by Septuagint
[16] καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ.
[16] And I charged your judges at that time, saying, Hear causes between your brethren, and judge rightly between a man and his brother, and the stranger that is with him.
[17] οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστιν· καὶ τὸ ῥῆμα, ὃ ἐὰν σκληρὸν ᾖ ἀφ’ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ’ ἐμέ, καὶ ἀκούσομαι αὐτό.
[17] Thou shalt not have respect to persons in judgment, thou shalt judge small and great equally; thou shalt not shrink from before the person of a man, for the judgment is God’s; and whatsoever matter shall be too hard for you, ye shall bring it to me, and I will hear it.
[18] καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους, οὓς ποιήσετε.
[18] And I charged upon you at that time all the commands which ye shall perform.
[19] Καὶ ἀπάραντες ἐκ Χωρηβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Αμορραίου, καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Καδης Βαρνη.
[19] And we departed from Choreb, and went through all that great wilderness and terrible, which ye saw, by the way of the mountain of the Amorite, as the Lord our God charged us, and we came as far as Cades Barne.
[20] καὶ εἶπα πρὸς ὑμᾶς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Αμορραίου, ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν.
[20] And I said to you, Ye have come as far as the mountain of the Amorite, which the Lord our God gives to you:
[21] ἴδετε παραδέδωκεν ὑμῖν κύριος ὁ θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε.
[21] behold, the Lord your God has delivered to us the land before you: go up and inherit it as the Lord God of your fathers said to you; fear not, neither be afraid.
[22] καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε Ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν, δι’ ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις, εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς.
[22] And ye all came to me, and said, Let us send men before us, and let them go up to the land for us; and let them bring back to us a report of the way by which we shall go up, and of the cities into which we shall enter.
[23] καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ φυλήν.
[23] And the saying pleased me: and I took of you twelve men, one man of a tribe.
[24] καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν.
[24] And they turned and went up to the mountain, and they came as far as the valley of the cluster, and surveyed it.
[25] καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς καὶ ἔλεγον Ἀγαθὴ ἡ γῆ, ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν.
[25] And they took in their hands of the fruit of the land, and brought it to you, and said, The land is good which the Lord our God gives us.
[26] καὶ οὐκ ἠθελήσατε ἀναβῆναι καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν
[26] Yet ye would not go up, but rebelled against the words of the Lord our God.
[27] καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Αμορραίων ἐξολεθρεῦσαι ἡμᾶς.
[27] And ye murmured in your tents, and said, Because the Lord hated us, he has brought us out of the land of Egypt to deliver us into the hands of the Amorites, to destroy us.
[28] ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ.
[28] Whither do we go up? and your brethren drew away your heart, saying, It is a great nation and populous, and mightier than we; and there are cities great and walled up to heaven: moreover we saw there the sons of the giants.
[29] καὶ εἶπα πρὸς ὑμᾶς Μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ’ αὐτῶν·
[29] And I said to you, Fear not, neither be ye afraid of them;
[30] κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ’ ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ
[30] the Lord your God who goes before your face, he shall fight against them together with you effectually, according to all that he wrought for you in the land of Egypt;
[31] καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου, ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον.
[31] and in this wilderness which ye saw, by the way of the mountain of the Amorite; how the Lord thy God will bear thee as a nursling, as if any man should nurse his child, through all the way which ye have gone until ye came to this place.
[32] καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν,
[32] And in this matter ye believed not the Lord our God,
[33] ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμῖν τὴν ὁδόν, καθ’ ἣν πορεύεσθε ἐπ’ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας.
[33] who goes before you in the way to choose you a place, guiding you in fire by night, shewing you the way by which ye go, and a cloud by day.
[34] καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσεν λέγων
[34] And the Lord heard the voice of your words, and being greatly provoked he sware, saying,
[35] Εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γ�
�ν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν,
[35] Not one of these men shall see this good land, which I sware to their fathers,
[36] πλὴν Χαλεβ υἱὸς Ιεφοννη, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν, ἐφ’ ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς κύριον.
[36] except Chaleb the son of Jephonne, he shall see it; and to him I will give the land on which he went up, and to his sons, because he attended to the things of the Lord.
[37] καὶ ἐμοὶ ἐθυμώθη κύριος δι’ ὑμᾶς λέγων Οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ·
[37] And the Lord was angry with me for your sake, saying, Neither shalt thou by any means enter therein.
[38] Ἰησοῦς υἱὸς Ναυη ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ισραηλ.
[38] Joshua the son of Naue, who stands by thee, he shall enter in there; do thou strengthen him, for he shall cause Israel to inherit it.
[39] καὶ πᾶν παιδίον νέον, ὅστις οὐκ οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν.
[39] And every young child who this day knows not good or evil, — they shall enter therein, and to them I will give it, and they shall inherit it.
[40] καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης.
[40] And ye turned and marched into the wilderness, in the way by the Red Sea.
[41] καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Ἡμάρτομεν ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα, ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος.
[41] And ye answered and said, We have sinned before the Lord our God; we will go up and fight according to all that the Lord our God has commanded us: and having taken every one his weapons of war, and being gathered together, ye went up to the mountain.
[42] καὶ εἶπεν κύριος πρός με Εἰπὸν αὐτοῖς Οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ’ ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν.
[42] And the Lord said to me, Tell them, Ye shall not go up, neither shall ye fight, for I am not with you; thus shall ye not be destroyed before your enemies.
[43] καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥῆμα κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος.
[43] And I spoke to you, and ye did not hearken to me; and ye transgressed the commandment of the Lord; and ye forced your way and went up into the mountain.
[44] καὶ ἐξῆλθεν ὁ Αμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς, ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηιρ ἕως Ερμα.
[44] And the Amorite who dwelt in that mountain came out to meet you, and pursued you as bees do, and wounded you from Seir to Herma.
[45] καὶ καθίσαντες ἐκλαίετε ἔναντι κυρίου, καὶ οὐκ εἰσήκουσεν κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν.
[45] And ye sat down and wept before the Lord our God, and the Lord hearkened not to your voice, neither did he take heed to you.
[46] καὶ ἐνεκάθησθε ἐν Καδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε.
[46] And ye dwelt in Cades many days, as many days as ye dwelt there.
CHAPTER 2
[1] Καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησεν κύριος πρός με, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηιρ ἡμέρας πολλάς.
[1] And we turned and departed into the wilderness, by the way of the Red Sea, as the Lord spoke to me, and we compassed mount Seir many days.
[2] καὶ εἶπεν κύριος πρός με
[2] And the Lord said to me,
[3] Ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν·
[3] Ye have compassed this mount long enough; turn therefore toward the north.
[4] καὶ τῷ λαῷ ἔντειλαι λέγων Ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ησαυ, οἳ κατοικοῦσιν ἐν Σηιρ, καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα.
[4] And charge the people, saying, Ye are going through the borders of your brethren the children of Esau, who dwell in Seir; and they shall fear you, and dread you greatly.
[5] μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ησαυ τὸ ὄρος τὸ Σηιρ.
[5] Do not engage in war against them, for I will not give you of their land even enough to set your foot upon, for I have given mount Seir to the children of Esau as an inheritance.
[6] βρώματα ἀργυρίου ἀγοράσατε παρ’ αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ’ αὐτῶν ἀργυρίου καὶ πίεσθε.
[6] Buy food of them for money and eat, and ye shall receive water of them by measure for money, and drink.
[7] ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος. –
[7] For the Lord our God has blessed thee in every work of thy hands. Consider how thou wentest through that great and terrible wilderness: behold, the Lord thy God has been with thee forty years; thou didst not lack any thing.
[8] καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Ησαυ τοὺς κατοικοῦντας ἐν Σηιρ παρὰ τὴν ὁδὸν τὴν Αραβα ἀπὸ Αιλων καὶ ἀπὸ Γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωαβ.
[8] And we passed by our brethren the children of Esau, who dwelt in Seir, by the way of Araba from Ælon and from Gesion Gaber; and we turned and passed by the way of the desert of Moab.
[9] καὶ εἶπεν κύριος πρός με Μὴ ἐχθραίνετε τοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λωτ δέδωκα τὴν Σηιρ κληρονομεῖν.
[9] And the Lord said to me, Do not ye quarrel with the Moabites, and do not engage in war with th
em; for I will not give you of their land for an inheritance, for I have given Aroer to the children of Lot to inherit.
[10] [οἱ Ομμιν πρότεροι ἐνεκάθηντο ἐπ’ αὐτῆς, ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ενακιμ·
[10] Formerly the Ommin dwelt in it, a great and numerous nation and powerful, like the Enakim.
[11] Ραφαιν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ενακιμ, καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Ομμιν.
[11] These also shall be accounted Raphain like the Enakim; and the Moabites call them Ommin.
[12] καὶ ἐν Σηιρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον, καὶ υἱοὶ Ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν, ὃν τρόπον ἐποίησεν Ισραηλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκεν κύριος αὐτοῖς.]
[12] And the Chorrhite dwelt in Seir before, and the sons of Esau destroyed them, and utterly consumed them from before them; and they dwelt in their place, as Israel did to the land of his inheritance, which the Lord gave to them.
[13] νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρετ. καὶ παρήλθομεν τὴν φάραγγα Ζαρετ.
[13] Now then, arise ye, said I, and depart, and cross the valley of Zaret.
[14] καὶ αἱ ἡμέραι, ἃς παρεπορεύθημεν ἀπὸ Καδης Βαρνη ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρετ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσεν αὐτοῖς ὁ θεός·
[14] And the days in which we traveled from Cades Barne till we crossed the valley of Zaret, were thirty and eight years, until the whole generation of the men of war failed, dying out of the camp, as the Lord God sware to them.