Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 440
Septuagint Complete Greek and English Edition Page 440

by Septuagint


  CHAPTER 23

  [1] Ὑπολαβὼν δὲ Ιωβ λέγει [2] Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ. [3] τίς δ’ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; [4] εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων· [5] γνῴην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ. [6] καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται· [7] ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. [8] εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ’ ἐσχάτοις τί οἶδα; [9] 13ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· 13περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψομαι.507 [10] οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον. [11] ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω. [12] ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ. [13] εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. [15] διὰ τοῦτο ἐπ’ αὐτῷ ἐσπούδακα· νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. [15]a 13ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· 13κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.507 [16] κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με. [17] οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος.

  CHAPTER 24

  [1] διὰ τί δὲ κύριον ἔλαθον ὧραι, [2] ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; [3] ὑποζύγιον ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν. [4] ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, 13ὁμοθυμαδὸν ἐκρύβησαν πραεῖς γῆς.507 [5] ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν· 13ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους.507 [6] ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο. [7] γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο. [8] 13ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται,507 παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο. [9] ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν. [10] γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. [11] ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν. [12] οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα, αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; [13] ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν. [14] γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, 13καὶ νυκτὸς ἔσται ὡς κλέπτης. [15] 13καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος 13λέγων Οὐ προσνοήσει με ὀφθαλμός, 13καὶ ἀποκρυβὴν προσώπου ἔθετο. [16] 13διώρυξεν ἐν σκότει οἰκίας· 13ἡμέρας ἐσφράγισαν ἑαυτούς, 13οὐκ ἐπέγνωσαν φῶς· [17] 13ὅτι ὁμοθυμαδὸν τὸ πρωῒ αὐτοῖς σκιὰ θανάτου, 13ὅτι ἐπιγνώσεται ταραχὰς σκιᾶς θανάτου. [18] 13ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος·507 καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς. [19] ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. [20] εἶτ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία, ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. [21] στεῖραν γὰρ οὐκ εὖ ἐποίησεν καὶ γύναιον οὐκ ἠλέησεν, [22] θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς· [23] μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ. [24] πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ· ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών. [25] εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν 13καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου;507

  CHAPTER 25

  [1] Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει [2] Τί γὰρ προοίμιον ἢ φόβος παρ’ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; [3] μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ’ αὐτοῦ; [4] πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός; [5] εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. [6] ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.

  CHAPTER 26

  [1] Ὑπολαβὼν δὲ Ιωβ λέγει [2] Τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν; [3] τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις; [4] τίνι ἀνήγγειλας ῥήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ; [5] 13μὴ γίγαντες μαιωθήσονται 13ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; [6] 13γυμνὸς ὁ ᾅδης ἐπώπιον αὐτοῦ, 13καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ. [7] 13ἐκτείνων βορέαν ἐπ’ οὐδέν, 13κρεμάζων γῆν ἐπὶ οὐδενός· [8] 13δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, 13καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ· [9] 13ὁ κρατῶν πρόσωπον θρόνου, 13ἐκπετάζων ἐπ’ αὐτὸν νέφος αὐτοῦ. [10] 13πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος 13μέχρι συντελείας φωτὸς μετὰ σκότους. [11] 13στῦλοι οὐρανοῦ ἐπετάσθησαν 13καὶ ἐξέστησ
αν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.507 [12] ἰσχύι κατέπαυσεν τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος· [13] κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην. [14] 13ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, 13καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·507 σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;

  CHAPTER 27

  [1] Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ [2] Ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν, [3] ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν, [4] μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. [5] μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω· οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν. [6] δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. [7] οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ’ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρα νόμων. [8] καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται; [9] ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης [10] μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; [11] ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ κυρίου· ἅ ἐστιν παρὰ παντοκράτορι, οὐ ψεύσομαι. [12] ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. [13] αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ’ αὐτούς. [14] ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσιν, προσαιτήσουσιν· [15] οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσιν, χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει. [16] ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, [17] ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. [18] ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. [19] πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει, 13ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν.507 [20] συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος· [21] 13ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται 13καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. [22] 13καὶ ἐπιρρίψει ἐπ’ αὐτὸν καὶ οὐ φείσεται· 13ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται· [23] 13κροτήσει ἐπ’ αὐτοῦ χεῖρας αὐτοῦ 13καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.507

  CHAPTER 28

  [1] ἔστιν γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται. [2] σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. [3] τάξιν ἔθετο σκότει, 13καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται· 13λίθος σκοτία καὶ σκιὰ θανάτου, [4] 13διακοπὴ χειμάρρου ἀπὸ κονίας·507 οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν. [5] 13γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, 13ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. [6] 13τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, 13καὶ χῶμα, χρυσίον αὐτῷ. [7] 13τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, 13καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός· [8] 13οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, 13οὐ παρῆλθεν ἐπ’ αὐτῆς λέων. [9] 13ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ,507 κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη· [10] δίνας δὲ ποταμῶν ἔρρηξεν, πᾶν δὲ ἔντιμον εἶδέν μου ὁ ὀφθαλμός· [11] βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς. [12] ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης; [13] οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. [14] 13ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί· 13καὶ θάλασσα εἶπεν Οὐκ ἔστιν μετ’ ἐμοῦ. [15] 13οὐ δώσει συγκλεισμὸν ἀντ αὐτῆς, 13καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· [16] 13καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωφιρ, 13ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· [17] 13οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος 13καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ· [18] 13μετέωρα καὶ γαβις οὐ μνησθήσεται, 13καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα· [19] 13οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, 13χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.507 [20] ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως; [21] λέληθεν πάντα ἄνθρωπον 13καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· [22] 13ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν507 Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. [23] ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς· [24] αὐτὸς γὰρ τὴν ὑπ’ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν, [25] ἀνέμων σταθμὸν ὕδατός τε μέτρα· [26] ὅτε ἐποίησεν οὕτως, ὑετὸν ἠρίθμησεν 13καὶ ὁδὸν ἐν τινάγματι φωνάς· [27] 13τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν,507 ἑτοιμάσας ἐξιχνίασεν. [28] εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.

  CHAPTER 29

  [1] Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ [2] Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; [3] ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· [4] ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· [5] ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· [6] ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· [7] ὅτε ἐξεπορευόμην ὄρθ�
�ιος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. [8] ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν· [9] ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. [10] οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, 13καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη· [11] 13ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με,507 ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν. [12] διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα· [13] 13εὐλογία ἀπολλυμένου ἐπ’ ἐμὲ ἔλθοι,507 στόμα δὲ χήρας με εὐλόγησεν. [14] δικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι. [15] ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. [16] ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα· [17] συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. [18] εἶπα δέ Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω· [19] 13ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, 13καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου· [20] 13ἡ δόξα μου καινὴ μετ’ ἐμοῦ, 13καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται.507 [21] ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ· [22] ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο, ὁπόταν αὐτοῖς ἐλάλουν· [23] ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. [24] ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν, 13καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν· [25] 13ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων 13καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν.507

 

‹ Prev