by Septuagint
CHAPTER 13
[1] ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς· [2] καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. [3] οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται. [4] ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. [5] εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. [6] ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. [7] πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; [8] ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε. [9] καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, [10] οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, [11] πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ’ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν; [12] ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. [13] κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ [14] ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χειρί. [15] ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ· [16] καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. [17] ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. [18] ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι. [19] τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι; 13ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω.507 [20] δυεῖν δέ μοι χρήσῃ· 13τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·507 [21] τὴν χεῖρα ἀπ’ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. [22] εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. [23] πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσίν. [24] διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι; [25] ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι; [26] ὅτι κατέγραψας κατ’ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, [27] ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου· [28] ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
CHAPTER 14
[1] βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς [2] ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. [3] οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου; [4] τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ’ οὐθείς. [5] ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρὰ σοί, εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. [6] ἀπόστα ἀπ’ αὐτοῦ, ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός. [7] ἔστιν γὰρ δένδρῳ ἐλπίς· ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ· [8] ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, [9] ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. [10] ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἔστιν. [11] χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη· [12] ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ· 13καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.507 [13] εἰ γὰρ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με, ἕως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξῃ μοι χρόνον, ἐν ᾧ μνείαν μου ποιήσῃ. [14] ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι. [15] εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ. [16] ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου· [17] ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην. [18] 13καὶ πλὴν ὄρος πῖπτον διαπεσεῖται, 13καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς· [19] 13λίθους ἐλέαναν ὕδατα, 13καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς· 13καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας.507 [20] ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο· ἐπέστησας αὐτῷ τὸ πρόσωπον καὶ ἐξαπέστειλας· [21] πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται· [22] ἀλλ’ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν.
CHAPTER 15
[1] Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει [2] Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς [3] ἐλέγχων ἐν ῥήμασιν, οἷς οὐ δεῖ, ἐν λόγοις, οἷς οὐδὲν ὄφελος; [4] οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου; [5] ἔνοχος εἶ ῥήμασιν στόματός σου οὐδὲ διέκρινας ῥήματα δυναστῶν· [6] ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου. [7] τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγενήθης; ἢ πρὸ θινῶν ἐπάγης; [8] ἦ σύνταγμα κυρίου ἀκήκοας, εἰς δὲ σὲ ἀφίκετο σοφία; [9] τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; ἢ τί συνίεις, ὃ οὐχὶ καὶ ἡμεῖς; [10] 13καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν 13βαρύτερος τοῦ πατρός σου ἡμέραις.507 [11] ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας. [12] τί ἐτόλμησεν ἡ καρδία σου, ἢ τί ἐπήν�
�γκαν οἱ ὀφθαλμοί σου, [13] ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα; [14] τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος, ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; [15] εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ. [16] ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. [17] ἀναγγελῶ δέ σοι, ἄκουέ μου· ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι, [18] ἃ σοφοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν· [19] αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ’ αὐτούς. [20] πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ, [21] ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. [22] μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, [23] κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει, [24] ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων. [25] ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου, ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν, [26] ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει 13ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ, [27] 13ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ 13καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.507 [28] αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται. [29] οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα· οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν [30] οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. [31] μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ· [32] ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ· [33] τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. [34] μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν. [35] ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.
CHAPTER 16
[1] Ὑπολαβὼν δὲ Ιωβ λέγει [2] Ἀκήκοα τοιαῦτα πολλά· παρακλήτορες κακῶν πάντες. [3] τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος; 13ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ;507 [4] κἀγὼ καθ’ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ’ ὑμῶν κεφαλήν· [5] εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. [6] ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; [7] νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα, [8] 13καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· 13καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, 13κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.507 [9] ὀργῇ χρησάμενος κατέβαλέν με, ἔβρυξεν ἐπ’ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ’ ἐμοὶ ἔπεσεν. [10] ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ’ ἐμοί. [11] παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με· [12] εἰρηνεύοντα διεσκέδασέν με, λαβών με τῆς κόμης διέτιλεν, κατέστησέν με ὥσπερ σκοπόν. [13] ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου· [14] κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι. [15] σάκκον ἔρραψα ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. [16] ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά. [17] ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου, εὐχὴ δέ μου καθαρά. [18] γῆ, μὴ ἐπικαλύψῃς ἐφ’ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. [19] καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. [20] ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός. [21] εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου 13καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ.507 [22] ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾗ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.
CHAPTER 17
[1] ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω. [2] λίσσομαι κάμνων, καὶ τί ποιήσας; [3] ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. 13τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω. [4] 13ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, 13διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς. [5] 13τῇ μερίδι ἀναγγελεῖ κακίας,507 ὀφθαλμοὶ δέ μου ἐφ’ υἱοῖς ἐτάκησαν. [6] ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν, γέλως δὲ αὐτοῖς ἀπέβην· [7] πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. [8] θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ· δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· [9] σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος. [10] οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, 13καὶ δεῦτε δή·507 οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. [11] αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. [12] 13νύκτα εἰς ἡμέραν ἔθηκαν, 13φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.507 [13] ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. [14] θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. [15] ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἦ τὰ ἀγαθά μου ὄψομαι; [16] ἦ μετ’ ἐμοῦ εἰς ᾅδην καταβήσονται, 13ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;507
 
; CHAPTER 18
[1] Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει [2] Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. [3] διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; [4] κέχρηταί σοι ὀργή. τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ’ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων; [5] καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ· [6] τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ’ αὐτῷ σβεσθήσεται. [7] θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. [8] ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη. [9] ἔλθοισαν δὲ ἐπ’ αὐτὸν παγίδες· 13κατισχύσει ἐπ’ αὐτὸν διψῶντας. [10] 13κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ 13καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.507 [11] κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ. [12] πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. [13] βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος. [14] ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. [15] 13κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, 13κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. [16] 13ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, 13καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.507 [17] τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, 13καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.507 [18] ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. [19] οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ’ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ’ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. [20] ἐπ’ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα. [21] οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.