σαλουμ, [41] καὶ Σαλουμ ἐγέννησεν τὸν Ιεχεμιαν, καὶ Ιεχεμιας ἐγέννησεν τὸν Ελισαμα. – [42] καὶ υἱοὶ Χαλεβ ἀδελφοῦ Ιερεμεηλ· Μαρισα ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζιφ· καὶ υἱοὶ Μαρισα πατρὸς Χεβρων. [43] καὶ υἱοὶ Χεβρων· Κορε καὶ Θαπους καὶ Ρεκομ καὶ Σεμαα. [44] καὶ Σεμαα ἐγέννησεν τὸν Ραεμ πατέρα Ιερκααν, καὶ Ιερκααν ἐγέννησεν τὸν Σαμαι· [45] καὶ υἱὸς αὐτοῦ Μαων, καὶ Μαων πατὴρ Βαιθσουρ. [46] καὶ Γαιφα ἡ παλλακὴ Χαλεβ ἐγέννησεν τὸν Αρραν καὶ τὸν Μωσα καὶ τὸν Γεζουε. καὶ Αρραν ἐγέννησεν τὸν Γεζουε. [47] καὶ υἱοὶ Ιαδαι· Ραγεμ καὶ Ιωαθαμ καὶ Γηρσωμ καὶ Φαλετ καὶ Γαιφα καὶ Σαγαφ. [48] καὶ ἡ παλλακὴ Χαλεβ Μωχα ἐγέννησεν τὸν Σαβερ καὶ τὸν Θαρχνα. [49] καὶ ἐγέννησεν Σαγαφ πατέρα Μαρμηνα καὶ τὸν Σαου πατέρα Μαχαβηνα καὶ πατέρα Γαιβαα· καὶ θυγάτηρ Χαλεβ Ασχα. [50] οὗτοι ἦσαν υἱοὶ Χαλεβ. – υἱοὶ Ωρ πρωτοτόκου Εφραθα· Σωβαλ πατὴρ Καριαθιαριμ, [51] Σαλωμων πατὴρ Βαιθλαεμ, Αριμ πατὴρ Βαιθγεδωρ. [52] καὶ ἦσαν υἱοὶ τῷ Σωβαλ πατρὶ Καριαθιαριμ· Αραα, Εσι, Αμμανιθ, [53] Εμοσφεως, πόλις Ιαιρ, Αιθαλιμ καὶ Μιφιθιμ καὶ Ησαμαθιμ καὶ Ημασαραιμ· ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ οἱ Εσθαωλαῖοι. [54] υἱοὶ Σαλωμων· Βαιθλαεμ, Νετωφαθι, Αταρωθ οἴκου Ιωαβ καὶ ἥμισυ τῆς Μαναθι, Ησαρει, [55] πατριαὶ γραμματέων κατοικοῦντες Ιαβες, Θαργαθιιμ, Σαμαθιιμ, Σωκαθιιμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημα πατρὸς οἴκου Ρηχαβ.

 

‹ Prev