by Septuagint
[5] And the house of Michaias was to him the house of God, and he made an ephod and theraphin, and he consecrated one of his sons, and he became to him a priest.
[6] ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.
[6] And in those days there was no king in Israel; every man did that which was right in his own eyes.
[7] Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεεμ δήμου Ιουδα, καὶ αὐτὸς Λευίτης, καὶ οὗτος παρῴκει ἐκεῖ.
[7] And there was a young man in Bethleem of the tribe of Juda, and he was a Levite, and he was sojourning there.
[8] καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεεμ τῆς πόλεως Ιουδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Εφραιμ καὶ ἕως οἴκου Μιχαια τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ.
[8] And the man departed from Bethleem the city of Juda to sojourn in whatever place he might find; and he came as far as mount Ephraim, and to the house of Michaias to accomplish his journey.
[9] καὶ εἶπεν αὐτῷ Μιχαιας Πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν Λευίτης εἰμὶ ἀπὸ Βαιθλεεμ Ιουδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ.
[9] And Michaias said to him, Whence comest thou? and he said to him, I am a Levite of Bethleem Juda, and I go to sojourn in any place I may find.
[10] καὶ εἶπεν αὐτῷ Μιχαιας Κάθου μετ’ ἐμοῦ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. καὶ ἐπορεύθη ὁ Λευίτης
[10] And Michaias said to him, Dwell with me, and be to me a father and a priest; and I will give thee ten pieces of silver by the year, and a change of raiment, and thy living.
[11] καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη ὁ νεανίας παρ’ αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ.
[11] And the Levite went and began to dwell with the man; and the young man was to him as one of his sons.
[12] καὶ ἐπλήρωσεν Μιχαιας τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα καὶ ἐγένετο ἐν οἴκῳ Μιχαια.
[12] And Michaias consecrated the Levite, and he became to him a priest, and he was in the house of Michaias.
[13] καὶ εἶπεν Μιχαιας Νῦν ἔγνων ὅτι ἀγαθυνεῖ κύριος ἐμοί, ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα.
[13] And Michaias said, Now I know that the Lord will do me good, because a Levite has become my priest.
CHAPTER 18
[1] Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δαν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία.
[1] In those days there was no king in Israel; and in those days the tribe of Dan sought for itself an inheritance to inhabit, because no inheritance had fallen to it until that day in the midst of the tribes of the children of Israel.
[2] καὶ ἀπέστειλαν οἱ υἱοὶ Δαν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραα καὶ ἀπὸ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους Εφραιμ ἕως οἴκου Μιχαια καὶ ηὐλίσθησαν ἐκεῖ.
[2] And the sons of Dan sent from their families five men of valour, from Saraa and from Esthaol, to spy out the land and to search it; and they said to them, Go and search out the land. And they came as far as the mount of Ephraim to the house of Michaias and they lodged there,
[3] αὐτοὶ ἐν οἴκῳ Μιχαια καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ Τίς ἤνεγκέν σε ὧδε, καὶ τί σὺ ποιεῖς ἐν τῷ τόπῳ τούτῳ, καὶ τί σοι ὧδε;
[3] in the house of Michaias, and they recognised the voice of the young man the Levite, and turned in thither; and said to him, Who brought thee in hither? and what doest thou in this place? and what hast thou here?
[4] καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχαιας καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα.
[4] And he said to them, Thus and thus did Michaias to me, and he hired me, and I became his priest.
[5] καὶ εἶπαν αὐτῷ Ἐρώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ.
[5] And they said to him, Enquire now of God, and we shall know whether our way will prosper, on which we are going.
[6] καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς Πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν, ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ.
[6] And the priest said to them, Go in peace; your way in which ye go, is before the Lord.
[7] καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισα· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ’ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροῦ, καὶ μακράν εἰσιν Σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον.
[7] And the five men went on, and came to Laisa; and they saw the people in the midst of it dwelling securely, at ease as is the manner of the Sidonians, and there is no one perverting or shaming a matter in the land, no heir extorting treasures; and they are far from the Sidonians, and they have no intercourse with any one.
[8] καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραα καὶ Εσθαολ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν Τί ὑμεῖς κάθησθε;
[8] And the five men came to their brethren to Saraa and Esthaol, and said to their brethren, Why sit ye here idle?
[9] καὶ εἶπαν Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν.
[9] And they said, Arise, and let us go up against them, for we have seen the land, and, behold, it is very good, yet ye are still: delay not to go, an to enter in to possess the land.
[10] καὶ ἡνίκα ἂν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ’ ἐλπίδι, καὶ ἡ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν, τόπος, ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ.
[10] And whens
oever ye shall go, ye shall come in upon a people secure, and the land is extensive, for God has given it into your hand; a place where there is no want of anything that the earth affords.
[11] Καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δαν ἀπὸ Σαραα καὶ ἀπὸ Εσθαολ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως.
[11] And there departed thence of the families of Dan, from Saraa and from Esthaol, six hundred men, girded with weapons of war.
[12] καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαριμ ἐν Ιουδα· διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ ὀπίσω Καριαθιαριμ.
[12] And they went up, and encamped in Cariathiarim in Juda; therefore it was called in that place the camp of Dan, until this day: behold, it is behind Cariathiarim.
[13] καὶ παρῆλθον ἐκεῖθεν ὄρος Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχαια.
[13] And they went on thence to the mount of Ephraim, and came to the house of Michaias.
[14] καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γῆν Λαισα καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν Ἔγνωτε ὅτι ἔστιν ἐν τῷ οἴκῳ τούτῳ εφωδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε ὅ τι ποιήσετε.
[14] And the five men who went to spy out the land of Laisa answered, and said to their brethren, Ye know that there is in this place an ephod, and theraphin, and a graven and a molten image; and now consider what ye shall do.
[15] καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου, οἶκον Μιχαια, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην.
[15] And they turned aside there, and went into the house of the young man, the Levite, even into the house of Michaias, and asked him how he was.
[16] καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δαν.
[16] And the six hundred men of the sons of Dan who were girded with their weapons of war stood by the door of the gate.
[17] καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν
[17] And the five men who went to spy out the land went up, and entered into the house of Michaias, and the priest stood.
[18] καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαια, καὶ ὁ ἱερεὺς ἑστώς· καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς Τί ὑμεῖς ποιεῖτε;
[18] And they took the graven image, and the ephod, and the theraphin, and the molten image; and the priest said to them, What are ye doing?
[19] καὶ εἶπαν αὐτῷ Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ’ ἡμῶν καὶ γενοῦ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ισραηλ;
[19] And they said to him, Be silent, lay thine hand upon thy mouth, and come with us, and be to us a father and a priest: is it better for thee to be the priest of the house of one man, or to be the priest of a tribe and house for a family of Israel?
[20] καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ.
[20] And the heart of the priest was glad, and he took the ephod, and the theraphin, and the graven image, and the molten image, and went in the midst of the people.
[21] καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν.
[21] So they turned and departed, and put their children and their property and their baggage before them.
[22] αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαια καὶ ἰδοὺ Μιχαιας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαια ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δαν.
[22] They went some distance from the house of Michaias, and, behold, Michaias and the men in the houses near Michaias’ house, cried out, and overtook the children of Dan.
[23] καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτῶν υἱοὶ Δαν καὶ εἶπαν τῷ Μιχαια Τί ἐστίν σοι, ὅτι ἐβόησας;
[23] And the children of Dan turned their face, and said to Michaias, What is the matter with thee that thou hast cried out?
[24] καὶ εἶπεν Μιχαιας Ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε· καὶ τί ἐμοὶ ἔτι; καὶ τί τοῦτο λέγετε πρός με Τί κράζεις;
[24] And Michaias said, Because ye have taken my graven image which I made, and my priest, and are gone; and what have I remaining? and what is this that ye say to me, Why criest thou?
[25] καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν Μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ’ ἡμῶν, μήποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.
[25] And the children of Dan said to him, Let not thy voice be heard with us, lest angry men run upon thee, and take away thy life, and the lives of thy house.
[26] καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχαιας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπόστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.
[26] And the children of Dan went their way; and Michaias saw that they were stronger than himself, and he returned to his house.
[27] Καὶ οἱ υἱοὶ Δαν ἔλαβον ὃ ἐποίησεν Μιχαιας, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ’ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί·
[27] And the children of Dan took what Michaias had made, and the priest that he had, and they came to Laisa, to a people quiet and secure; and they smote them with the edge of the sword, and burnt the city with fire.
[28] καὶ οὐκ ἦν ὁ ῥυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ρααβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ
[28] And there was no deliverer, because the city is far from the Sidonians, and they have no intercourse with men, and it is in the valley of the house of Raab; and they built the city, and dwelt in it.
[29] καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν ἐν ὀνόματι Δαν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ Ισραηλ· καὶ Ο
υλαμαις τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον.
[29] And they called the name of the city Dan, after the name of Dan their father, who was born to Israel; and the name of the city was Ulamais before.
[30] καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δαν τὸ γλυπτόν· καὶ Ιωναθαμ υἱὸς Γηρσομ υἱὸς Μανασση, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως ἡμέρας ἀποικίας τῆς γῆς.
[30] And the children of Dan set up the graven image for themselves; and Jonathan son of Gerson son of Manasse, he and his sons were priests to the tribe of Dan till the time of the carrying away of the nation.
[31] καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτόν, ὃ ἐποίησεν Μιχαιας, πάσας τὰς ἡμέρας, ἃς ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλωμ.
[31] And they set up for themselves the graven image which Michaias made, all the days that the house of God was in Selom; and it was so in those days that there was no king in Israel.
CHAPTER 19
[1] Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ. καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Εφραιμ καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλεεμ Ιουδα.
[1] And there was a Levite sojourning in the sides of mount Ephraim, and he took to himself a concubine from Bethleem Juda.
[2] καὶ ἐπορεύθη ἀπ’ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν παρ’ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς Βηθλεεμ Ιουδα καὶ ἦν ἐκεῖ ἡμέρας τεσσάρων μηνῶν.