by Septuagint
[91] Καὶ Ναβουχοδονοσορ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπαν τῷ βασιλεῖ Ἀληθῶς, βασιλεῦ. [92] καὶ εἶπεν ὁ βασιλεύς Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ. [93] τότε προσῆλθεν Ναβουχοδονοσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδραχ, Μισαχ, Αβδεναγω οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον Σεδραχ, Μισαχ, Αβδεναγω ἐκ μέσου τοῦ πυρός. [94] καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς. [95] καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς τοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσωσιν μηδὲ προσκυνήσωσιν παντὶ θεῷ ἀλλ’ ἢ τῷ θεῷ αὐτῶν· [96] καὶ ἐγὼ ἐκτίθεμαι δόγμα Πᾶς λαός, φυλή, γλῶσσα, ἣ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν, καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως. [97] τότε ὁ βασιλεὺς κατεύθυνεν τὸν Σεδραχ, Μισαχ, Αβδεναγω ἐν τῇ χώρᾳ Βαβυλῶνος καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ιουδαίων τῶν ὄντων ἐν τῇ βασιλείᾳ αὐτοῦ.
CHAPTER 4
[1] Ναβουχοδονοσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς καὶ γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ Εἰρήνη ὑμῖν πληθυνθείη· [2] τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησεν μετ’ ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν [3] ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. [4] ἐγὼ Ναβουχοδονοσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου καὶ εὐθαλῶν. [5] ἐνύπνιον εἶδον, καὶ ἐφοβέρισέν με, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με. [6] καὶ δι’ ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος, ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι. [7] καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοί, μάγοι, γαζαρηνοί, Χαλδαῖοι, καὶ τὸ ἐνύπνιον εἶπα ἐγὼ ἐνώπιον αὐτῶν, καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι, [8] ἕως οὗ ἦλθεν Δανιηλ, οὗ τὸ ὄνομα Βαλτασαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῦμα θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει, καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτοῦ εἶπα [9] Βαλτασαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοὶ καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σε, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου, οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν μοι. [10] ἐπὶ τῆς κοίτης μου ἐθεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς, καὶ τὸ ὕψος αὐτοῦ πολύ. [11] ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν, καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς· [12] τὰ φύλλα αὐτοῦ ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πάντων ἐν αὐτῷ· καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ. [13] ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ ιρ καὶ ἅγιος ἀπ’ οὐρανοῦ κατέβη [14] καὶ ἐφώνησεν ἐν ἰσχύι καὶ οὕτως εἶπεν Ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ· σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ· [15] πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς. [16] ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτόν. [17] διὰ συγκρίματος ιρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες ὅτι κύριός ἐστιν ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτὴν καὶ ἐξουδένημα ἀνθρώπων ἀναστήσει ἐπ’ αὐτήν. [18] τοῦτο τὸ ἐνύπνιον, ὃ εἶδον ἐγὼ Ναβουχοδονοσορ ὁ βασιλεύς, καὶ σύ, Βαλτασαρ, τὸ σύγκριμα εἰπόν, ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι, σὺ δέ, Δανιηλ, δύνασαι, ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί. [19] τότε Δανιηλ, οὗ τὸ ὄνομα Βαλτασαρ, ἀπηνεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν. καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Βαλτασαρ, τὸ ἐνύπνιον καὶ ἡ σύγκρισις μὴ κατασπευσάτω σε. καὶ ἀπεκρίθη Βαλτασαρ καὶ εἶπεν Κύριε, τὸ ἐνύπνιον τοῖς μισοῦσίν σε καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου. [20] τὸ δέν
δρον, ὃ εἶδες, τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν [21] καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, [22] σὺ εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυριεία σου εἰς τὰ πέρατα τῆς γῆς. [23] καὶ ὅτι εἶδεν ὁ βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ, καὶ εἶπεν Ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῇ καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ’ αὐτόν, [24] τοῦτο ἡ σύγκρισις αὐτοῦ, βασιλεῦ, καὶ σύγκριμα ὑψίστου ἐστίν, ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα, [25] καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν. [26] καὶ ὅτι εἶπαν Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου, ἡ βασιλεία σού σοι μενεῖ, ἀφ’ ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον. [27] διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακρόθυμος τοῖς παραπτώμασίν σου ὁ θεός. – [28] ταῦτα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονοσορ τὸν βασιλέα. [29] μετὰ δωδεκάμηνον ἐπὶ τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι περιπατῶν [30] ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου; [31] ἔτι τοῦ λόγου ἐν στόματι τοῦ βασιλέως ὄντος φωνὴ ἀπ’ οὐρανοῦ ἐγένετο Σοὶ λέγουσιν, Ναβουχοδονοσορ βασιλεῦ, ἡ βασιλεία παρῆλθεν ἀπὸ σοῦ, [32] καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσιν, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν. [33] αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονοσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων. [34] καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονοσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπ’ ἐμὲ ἐπεστράφησαν, καὶ τῷ ὑψίστῳ εὐλόγησα καὶ τῷ ζῶντι εἰς τὸν αἰῶνα ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, [35] καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς, καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ Τί ἐποίησας; [36] αὐτῷ τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπ’ ἐμέ, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ’ ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι. [37] νῦν οὖν ἐγὼ Ναβουχοδονοσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι.
CHAPTER 5
[1] Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος. καὶ πίνων [2] Βαλτασαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ιερουσαλημ, καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ. [3] καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν ἐκ τοῦ ναοῦ τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ, καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ· [4] ἔπινον οἶνον καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους. [5] ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης. [6] τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν, καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο. [7] καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύι τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, γαζαρηνοὺς καὶ εἶπεν τοῖς σοφοῖς Β
αβυλῶνος Ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει. [8] καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ. [9] καὶ ὁ βασιλεὺς Βαλτασαρ πολὺ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐπ’ αὐτῷ, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο. [10] καὶ εἰσῆλθεν ἡ βασίλισσα εἰς τὸν οἶκον τοῦ πότου καὶ εἶπεν Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω· [11] ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ πνεῦμα θεοῦ, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ, καὶ ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων, γαζαρηνῶν κατέστησεν αὐτόν, [12] ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ καὶ φρόνησις καὶ σύνεσις, συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους, Δανιηλ καὶ ὁ βασιλεὺς ἐπέθηκεν αὐτῷ ὄνομα Βαλτασαρ· νῦν οὖν κληθήτω, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι. [13] τότε Δανιηλ εἰσήχθη ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ Σὺ εἶ Δανιηλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας, ἧς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου; [14] ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα θεοῦ ἐν σοί, καὶ γρηγόρησις καὶ σύνεσις καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί. [15] καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοί, μάγοι, γαζαρηνοί, ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσιν καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσωσίν μοι, καὶ οὐκ ἠδυνήθησαν ἀναγγεῖλαί μοι. [16] καὶ ἐγὼ ἤκουσα περὶ σοῦ ὅτι δύνασαι κρίματα συγκρῖναι· νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις. [17] τότε ἀπεκρίθη Δανιηλ καὶ εἶπεν ἐνώπιον τοῦ βασιλέως Τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι. [18] βασιλεῦ, ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναβουχοδονοσορ τῷ πατρί σου, [19] καὶ ἀπὸ τῆς μεγαλωσύνης, ἧς ἔδωκεν αὐτῷ, πάντες οἱ λαοί, φυλαί, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο, αὐτὸς ἀνῄρει, καὶ οὓς ἠβούλετο, αὐτὸς ἔτυπτεν, καὶ οὓς ἠβούλετο, αὐτὸς ὕψου, καὶ οὓς ἠβούλετο, αὐτὸς ἐταπείνου. [20] καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπ’ αὐτοῦ, [21] καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ ὀνάγρων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν. [22] καὶ σὺ ὁ υἱὸς αὐτοῦ Βαλτασαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον οὗ πάντα ταῦτα ἔγνως, [23] καὶ ἐπὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκαν ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς, καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους, οἳ οὐ βλέπουσιν καὶ οὐκ ἀκούουσιν καὶ οὐ γινώσκουσιν, ᾔνεσας καὶ τὸν θεόν, οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. [24] διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν. [25] καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη Μανη θεκελ φαρες. [26] τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· μανη, ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν· [27] θεκελ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα· [28] φαρες, διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. [29] καὶ εἶπεν Βαλτασαρ καὶ ἐνέδυσαν τὸν Δανιηλ πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξεν περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ. [30] ἐν αὐτῇ τῇ νυκτὶ ἀναιρέθη Βαλτασαρ ὁ βασιλεὺς ὁ Χαλδαίων.