Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 753
Septuagint Complete Greek and English Edition Page 753

by Septuagint


  [1] And it came to pass in those days that the Philistines gathered themselves together with their armies to go out to fight with Israel; and Anchus said to David, Know surely, that thou shalt go forth to battle with me, thou, and thy men.

  [2] καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.

  [2] And David said to Anchus, Thus now thou shalt know what thy servant will do. And Anchus said to David, So will I make thee captain of my body-guard continually.

  [3] Καὶ Σαμουηλ ἀπέθανεν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτοῦ. καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.

  [3] And Samuel died, and all Israel lamented for him, and they bury him in his city, in Armathaim. And Saul had removed those who had in them divining spirits, and the wizards, out of the land.

  [4] καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν, καὶ συναθροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε.

  [4] And the Philistines assemble themselves, and come and encamp in Sonam: and Saul gathers all the men of Israel, and they encamp in Gelbue.

  [5] καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα.

  [5] And Saul saw the camp of the Philistines, and he was alarmed, and his heart was greatly dismayed.

  [6] καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.

  [6] And Saul enquired of the Lord; and the Lord answered him not by dreams, nor by manifestations, nor by prophets.

  [7] καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ Ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ.

  [7] Then Saul said to his servants, Seek for me a woman who has in her a divining spirit, and I will go to her, and enquire of her: and his servants said to him, Behold, there is a woman who has in her a divining spirit at Aendor.

  [8] καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ’ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ Μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.

  [8] And Saul disguised himself, and put on other raiment, and he goes, and two men with him, and they come to the woman by night; and he said to her, Divine to me, I pray thee, by the divining spirit within thee, and bring up to me him whom I shall name to thee.

  [9] καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν Ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ, ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν;

  [9] And the woman said to him, Behold now, thou knowest what Saul has done, how he has cut off those who had in them divining spirits, and the wizards from the land, and why dost thou spread a snare for my life to destroy it?

  [10] καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.

  [10] And Saul swore to her, and said, As the Lord lives, no injury shall come upon thee on this account.

  [11] καὶ εἶπεν ἡ γυνή Τίνα ἀναγάγω σοι; καὶ εἶπεν Τὸν Σαμουηλ ἀνάγαγέ μοι.

  [11] And the woman said, Whom shall I bring up to thee? and he said, Bring up to me Samuel.

  [12] καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαουλ Ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαουλ.

  [12] And the woman saw Samuel, and cried out with a loud voice: and the woman said to Saul, Why hast thou deceived me? for thou art Saul.

  [13] καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Μὴ φοβοῦ, εἰπὸν τίνα ἑόρακας. καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.

  [13] And the king said to her, Fear not; tell me whom thou has seen. And the woman said to him, I saw gods ascending out of the earth.

  [14] καὶ εἶπεν αὐτῇ Τί ἔγνως; καὶ εἶπεν αὐτῷ Ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοίδα ἀναβεβλημένος. καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

  [14] And he said to her, What didst thou perceive? and she said to him, An upright man ascending out of the earth, and he was clothed with a mantle. And Saul knew that this was Samuel, and he stooped with his face to the earth, and did obeisance to him.

  [15] καὶ εἶπεν Σαμουηλ Ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπεν Σαουλ Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.

  [15] And Samuel said, Why hast thou troubled me, that I should come up? And Saul said, I am greatly distressed, and the Philistines war against me, and God has departed from me, and no longer hearkens to me either by the hand of the prophets or by dreams: and now I have called thee to tell me what I shall do.

  [16] καὶ εἶπεν Σαμουηλ Ἵνα τί ἐπερωτᾷς με; καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου·

  [16] And Samuel said, Why askest thou me, whereas the Lord has departed from thee, and taken part with thy neighbour?

  [17] καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ.

  [17] And the Lord has done to thee, as the Lord spoke by me; and the Lord will rend thy kingdom out of thy hand, and will give it to thy neighbour David.

  [18] διότι οὐκ ἤκουσας φωνῆς κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ.

  [18] because thou didst not hearken to the voice of the Lord, and didst not execute his fierce anger upon Amalec, therefore the Lord has done this thing to thee this day.

  [19] καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ κ�
�ὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χεῖρας ἀλλοφύλων.

  [19] And the Lord shall deliver Israel with thee into the hands of the Philistines, and to-morrow thou and thy sons with thee shall fall, and the Lord shall deliver the army of Israel into the hands of the Philistines.

  [20] καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουηλ· καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.

  [20] And Saul instantly fell at his full length upon the earth, and was greatly afraid because of the words of Samuel; and there was no longer any strength in him, for he had eaten no bread all that day, and all that night.

  [21] καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαουλ καὶ εἶδεν ὅτι ἔσπευσεν σφόδρα, καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι·

  [21] And the woman went in to Saul, and saw that he was greatly disquieted, and said to him, Behold now, thine handmaid has hearkened to thy voice, and I have put my life in my hand, and have heard the words which thou has spoken to me.

  [22] καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται ἐν σοὶ ἰσχύς, ὅτι πορεύσῃ ἐν ὁδῷ.

  [22] And now hearken, I pray thee, to the voice of thine handmaid, and I will set before thee a morsel of bread, and eat, and thou shalt be strengthened, for thou wilt be going on thy way.

  [23] καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον.

  [23] But he would not eat; so his servants and the woman constrained him, and he hearkened to their voice, and rose up from the earth, and sat upon a bench.

  [24] καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα

  [24] And the woman had a fat heifer in the house; and she hasted and slew it; and she took meal and kneaded it, and baked unleavened cakes.

  [25] καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

  [25] And she brought the meat before Saul, and before his servants; and they ate, and rose up, and departed that night.

  CHAPTER 29

  [1] Καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Αφεκ, καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τῇ ἐν Ιεζραελ.

  [1] And the Philistines gather all their armies to Aphec, and Israel encamped in Aendor, which is in Jezrael.

  [2] καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ’ ἐσχάτων μετὰ Αγχους.

  [2] And the lords of the Philistines went on by hundreds and thousands, and David and his men went on in the rear with Anchus.

  [3] καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων Τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων Οὐχ οὗτος Δαυιδ ὁ δοῦλος Σαουλ βασιλέως Ισραηλ; γέγονεν μεθ’ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ’ ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης.

  [3] And the lords of the Philistines said, Who are these that pass by? And Anchus said to the captains of the Philistines, Is not this David the servant of Saul king of Israel? He has been with us some time, even this second year, and I have not found any fault in him from the day that he attached himself to me even until this day.

  [4] καὶ ἐλυπήθησαν ἐπ’ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ Ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ’ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων;

  [4] And the captains of the Philistines were displeased at him, and they say to him, Send the man away, and let him return to his place, where thou didst set him; and let him not come with us to the war, and let him not be a traitor in the camp: and wherewith will he be reconciled to his master? Will it not be with the heads of those men?

  [5] οὐχ οὗτος Δαυιδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ;

  [5] Is not this David whom they celebrated in dances, saying, Saul has smitten his thousands, and David his ten thousands?

  [6] καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ Ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ’ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ’ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ·

  [6] And Anchus called David, and said to him, As the Lord lives, thou art right and approved in my eyes, and so is thy going out and thy coming in with me in the army, and I have not found any evil to charge against thee from the day that thou camest to me until this day: but thou art not approved in the eyes of the lords.

  [7] καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων.

  [7] Now then return and go in peace, thus thou shalt not do evil in the sight of the lords of the Philistines.

  [8] καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ’ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως;

  [8] And David said to Anchus, What have I done to thee? and what hast thou found in thy servant from the first day that I was before thee even until this day, that I should not come and war against the enemies of the lord my king?

  [9] καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ Οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ’ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν Οὐχ ἥξει μεθ’ ἡμῶν εἰς πόλ
εμον.

  [9] And Anchus answered David, I know that thou art good in my eyes, but the lords of the Philistines say, He shall not come with us to the war.

  [10] καὶ νῦν ὄρθρισον τὸ πρωί, σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε.

  [10] Now then rise up early in the morning, thou and the servants of thy lord that are come with thee, and go to the place where I appointed you, and entertain no evil thought in thy heart, for thou art good in my sight: and rise early for your journey when it is light, and depart.

  [11] καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ.

  [11] So David arose early, he and his men, to depart and guard the land of the Philistines: and the Philistines went up to Jezrael to battle.

  CHAPTER 30

  [1] Καὶ ἐγενήθη εἰσελθόντος Δαυιδ καὶ τῶν ἀνδρῶν αὐτοῦ εἰς Σεκελακ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Αμαληκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ Σεκελακ καὶ ἐπάταξεν τὴν Σεκελακ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί·

  [1] And it came to pass when David and his men had entered Sekelac on the third day, that Amalec had made an incursion upon the south, and upon Sekelac, and smitten Sekelac, and burnt it with fire.

  [2] καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ’ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.

 

‹ Prev