by Septuagint
CHAPTER 7
[1] Καὶ τοῖς υἱοῖς Ισσαχαρ· Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Σεμερων, τέσσαρες. [2] καὶ υἱοὶ Θωλα· Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. [3] καὶ υἱοὶ Οζι· Ιεζρια, καὶ υἱοὶ Ιεζρια· Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια, πέντε, ἄρχοντες πάντες. [4] καὶ ἐπ’ αὐτῶν κατὰ γενέσεις αὐτῶν κατ’ οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς. [5] καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων. [6] Βενιαμιν· Βαλε καὶ Βαχιρ καὶ Ιαδιηλ, τρεῖς. [7] καὶ υἱοὶ Βαλε· Ασεβων καὶ Οζι καὶ Οζιηλ καὶ Ιεριμωθ καὶ Ουρι, πέντε, ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάμει. καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες. [8] καὶ υἱοὶ Βαχιρ· Ζαμαριας καὶ Ιωας καὶ Ελιεζερ καὶ Ελιθεναν καὶ Αμαρια καὶ Ιεριμωθ καὶ Αβιου καὶ Αναθωθ καὶ Γεμεεθ. πάντες οὗτοι υἱοὶ Βαχιρ. [9] καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι. [10] καὶ υἱοὶ Ιαδιηλ· Βαλααν. καὶ υἱοὶ Βαλααν· Ιαους καὶ Βενιαμιν καὶ Αωθ καὶ Χανανα καὶ Ζαιθαν καὶ Ραμεσσαι καὶ Αχισααρ. [11] πάντες οὗτοι υἱοὶ Ιαδιηλ ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν. [12] καὶ Σαπφιν καὶ Απφιν καὶ υἱοὶ Ραωμ· υἱὸς αὐτοῦ Αερ. [13] Υἱοὶ Νεφθαλι· Ιασιηλ καὶ Γωνι καὶ Ισσιηρ καὶ Σαλωμ, υἱοὶ Βαλαα. [14] Υἱοὶ Μανασση· Ασεριηλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ. [15] καὶ Μαχιρ ἔλαβεν γυναῖκα τῷ Αμφιν καὶ Μαμφιν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχα. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπααδ, καὶ ἐγεννήθησαν τῷ Σαλπααδ θυγατέρες. [16] καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σορος· υἱὸς αὐτοῦ Ουλαμ. [17] καὶ υἱοὶ Ουλαμ· Βαδαν. οὗτοι υἱοὶ Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση. [18] καὶ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχεθ ἔτεκεν τὸν Ισαδεκ καὶ τὸν Αβιεζερ καὶ τὸν Μαελα. [19] καὶ ἦσαν υἱοὶ Σεμιρα· Ιααιμ καὶ Συχεμ καὶ Λακει καὶ Ανιαμ. [20] Καὶ υἱοὶ Εφραιμ· Σωθαλα, καὶ Βαραδ υἱὸς αὐτοῦ, καὶ Θααθ υἱὸς αὐτοῦ, Ελεαδα υἱὸς αὐτοῦ, Νομεε υἱὸς αὐτοῦ, [21] Ζαβεδ υἱὸς αὐτοῦ, Σωθελε υἱὸς αὐτοῦ καὶ Εζερ καὶ Ελεαδ. καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν λαβεῖν τὰ κτήνη αὐτῶν. [22] καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν. [23] καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Βαραγα, ὅτι Ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου. [24] καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ Οζαν· Σεηρα [25] καὶ Ραφη υἱοὶ αὐτοῦ, Ρασεφ καὶ Θαλε υἱοὶ αὐτοῦ, Θαεν υἱὸς αὐτοῦ. [26] τῷ Λααδαν υἱῷ αὐτοῦ Αμιουδ υἱὸς αὐτοῦ, Ελισαμα υἱὸς αὐτοῦ, [27] Νουμ υἱὸς αὐτοῦ, Ιησουε υἱὸς αὐτοῦ. [28] καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθηλ καὶ αἱ κῶμαι αὐτῆς, κατ’ ἀνατολὰς Νααραν, πρὸς δυσμαῖς Γαζερ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Συχεμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιαν καὶ αἱ κῶμαι αὐτῆς. [29] καὶ ἕως ὁρίων υἱῶν Μανασση· Βαιθσααν καὶ αἱ κῶμαι αὐτῆς, Θααναχ καὶ αἱ κῶμαι αὐτῆς καὶ Βαλαδ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδω καὶ αἱ κῶμαι αὐτῆς, Δωρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν οἱ υἱοὶ Ιωσηφ υἱοῦ Ισραηλ. [30] Υἱοὶ Ασηρ· Ιεμνα καὶ Ισουα καὶ Ισουι καὶ Βεριγα, καὶ Σορε ἀδελφὴ αὐτῶν. [31] καὶ υἱοὶ Βεριγα· Χαβερ καὶ Μελχιηλ, οὗτος πατὴρ Βερζαιθ. [32] καὶ Χαβερ ἐγέννησεν τὸν Ιαφαλητ καὶ τὸν Σαμηρ καὶ τὸν Χωθαμ καὶ τὴν Σωλα ἀδελφὴν αὐτῶν. [33] καὶ υἱοὶ Ιαφαλητ· Φεσηχι, Βαμαηλ καὶ Ασιθ· οὗτοι υἱοὶ Ιαφαλητ. [34] καὶ υἱοὶ Σεμμηρ· Αχιουραογα καὶ Οβα καὶ Αραμ [35] καὶ Βανηελαμ· ἀδελφοὶ αὐτοῦ Σωφα καὶ Ιμανα καὶ Σελλης καὶ Αμαλ. [36] υἱοὶ Σωφα· Χουχι, Αρναφαρ καὶ Σουαλ καὶ Βαρι καὶ Ιμαρη, [37] Σοβαλ καὶ Ωδ καὶ Σεμμα καὶ Σαλισα καὶ Ιεθραν καὶ Βεηρα. [38] καὶ υἱοὶ Ιεθερ· Ιφινα καὶ Φασφα καὶ Αρα. [39] καὶ υἱοὶ Ωλα· Ορεχ, Ανιηλ καὶ Ρασια. [40] πάντες οὗτοι υἱοὶ Ασηρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι· ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἴκοσι ἓξ χιλιάδες.
CHAPTER 8
[1] Καὶ Βενιαμιν ἐγέννησεν τὸν Βαλε πρωτότοκον αὐτοῦ καὶ Ασβηλ τὸν δεύτερον, Ααρα τὸν τρίτον, [2] Νωα τὸν τέταρτον καὶ Ραφη τὸν πέμπτον. [3] καὶ ἦσαν υἱοὶ τῷ Βαλε· Αδερ καὶ Γηρα καὶ Αβιουδ [4] καὶ Αβισουε καὶ Νοομα καὶ Αχια [5] καὶ Γηρα καὶ Σωφαρφακ καὶ Ωιμ. – [6] οὗτοι υἱοὶ Αωδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Γαβεε, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθι· [7] καὶ Νοομα καὶ Αχια καὶ Γηρα· οὗτος ιγλααμ καὶ ἐγέννησεν τὸν Ναανα καὶ τὸν Αχιχωδ. [8] καὶ Σααρημ ἐγέννησεν ἐν τῷ πεδίῳ Μωαβ μετὰ τὸ �
�ποστεῖλαι αὐτὸν Ωσιμ καὶ τὴν Βααδα γυναῖκα αὐτοῦ. [9] καὶ ἐγέννησεν ἐκ τῆς Αδα γυναικὸς αὐτοῦ τὸν Ιωβαβ καὶ τὸν Σεβια καὶ τὸν Μισα καὶ τὸν Μελχαμ [10] καὶ τὸν Ιαως καὶ τὸν Σαβια καὶ τὸν Μαρμα· οὗτοι ἄρχοντες πατριῶν. [11] καὶ ἐκ τῆς Ωσιμ ἐγέννησεν τὸν Αβιτωβ καὶ τὸν Αλφααλ. [12] καὶ υἱοὶ Αλφααλ· Ωβηδ, Μεσσααμ, Σεμμηρ· οὗτος ᾠκοδόμησεν τὴν Ωνω καὶ τὴν Λοδ καὶ τὰς κώμας αὐτῆς. – [13] καὶ Βεριγα καὶ Σαμα· οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν Αιλαμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γεθ. [14] καὶ ἀδελφὸς αὐτοῦ Σωσηκ καὶ Ιαριμωθ [15] καὶ Ζαβαδια καὶ Ωρηρ καὶ Ωδηδ [16] καὶ Μιχαηλ καὶ Ιεσφα καὶ Ιωχα υἱοὶ Βαριγα. [17] καὶ Ζαβαδια καὶ Μοσολλαμ καὶ Αζακι καὶ Αβαρ [18] καὶ Ισαμαρι καὶ Ιεζλια καὶ Ιωβαβ υἱοὶ Ελφααλ. [19] καὶ Ιακιμ καὶ Ζεχρι καὶ Ζαβδι [20] καὶ Ελιωηναι καὶ Σαλθι καὶ Ελιηλι [21] καὶ Αδαια καὶ Βαραια καὶ Σαμαραθ υἱοὶ Σαμαι. [22] καὶ Ισφαν καὶ Ωβηδ καὶ Ελεηλ [23] καὶ Αβαδων καὶ Ζεχρι καὶ Αναν [24] καὶ Ανανια καὶ Αμβρι καὶ Αιλαμ καὶ Αναθωθια [25] καὶ Αθιν καὶ Ιεφερια καὶ Φελιηλ υἱοὶ Σωσηκ. [26] καὶ Σαμσαρια καὶ Σααρια καὶ Ογοθολια [27] καὶ Ιαρασια καὶ Ηλια καὶ Ζεχρι υἱοὶ Ιρααμ. [28] οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ. – [29] καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχα. [30] καὶ υἱὸς αὐτῆς ὁ πρωτότοκος Αβαδων, καὶ Σουρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ [31] καὶ Γεδουρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζαχουρ καὶ Μακαλωθ· [32] καὶ Μακαλωθ ἐγέννησεν τὸν Σεμαα. καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν. [33] καὶ Νηρ ἐγέννησεν τὸν Κις, καὶ Κις ἐγέννησεν τὸν Σαουλ, καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ασαβαλ. [34] καὶ υἱοὶ Ιωναθαν· Μεριβααλ. καὶ Μεριβααλ ἐγέννησεν τὸν Μιχια. [35] καὶ υἱοὶ Μιχια· Φιθων καὶ Μελχηλ καὶ Θερεε καὶ Αχαζ. [36] καὶ Αχαζ ἐγέννησεν τὸν Ιωιαδα, καὶ Ιωιαδα ἐγέννησεν τὸν Γαλεμαθ καὶ τὸν Ασμωθ καὶ τὸν Ζαμβρι, καὶ Ζαμβρι ἐγέννησεν τὸν Μαισα· [37] καὶ Μαισα ἐγέννησεν τὸν Βαανα· Ραφαια υἱὸς αὐτοῦ, Ελασα υἱὸς αὐτοῦ, Εσηλ υἱὸς αὐτοῦ. [38] καὶ τῷ Εσηλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Εζρικαμ πρωτότοκος αὐτοῦ, καὶ Ισμαηλ καὶ Σαραια καὶ Αβδια καὶ Αναν· πάντες οὗτοι υἱοὶ Εσηλ. [39] καὶ υἱοὶ Ασηλ ἀδελφοῦ αὐτοῦ· Αιλαμ πρωτότοκος αὐτοῦ, καὶ Ιαις ὁ δεύτερος, Ελιφαλετ ὁ τρίτος. [40] καὶ ἦσαν υἱοὶ Αιλαμ ἰσχυροὶ ἄνδρες δυνάμει τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμιν.
CHAPTER 9
[1] Καὶ πᾶς Ισραηλ, ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν. [2] καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν· Ισραηλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι. [3] Καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση· [4] Γωθι υἱὸς Αμμιουδ υἱοῦ Αμρι υἱοῦ υἱῶν Φαρες υἱοῦ Ιουδα. [5] καὶ ἐκ τῶν Σηλωνι· Ασαια πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ. [6] ἐκ τῶν υἱῶν Ζαρα· Ιιηλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα. [7] καὶ ἐκ τῶν υἱῶν Βενιαμιν· Σαλω υἱὸς Μοσολλαμ υἱοῦ Ωδουια υἱοῦ Σαναα [8] καὶ Ιβαναα υἱὸς Ιρααμ, καὶ οὗτοι υἱοὶ Οζι υἱοῦ Μαχιρ· καὶ Μασσαλημ υἱὸς Σαφατια υἱοῦ Ραγουηλ υἱοῦ Βαναια [9] καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντήκοντα ἕξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ’ οἴκους πατριῶν αὐτῶν. [10] Καὶ ἀπὸ τῶν ἱερέων· Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν [11] καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ [12] καὶ Αδαια υἱὸς Ιρααμ υἱοῦ Πασχωρ υἱοῦ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱοῦ Ιεδιου υἱοῦ Μοσολλαμ υἱοῦ Μασελμωθ υἱοῦ Εμμηρ [13] καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ. [14] Καὶ ἐκ τῶν Λευιτῶν· Σαμαια υἱὸς Ασωβ υἱοῦ Εσρικαμ υἱοῦ Ασαβια ἐκ τῶν υἱῶν Μεραρι [15] καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱοῦ Ζεχρι υἱοῦ Ασαφ [16] καὶ Αβδια υἱὸς Σαμια υἱοῦ Γαλαλ υἱοῦ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱοῦ Ηλκανα ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατι. – [17] οἱ πυλωροί· Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτῶν, Σαλωμ ὁ ἄρχων· [18] καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ’ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευι. [19] καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον. [20] καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἦν ἐπ’ αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετ’ αὐτοῦ. [21] Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. [22] πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτο�
� ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τῇ πίστει αὐτῶν. [23] καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν. [24] κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατ’ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. [25] καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων· [26] ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. – οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ [27] καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν, ὅτι ἐπ’ αὐτοὺς φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωῒ πρωῒ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. [28] καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά. [29] καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. [30] καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. [31] καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν [οὗτος ὁ πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ] ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. [32] καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. – [33] καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ’ αὐτοῖς ἐν τοῖς ἔργοις· [34] οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ. [35] Καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων Ιιηλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχα· [36] καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ [37] καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ. [38] καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν. [39] Καὶ Νηρ ἐγέννησεν τὸν Κις, καὶ Κις ἐγέννησεν τὸν Σαουλ, καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ. [40] καὶ υἱὸς Ιωναθαν Μαριβααλ, καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα. [41] καὶ υἱοὶ Μιχα· Φαιθων καὶ Μαλαχ καὶ Θαραχ. [42] καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα, καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι, καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα, [43] καὶ Μασα ἐγέννησεν τὸν Βαανα, Ραφαια υἱὸς αὐτοῦ, Ελεασα υἱὸς αὐτοῦ, Εσηλ υἱὸς αὐτοῦ. [44] καὶ τῷ Εσηλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Εσδρικαμ πρωτότοκος αὐτοῦ, Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν· οὗτοι υἱοὶ Εσηλ.