by Septuagint
[16] And they treated Abram well on her account, and he had sheep, and calves, and asses, and men-servants, and women-servants, and mules, and camels.
[17] καὶ ἤτασεν ὁ θεὸς τὸν Φαραω ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σαρας τῆς γυναικὸς Αβραμ.
[17] And God afflicted Pharao with great and severe afflictions, and his house, because of Sara, Abram’s wife.
[18] καλέσας δὲ Φαραω τὸν Αβραμ εἶπεν Τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σού ἐστιν;
[18] And Pharao having called Abram, said, What is this thou hast done to me, that thou didst not tell me that she was thy wife?
[19] ἵνα τί εἶπας ὅτι Ἀδελφή μού ἐστιν; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα. καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε.
[19] Wherefore didst thou say, She is my sister? and I took her for a wife to myself; and now, behold, thy wife is before thee, take her and go quickly away.
[20] καὶ ἐνετείλατο Φαραω ἀνδράσιν περὶ Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ, καὶ Λωτ μετ’ αὐτοῦ.
[20] And Pharao gave charge to men concerning Abram, to join in sending him forward, and his wife, and all that he had.
CHAPTER 13
[1] Ἀνέβη δὲ Αβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λωτ μετ’ αὐτοῦ, εἰς τὴν ἔρημον.
[1] And Abram went up out of Egypt, he and his wife, and all that he had, and Lot with him, into the wilderness.
[2] Αβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσιν καὶ ἀργυρίῳ καὶ χρυσίῳ.
[2] And Abram was very rich in cattle, and silver, and gold.
[3] καὶ ἐπορεύθη ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βαιθηλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Αγγαι,
[3] And he went to the place whence he came, into the wilderness as far as Baethel, as far as the place where his tent was before, between Baethel and Aggai,
[4] εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ Αβραμ τὸ ὄνομα κυρίου.
[4] to the place of the altar, which he built there at first, and Abram there called on the name of the Lord.
[5] καὶ Λωτ τῷ συμπορευομένῳ μετὰ Αβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί.
[5] And Lot who went out with Abram had sheep, and oxen, and tents.
[6] καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά, καὶ οὐκ ἐδύναντο κατοικεῖν ἅμα.
[6] And the land was not large enough for them to live together, because their possessions were great; and the land was not large enough for them to live together.
[7] καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Αβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λωτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν.
[7] And there was a strife between the herdmen of Abram’s cattle, and the herdmen of Lot’s cattle, and the Chananites and the Pherezites then inhabited the land.
[8] εἶπεν δὲ Αβραμ τῷ Λωτ Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου. ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν.
[8] And Abram said to Lot, Let there not be a strife between me and thee, and between my herdmen and thy herdmen, for we are brethren.
[9] οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σού ἐστιν; διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά.
[9] Lo! is not the whole land before thee? Separate thyself from me; if thou goest to the left, I will go to the right, and if thou goest to the right, I will go to the left.
[10] καὶ ἐπάρας Λωτ τοὺς ὀφθαλμοὺς αὐτοῦ εἶδεν πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου ὅτι πᾶσα ἦν ποτιζομένη – πρὸ τοῦ καταστρέψαι τὸν θεὸν Σοδομα καὶ Γομορρα – ὡς ὁ παράδεισος τοῦ θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου ἕως ἐλθεῖν εἰς Ζογορα.
[10] And Lot having lifted up his eyes, observed all the country round about Jordan, that it was all watered, before God overthrew Sodom and Gomorrha, as the garden of the Lord, and as the land of Egypt, until thou come to Zogora.
[11] καὶ ἐξελέξατο ἑαυτῷ Λωτ πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου, καὶ ἀπῆρεν Λωτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.
[11] And Lot chose for himself all the country round Jordan, and Lot went from the east, and they were separated each from his brother. And Abram dwelt in the land of Chanaan.
[12] Αβραμ δὲ κατῴκησεν ἐν γῇ Χανααν, Λωτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδομοις·
[12] And Lot dwelt in a city of the neighbouring people, and pitched his tent in Sodom.
[13] οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδομοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ θεοῦ σφόδρα.
[13] But the men of Sodom were evil, and exceedingly sinful before God.
[14] Ὁ δὲ θεὸς εἶπεν τῷ Αβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λωτ ἀπ’ αὐτοῦ Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἰδὲ ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν·
[14] And God said to Abram after Lot was separated from him, Look up with thine eyes, and behold from the place where thou now art northward and southward, and eastward and seaward;
[15] ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος.
[15] for all the land which thou seest, I will give it to thee and to thy seed for ever.
[16] καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.
[16] And I will make thy seed like the dust of the earth; if any one is able to number the dust of the earth, then shall thy seed be numbered.
[17] ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτήν.
[17] Arise and traverse the land, both in the length of it and in the breadth; for to thee will I give it, and to thy seed for ever.
[18] καὶ ἀποσκηνώσας Αβραμ ἐλθὼν κατῴκησεν παρὰ τὴν δρῦν τὴν Μαμβρη, ἣ ἦν ἐν Χεβρων, καὶ ᾠκοδόμησεν �
�κεῖ θυσιαστήριον κυρίῳ.
[18] And Abram having removed his tent, came and dwelt by the oak of Mambre, which was in Chebrom, and he there built an altar to the Lord.
CHAPTER 14
[1] Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Αμαρφαλ βασιλέως Σεννααρ, Αριωχ βασιλεὺς Ελλασαρ καὶ Χοδολλογομορ βασιλεὺς Αιλαμ καὶ Θαργαλ βασιλεὺς ἐθνῶν
[1] And it came to pass in the reign of Amarphal king of Sennaar, and Arioch king of Ellasar, that Chodollogomor king of Elam, and Thargal king of nations,
[2] ἐποίησαν πόλεμον μετὰ Βαλλα βασιλέως Σοδομων καὶ μετὰ Βαρσα βασιλέως Γομορρας καὶ Σεννααρ βασιλέως Αδαμα καὶ Συμοβορ βασιλέως Σεβωιμ καὶ βασιλέως Βαλακ [αὕτη ἐστὶν Σηγωρ].
[2] made war with Balla king of Sodom, and with Barsa king of Gomorrha, and with Sennaar, king of Adama, and with Symobor king of Seboim and the king of Balac, this is Segor.
[3] πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν [αὕτη ἡ θάλασσα τῶν ἁλῶν].
[3] All these met with one consent at the salt valley; this is now the sea of salt.
[4] δώδεκα ἔτη ἐδούλευον τῷ Χοδολλογομορ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν.
[4] Twelve years they served Chodollogomor, and the thirteenth year they revolted.
[5] ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθεν Χοδολλογομορ καὶ οἱ βασιλεῖς οἱ μετ’ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ασταρωθ Καρναιν καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Ομμαίους τοὺς ἐν Σαυη τῇ πόλει
[5] And in the fourteenth year came Chodollogomor, and the kings with him, and cut to pieces the giants in Astaroth, and Carnain, and strong nations with them, and the Ommaeans in the city Save.
[6] καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσιν Σηιρ ἕως τῆς τερεμίνθου τῆς Φαραν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.
[6] And the Chorrhaeans in the mountains of Seir, to the turpentine tree of Pharan, which is in the desert.
[7] καὶ ἀναστρέψαντες ἤλθοσαν ἐπὶ τὴν πηγὴν τῆς κρίσεως [αὕτη ἐστὶν Καδης] καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Αμαληκ καὶ τοὺς Αμορραίους τοὺς κατοικοῦντας ἐν Ασασανθαμαρ.
[7] And having turned back they came to the well of judgment; this is Cades, and they cut in pieces all the princes of Amalec, and the Amorites dwelling in Asasonthamar.
[8] ἐξῆλθεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ βασιλεὺς Αδαμα καὶ βασιλεὺς Σεβωιμ καὶ βασιλεὺς Βαλακ [αὕτη ἐστὶν Σηγωρ] καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ,
[8] And the king of Sodom went out, and the king of Gomorrha, and king of Adama, and king of Seboim, and king of Balac, this is Segor, and they set themselves in array against them for war in the salt valley,
[9] πρὸς Χοδολλογομορ βασιλέα Αιλαμ καὶ Θαργαλ βασιλέα ἐθνῶν καὶ Αμαρφαλ βασιλέα Σεννααρ καὶ Αριωχ βασιλέα Ελλασαρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.
[9] against Chodollogomor king of Elam, and Thargal king of nations, and Amarphal king of Sennaar, and Arioch king of Ellasar, the four kings against the five.
[10] ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα φρέατα ἀσφάλτου· ἔφυγεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον.
[10] Now the salt valley consists of slime-pits. And the king of Sodom fled and the king of Gomorrha, and they fell in there: and they that were left fled to the mountain country.
[11] ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδομων καὶ Γομορρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον.
[11] And they took all the cavalry of Sodom and Gomorrha, and all their provisions, and departed.
[12] ἔλαβον δὲ καὶ τὸν Λωτ υἱὸν τοῦ ἀδελφοῦ Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδομοις.
[12] And they took also Lot the son of Abram’s brother, and his baggage, and departed, for he dwelt in Sodom.
[13] Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Αβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυὶ τῇ Μαμβρη ὁ Αμορις τοῦ ἀδελφοῦ Εσχωλ καὶ ἀδελφοῦ Αυναν, οἳ ἦσαν συνωμόται τοῦ Αβραμ.
[13] And one of them that had been rescued came and told Abram the Hebrew; and he dwelt by the oak of Mamre the Amorite the brother of Eschol, and the brother of Aunan, who were confederates with Abram.
[14] ἀκούσας δὲ Αβραμ ὅτι ᾐχμαλώτευται Λωτ ὁ ἀδελφὸς αὐτοῦ, ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δαν.
[14] And Abram having heard that Lot his nephew had been taken captive, numbered his own home-born servants three hundred and eighteen, and pursued after them to Dan.
[15] καὶ ἐπέπεσεν ἐπ’ αὐτοὺς τὴν νύκτα, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβα, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.
[15] And he came upon them by night, he and his servants, and he smote them and pursued them as far as Choba, which is on the left of Damascus.
[16] καὶ ἀπέστρεψεν πᾶσαν τὴν ἵππον Σοδομων, καὶ Λωτ τὸν ἀδελφὸν αὐτοῦ ἀπέστρεψεν καὶ τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
[16] And he recovered all the cavalry of Sodom, and he recovered Lot his nephew, and all his possessions, and the women and the people.
[17] Ἐξῆλθεν δὲ βασιλεὺς Σοδομων εἰς συνάντησιν αὐτῷ – μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομορ καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ – εἰς τὴν κοιλάδα τὴν Σαυη [τοῦτο ἦν τὸ πεδίον βασιλέως].
[17] And the king of Sodom went out to meet him, after he returned from the slaughter of Chodollogomor, and the kings with him, to the valley of Saby; this was the plain of the kings.
[18] καὶ Μελχισεδεκ βασιλεὺς Σαλημ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου.
[18] And Melchisedec king of Salem brought forth loaves and wine, and he was the priest of the most high God.
[19] καὶ ηὐλόγησεν τὸν Αβραμ καὶ εἶπεν Εὐλογημένος Αβραμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν,
[19] And he blessed Abram, and said, Blessed be Abram of the most high God, who made heaven and earth,
[20] καὶ ε�
�λογητὸς ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων.
[20] and blessed be the most high God who delivered thine enemies into thy power. And Abram gave him the tithe of all.
[21] εἶπεν δὲ βασιλεὺς Σοδομων πρὸς Αβραμ Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λαβὲ σεαυτῷ
[21] And the king of Sodom said to Abram, Give me the men, and take the horses to thyself.
[22] εἶπεν δὲ Αβραμ πρὸς βασιλέα Σοδομων Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν,
[22] And Abram said to the king of Sodom, I will stretch out my hand to the Lord the most high God, who made the heaven and the earth,
[23] εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήμψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς ὅτι Ἐγὼ ἐπλούτισα τὸν Αβραμ·
[23] that I will not take from all thy goods from a string to a shoe-latchet, lest thou shouldest say, I have made Abram rich.
[24] πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ’ ἐμοῦ, Εσχωλ, Αυναν, Μαμβρη, οὗτοι λήμψονται μερίδα.
[24] Except what things the young men have eaten, and the portion of the men that went with me, Eschol, Aunan, Mambre, these shall take a portion.
CHAPTER 15
[1] Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς Αβραμ ἐν ὁράματι λέγων Μὴ φοβοῦ, Αβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.