Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 761
Septuagint Complete Greek and English Edition Page 761

by Septuagint


  [8] And David said to Urias, Go to thy house, and wash thy feet: and Urias departed from the house of the king, and a portion of meat from the king followed him.

  [9] καὶ ἐκοιμήθη Ουριας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ.

  [9] And Urias slept at the door of the king with the servants of his lord, and went not down to his house.

  [10] καὶ ἀνήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου;

  [10] And they brought David word, saying, Urias has not gone down to his house. And David said to Urias, Art thou not come from a journey? why hast thou not gone down to thy house?

  [11] καὶ εἶπεν Ουριας πρὸς Δαυιδ Ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο.

  [11] And Urias said to David, The ark, and Israel, and Juda dwell in tents; and my lord Joab, and the servants of my lord, are encamped in the open fields; and shall I go into my house to eat and drink, and lie with my wife? how should I do this? as thy soul lives, I will not do this thing.

  [12] καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον.

  [12] And David said to Urias, Remain here to-day also, and to-morrow I will let thee go. So Urias remained in Jerusalem that day and the day following.

  [13] καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν, καὶ ἐμέθυσεν αὐτόν· καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.

  [13] And David called him, and he ate before him and drank, and he made him drunk: and he went out in the evening to lie upon his bed with the servants of his lord, and went not down to his house.

  [14] καὶ ἐγένετο πρωῒ καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου.

  [14] And the morning came, and David wrote a letter to Joab, and sent it by the hand of Urias.

  [15] καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων Εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.

  [15] And he wrote in the letter, saying, Station Urias in front of the severe part of the fight, and retreat from behind him, so shall he be wounded and die.

  [16] καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.

  [16] And it came to pass while Joab was watching against the city, that he set Urias in a place where he knew that valiant men were.

  [17] καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωαβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυιδ, καὶ ἀπέθανεν καί γε Ουριας ὁ Χετταῖος.

  [17] And the men of the city went out, and fought with Joab: and some of the people of the servants of David fell, and Urias the Chettite died also.

  [18] καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου

  [18] And Joab sent, and reported to David all the events of the war, so as to tell them to the king.

  [19] καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα

  [19] And he charged the messenger, saying, When thou hast finished reporting all the events of the war to the king,

  [20] καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους;

  [20] then it shall come to pass if the anger of the king shall arise, and he shall say to thee, Why did ye draw nigh to the city to fight? knew ye not that they would shoot from off the wall?

  [21] τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ’ αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς Καί γε Ουριας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν.

  [21] Who smote Abimelech the son of Jerobaal son of Ner? did not a woman cast a piece of a millstone upon him from above the wall, and he died in Thamasi? why did ye draw near to the wall? then thou shalt say, Thy servant Urias the Chettite is also dead.

  [22] καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ, πάντα τὰ ῥήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον Ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ’ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος;

  [22] And the messenger of Joab went to the king to Jerusalem, and he came and reported to David all that Joab told him, all the affairs of the war. And David was very angry with Joab, and said to the messenger, Why did ye draw nigh to the wall to fight? knew ye not that ye would be wounded from off the wall? Who smote Abimelech the son of Jerobaal? did not a woman cast upon him a piece of millstone from the wall, and he died in Thamasi? why did ye draw near to the wall?

  [23] καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυιδ Ὅτι ἐκραταίωσαν ἐφ’ ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ’ ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήθημεν ἐπ’ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης,

  [23] And the messenger said to David, The men prevailed against us, and they came out against us into the field, and we came upon them even to the door of the gate.

  [24] καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλός σου Ου
ριας ὁ Χετταῖος ἀπέθανεν.

  [24] And the archers shot at thy servants from off the wall, and some of the king’s servants died, and thy servant Urias the Chettite is dead also.

  [25] καὶ εἶπεν Δαυιδ πρὸς τὸν ἄγγελον Τάδε ἐρεῖς πρὸς Ιωαβ Μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν.

  [25] And David said to the messenger, Thus shalt thou say to Joab, Let not the matter be grievous in thine eyes, for the sword devours one way at one time and another way at another: strengthen thine array against the city, and destroy it, and strengthen him.

  [26] καὶ ἤκουσεν ἡ γυνὴ Ουριου ὅτι ἀπέθανεν Ουριας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς.

  [26] And the wife of Urias heard that Urias her husband was dead, and she mourned for her husband.

  [27] καὶ διῆλθεν τὸ πένθος, καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν. Καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα, ὃ ἐποίησεν Δαυιδ, ἐν ὀφθαλμοῖς κυρίου.

  [27] And the time of mourning expired, and David sent and took her into his house, and she became his wife, and bore him a son: but the thing which David did was evil in the eyes of the Lord.

  CHAPTER 12

  [1] καὶ ἀπέστειλεν κύριος τὸν Ναθαν τὸν προφήτην πρὸς Δαυιδ, καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ Δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος καὶ εἷς πένης·

  [1] And the Lord sent Nathan the prophet to David; and he went in to him, and said to him, There were two men in one city, one rich and the other poor.

  [2] καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα,

  [2] And the rich man had very many flocks and herds.

  [3] καὶ τῷ πένητι οὐδὲν ἀλλ’ ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν, καὶ ἡδρύνθη μετ’ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ·

  [3] But the poor man had only one little ewe lamb, which he had purchased, and preserved, and reared; an it grew up with himself and his children in common; it ate of his bread and drank of his cup, and slept in his bosom, and was to him as a daughter.

  [4] καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.

  [4] And a traveller came to the rich man, and he spared to take of his flocks and of his herds, to dress for the traveller that came to him; and he took the poor man’s lamb, and dressed it for the man that came to him.

  [5] καὶ ἐθυμώθη ὀργῇ Δαυιδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν Ζῇ κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο

  [5] And David was greatly moved with anger against the man; and David said to Nathan, As the Lord lives, the man that did this thing shall surely die.

  [6] καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ’ ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο.

  [6] And he shall restore the lamb seven-fold, because he has not spared.

  [7] καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ Σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ

  [7] And Nathan said to David, Thou art the man that has done this. Thus says the Lord God of Israel, I anointed thee to be king over Israel, and I rescued thee out the hand of Saul;

  [8] καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα· καὶ εἰ μικρόν ἐστιν, προσθήσω σοι κατὰ ταῦτα.

  [8] and I gave thee the house of thy lord, and the wives of thy lord into thy bosom, and I gave to thee the house of Israel and Juda; and if that had been little, I would have given thee yet more.

  [9] τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Αμμων.

  [9] Why hast thou set at nought the word of the Lord, to do that which is evil in his eyes? thou hast slain Urias the Chettite with the sword, and thou hast taken his wife to be thy wife, and thou hast slain him with the sword of the children of Ammon.

  [10] καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ’ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Ουριου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα.

  [10] Now therefore the sword shall not depart from thy house for ever, because thou has set me at nought, and thou hast taken the wife of Urias the Chettite, to be thy wife.

  [11] τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ’ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου·

  [11] Thus says the Lord, Behold, I will raise up against thee evil out of thy house, and I will take thy wives before thine eyes, and will give them to thy neighbour, and he shall lie with thy wives in the sight of this sun.

  [12] ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου.

  [12] For thou didst it secretly, but I will do this thing in the sight of all Israel, and before the sun.

  [13] καὶ εἶπεν Δαυιδ τῷ Ναθαν Ἡμάρτηκα τῷ κυρίῳ. καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ Καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς·

  [13] And David said to Nathan, I have sinned against the Lord. And Nathan said to David, And the Lord has put away thy sin; thou shalt not die.

  [14] πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γ�
� ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται.

  [14] Only because thou hast given great occasion of provocation to the enemies of the Lord by this thing, thy son also that is born to thee shall surely die.

  [15] καὶ ἀπῆλθεν Ναθαν εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἔθραυσεν κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Ουριου τῷ Δαυιδ, καὶ ἠρρώστησεν.

  [15] And Nathan departed to his house. And the Lord smote the child, which the wife of Urias the Chettite bore to David, and it was ill.

  [16] καὶ ἐζήτησεν Δαυιδ τὸν θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσεν Δαυιδ νηστείαν καὶ εἰσῆλθεν καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς.

  [16] And David enquired of God concerning the child, and David fasted, and went in and lay all night upon the ground.

  [17] καὶ ἀνέστησαν ἐπ’ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ τοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησεν καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.

  [17] And the elders of his house arose and went to him to raise him up from the ground, but he would not rise, nor did he eat bread with them.

  [18] καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον, ὅτι εἶπαν Ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον; καὶ ποιήσει κακά.

 

‹ Prev