by Septuagint
II Ezra
CHAPTER 1
[1] Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπὸ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων [2] Οὕτως εἶπεν Κῦρος βασιλεὺς Περσῶν Πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ’ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ. [3] τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον θεοῦ Ισραηλ [αὐτὸς ὁ θεὸς ὁ ἐν Ιερουσαλημ]. [4] καὶ πᾶς ὁ καταλειπόμενος ἀπὸ πάντων τῶν τόπων, οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήμψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ. – [5] καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ Ιουδα καὶ Βενιαμιν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ. [6] καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις πάρεξ τῶν ἐν ἑκουσίοις. [7] καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ σκεύη οἴκου κυρίου, ἃ ἔλαβεν Ναβουχοδονοσορ ἀπὸ Ιερουσαλημ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ, [8] καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου γασβαρηνου, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασαρ ἄρχοντι τοῦ Ιουδα. [9] καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι, [10] κεφφουρη χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διακόσιοι καὶ σκεύη ἕτερα χίλια. [11] πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασαρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ιερουσαλημ.
CHAPTER 2
[1] Καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ, [2] οἳ ἦλθον μετὰ Ζοροβαβελ· Ἰησοῦς, Νεεμιας, Σαραιας, Ρεελιας, Μαρδοχαιος, Βαλασαν, Μασφαρ, Βαγουι, Ρεουμ, Βαανα. ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ· [3] υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο. [4] υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο. [5] υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε. [6] υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο. [7] υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. [8] υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε. [9] υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα. [10] υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο. [11] υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς. [12] υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο. [13] υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ. [14] υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ. [15] υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες. [16] υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ. [17] υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς. [18] υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο. [19] υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς. [20] υἱοὶ Γαβερ ἐνενήκοντα πέντε. [21] υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς. [22] υἱοὶ Νετωφα πεντήκοντα ἕξ. [23] υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ. [24] υἱοὶ Ασμωθ τεσσαράκοντα δύο. [25] υἱοὶ Καριαθιαριμ, Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς. [26] υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς. [27] ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο. [28] ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς. [29] υἱοὶ Ναβου πεντήκοντα δύο. [30] υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ. [31] υἱοὶ Ηλαμ – αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. [32] υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι. [33] υἱοὶ Λοδ, Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε. [34] υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε. [35] υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα. – [36] καὶ οἱ ἱερεῖς· υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς. [37] υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο. [38] υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά. [39] υἱοὶ Ηρεμ χίλιοι ἑπτά. – [40] καὶ οἱ Λευῖται· υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες. [41] οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ. [42] υἱοὶ τῶν πυλωρῶν· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβαου, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα. – [43] οἱ ναθιναῖοι· υἱοὶ Σουια, υἱοὶ Ασουφε, υἱοὶ Ταβαωθ, [44] υἱοὶ Κηραος, υἱοὶ Σωηα, υἱοὶ Φαδων, [45] υἱοὶ Λαβανω, υἱοὶ Αγαβα, υἱοὶ Ακαβωθ, [46] υἱοὶ Αγαβ, υἱοὶ Σαμαλαι, υἱοὶ Αναν, [47] υἱοὶ Κεδελ, υἱοὶ Γαερ, υἱοὶ Ρεηα, [48] υἱοὶ Ρασων, υἱοὶ Νεκωδα, υἱοὶ Γαζεμ, [49] υἱοὶ Ουσα, υἱοὶ Φαση, υἱοὶ Βασι, [50] υἱοὶ Ασενα, υἱοὶ Μαωνιμ, υἱοὶ Ναφισων, [51] υἱοὶ Βακβουκ, υἱοὶ Ακιφα, υἱοὶ Αρουρ, [52] υἱοὶ Βασαλωθ, υἱοὶ Μαουδα, υἱοὶ Αρησα, [53] υἱοὶ Βαρκους, υἱοὶ Σισαρα, υἱοὶ Θεμα, [54] υἱοὶ Νασουε, υἱοὶ Ατουφα. [55] υἱοὶ Αβδησελμα· υἱοὶ Σατι, υἱοὶ Ασεφηραθ, υἱοὶ Φαδουρα, [56] υἱοὶ Ιεηλα, υἱοὶ Δαρκων, υἱοὶ Γεδηλ, [57] υἱοὶ Σαφατια, υἱοὶ Ατιλ, υἱο
ὶ Φαχεραθ – ασεβωιν, υἱοὶ Ημι. [58] πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο. – [59] καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ, Θελαρησα, Χαρουβ, Ηδαν, Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν· [60] υἱοὶ Δαλαια, υἱοὶ Βουα, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι πεντήκοντα δύο. [61] καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων· υἱοὶ Χαβια, υἱοὶ Ακους, υἱοὶ Βερζελλαι, ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν· [62] οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ, καὶ οὐχ εὑρέθησαν· καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας, [63] καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις. – [64] πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα [65] χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι· [66] ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε, [67] κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι. – [68] καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· [69] ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργύριον, μναῖ πεντακισχίλιαι, καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν. – [70] καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν.
CHAPTER 3
[1] Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος – καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν – καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ιερουσαλημ. [2] καὶ ἀνέστη Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἱερεῖς καὶ Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον θεοῦ Ισραηλ τοῦ ἀνενέγκαι ἐπ’ αὐτὸ ὁλοκαυτώσεις κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ. [3] καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπ’ αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν, καὶ ἀνέβη ἐπ’ αὐτὸ ὁλοκαύτωσις τῷ κυρίῳ τὸ πρωῒ καὶ εἰς ἑσπέραν. [4] καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ [5] καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ κυρίῳ. [6] ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τῷ κυρίῳ· καὶ ὁ οἶκος κυρίου οὐκ ἐθεμελιώθη. [7] καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσιν καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς Σηδανιν καὶ τοῖς Σωριν ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ιόππης κατ’ ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπ’ αὐτούς. – [8] καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ θεοῦ εἰς Ιερουσαλημ ἐν μηνὶ τῷ δευτέρῳ ἤρξατο Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ κυρίου. [9] καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Καδμιηλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ Ιουδα, ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ θεοῦ, υἱοὶ Ηναδαδ, υἱοὶ αὐτῶν καὶ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται. [10] καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου, καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξιν καὶ οἱ Λευῖται υἱοὶ Ασαφ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν κύριον ἐπὶ χεῖρας Δαυιδ βασιλέως Ισραηλ [11] καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ισραηλ. καὶ πᾶς ὁ λαὸς ἐσήμαινον φωνὴν μεγάλην αἰνεῖν τῷ κυρίῳ ἐπὶ θεμελιώσει οἴκου κυρίου. [12] καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι, οἳ εἴδοσαν τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον φωνῇ μεγάλῃ, καὶ ὄχλος ἐν σημασίᾳ μετ’ εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν· [13] καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι ὁ λαὸς ἐκραύγασεν φωνῇ μεγάλῃ, καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν.