Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 766
Septuagint Complete Greek and English Edition Page 766

by Septuagint


  [4] And the saying was right in the eyes of Abessalom, and in the eyes of all the elders of Israel.

  [5] καὶ εἶπεν Αβεσσαλωμ Καλέσατε δὴ καί γε τὸν Χουσι τὸν Αραχι, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ.

  [5] And Abessalom said, Call now also Chusi the Arachite, and let us hear what is in his mouth, even in his also.

  [6] καὶ εἰσῆλθεν Χουσι πρὸς Αβεσσαλωμ· καὶ εἶπεν Αβεσσαλωμ πρὸς αὐτὸν λέγων Κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν Αχιτοφελ· εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μή, σὺ λάλησον.

  [6] And Chusi went in to Abessalom, and Abessalom spoke to him, saying, After this manner spoke Achitophel: shall we do according to his word? but if not, do thou speak.

  [7] καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Οὐκ ἀγαθὴ αὕτη ἡ βουλή, ἣν ἐβουλεύσατο Αχιτοφελ τὸ ἅπαξ τοῦτο.

  [7] And Chusi said to Abessalom, This counsel which Achitophel has counselled this one time is not good.

  [8] καὶ εἶπεν Χουσι Σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ, καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν·

  [8] And Chusi said, Thou knowest thy father and his men, that they are very mighty, and bitter in their spirit, as a bereaved bear in the field, [[and as a wild boar in the plain]]: and thy father is a man of war, and will not give the people rest.

  [9] ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων, καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ Ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Αβεσσαλωμ,

  [9] For, behold, he is now hidden in one of the hills or in some other place: and it shall come to pass when he falls upon them at the beginning, that some one will certainly hear, and say, There has been a slaughter among the people that follow after Abessalom.

  [10] καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακήσεται, ὅτι οἶδεν πᾶς Ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ’ αὐτοῦ.

  [10] Then even he that is strong, whose heart is as the heart of a lion, — it shall utterly melt: for all Israel knows that thy father is mighty, and they that are with him are mighty men.

  [11] ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν,

  [11] For thus I have surely given counsel, that all Israel be generally gathered to thee from Dan even to Bersabee, as the sand that is upon the sea-shore for multitude: and that thy presence go in the midst of them.

  [12] καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων, οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπ’ αὐτόν, ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ καί γε ἕνα·

  [12] And we will come upon him in one of the places where we shall find him, and we will encamp against him, as the dew falls upon the earth; and we will not leave of him and of his men so much as one.

  [13] καὶ ἐὰν εἰς πόλιν συναχθῇ, καὶ λήμψεται πᾶς Ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος.

  [13] And if he shall have taken refuge with his army in a city, then shall all Israel take ropes to that city, and we will draw it even into the river, that there may not be left there even a stone.

  [14] καὶ εἶπεν Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ Ἀγαθὴ ἡ βουλὴ Χουσι τοῦ Αραχι ὑπὲρ τὴν βουλὴν Αχιτοφελ· καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοφελ τὴν ἀγαθήν, ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα. –

  [14] And Abessalom, and all the men of Israel said, The counsel of Chusi the Arachite is better than the counsel of Achitophel. For the Lord ordained to disconcert the good counsel of Achitophel, that the Lord might bring all evil upon Abessalom.

  [15] καὶ εἶπεν Χουσι ὁ τοῦ Αραχι πρὸς Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς Οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτοφελ τῷ Αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις Ισραηλ, καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ·

  [15] And Chusi the Arachite said to Sadoc and Abiathar the priests, Thus and thus Achitophel counselled Abessalom and the elders of Israel; and thus and thus have I counselled.

  [16] καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυιδ λέγοντες Μὴ αὐλισθῇς τὴν νύκτα ἐν αραβωθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον, μήποτε καταπίῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ.

  [16] And now send quickly and report to David, saying, Lodge not this night in Araboth of the wilderness: even go and make haste, lest one swallow up the king, and all the people with him.

  [17] καὶ Ιωναθαν καὶ Αχιμαας εἱστήκεισαν ἐν τῇ πηγῇ Ρωγηλ, καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς, καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ Δαυιδ, ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν.

  [17] And Jonathan and Achimaas stood by the well of Rogel, and a maid-servant went and reported to them, and they go and tell king David; for they might not be seen to enter into the city.

  [18] καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ Αβεσσαλωμ, καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουριμ, καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ.

  [18] But a young man saw them and told Abessalom: and the two went quickly, and entered into the house of a man in Baurim; and he had a well in his court, and they went down into it.

  [19] καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ’ αὐτῷ αραφωθ, καὶ οὐκ ἐγνώσθη ῥῆμα.

  [19] And a woman took a covering, and spread it over the mouth of the well, and spread out ground corn upon it to dry, and the thing was not known.

  [20] καὶ ἦλθαν οἱ παῖδες Αβεσσαλωμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν Ποῦ Αχιμαας καὶ Ιωναθαν; καὶ εἶπεν αὐτοῖς
ἡ γυνή Παρῆλθαν μικρὸν τοῦ ὕδατος· καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς Ιερουσαλημ.

  [20] And the servants of Abessalom came to the woman into the house, and said, Where are Achimaas and Jonathan? and the woman said to them, They are gone a little way beyond the water. And they sought and found them not, and returned to Jerusalem.

  [21] ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυιδ καὶ εἶπαν πρὸς Δαυιδ Ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Αχιτοφελ.

  [21] And it came to pass after they were gone, that they came up out of the pit, and went on their way; and reported to king David, and said to David, Arise ye and go quickly over the water, for thus has Achitophel counselled concerning you.

  [22] καὶ ἀνέστη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ διέβησαν τὸν Ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν Ιορδάνην.

  [22] And David rose up and all the people with him, and they passed over Jordan till the morning light; there was not one missing who did not pass over Jordan.

  [23] καὶ Αχιτοφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.

  [23] And Achitophel saw that his counsel was not followed, and he saddled his ass, and rose and departed to his house into his city; and he gave orders to his household, and hanged himself, and died, and was buried in the sepulchre of his father.

  [24] Καὶ Δαυιδ διῆλθεν εἰς Μαναιμ, καὶ Αβεσσαλωμ διέβη τὸν Ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ισραηλ μετ’ αὐτοῦ.

  [24] And David passed over to Manaim: and Abessalom crossed over Jordan, he and all the men of Israel with him.

  [25] καὶ τὸν Αμεσσαι κατέστησεν Αβεσσαλωμ ἀντὶ Ιωαβ ἐπὶ τῆς δυνάμεως· καὶ Αμεσσαι υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ιοθορ ὁ Ισραηλίτης, οὗτος εἰσῆλθεν πρὸς Αβιγαιαν θυγατέρα Ναας ἀδελφὴν Σαρουιας μητρὸς Ιωαβ.

  [25] And Abessalom appointed Amessai in the room of Joab over the host. And Amessai was the son of a man whose name was Jether of Jezrael: he went in to Abigaia the daughter of Naas, the sister of Saruia the mother of Joab.

  [26] καὶ παρενέβαλεν πᾶς Ισραηλ καὶ Αβεσσαλωμ εἰς τὴν γῆν Γαλααδ.

  [26] And all Israel and Abessalom encamped in the land of Galaad.

  [27] καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυιδ εἰς Μαναιμ, Ουεσβι υἱὸς Ναας ἐκ Ραββαθ υἱῶν Αμμων καὶ Μαχιρ υἱὸς Αμιηλ ἐκ Λωδαβαρ καὶ Βερζελλι ὁ Γαλααδίτης ἐκ Ρωγελλιμ

  [27] And it came to pass when David came to Manaim, that Uesbi the son of Naas of Rabbath of the sons of Ammon, and Machir son of Amiel of Lodabar, and Berzelli the Galaadite of Rogellim,

  [28] ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν

  [28] brought ten embroidered beds, (with double coverings,)and ten caldrons, and earthenware, and wheat, and barley, and flour, and meal, and beans, and pulse,

  [29] καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφωθ βοῶν καὶ προσήνεγκαν τῷ Δαυιδ καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ φαγεῖν, ὅτι εἶπαν Ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.

  [29] and honey, and butter, and sheep, and cheeses of kine: and they brought them to David and to his people with him to eat; for one said, The people is faint and hungry and thirsty in the wilderness.

  CHAPTER 18

  [1] Καὶ ἐπεσκέψατο Δαυιδ τὸν λαὸν τὸν μετ’ αὐτοῦ καὶ κατέστησεν ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους,

  [1] And David numbered the people with him, and set over them captains of thousands and captains of hundreds.

  [2] καὶ ἀπέστειλεν Δαυιδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Αβεσσα υἱοῦ Σαρουιας ἀδελφοῦ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Εθθι τοῦ Γεθθαίου. καὶ εἶπεν Δαυιδ πρὸς τὸν λαόν Ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ’ ὑμῶν.

  [2] And David sent away the people, the third part under the hand of Joab, and the third part under the hand of Abessa the son of Saruia, the brother of Joab, and the third part under the hand of Ethi the Gittite. And David said to the people, I also will surely go out with you.

  [3] καὶ εἶπαν Οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν.

  [3] And they said, Thou shalt not go out: for if we should indeed flee, they will not care for us; and if half of us should die, they will not mind us; for thou art as ten thousand of us: and now it is well that thou shalt be to us an aid to help us in the city.

  [4] καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς Ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.

  [4] And the king said to them, Whatsoever shall seem good in your eyes I will do. And the king stood by the side of the gate, and all the people went out by hundreds and by thousands.

  [5] καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ιωαβ καὶ τῷ Αβεσσα καὶ τῷ Εθθι λέγων Φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Αβεσσαλωμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ Αβεσσαλωμ.

  [5] And the king commanded Joab and Abessa and Ethi, saying, Spare for my sake the young man Abessalom. And all the people heard the king charging all the commanders concerning Abessalom.

  [6] καὶ ἐξῆλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ισραηλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Εφραιμ.

  [6] And all the people went out into the wood against Israel; and the battle was in the wood of Ephraim.

  [7] καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ισραηλ ἐνώπιον τῶν παίδων Δαυιδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.

  [7] And the people of Israel fell down there before the servants of
David, and there was a great slaughter in that day, even twenty thousand men.

  [8] καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

  [8] And the battle there was scattered over the face of all the land: and the wood consumed more of the people than the sword consumed among the people in that day.

  [9] καὶ συνήντησεν Αβεσσαλωμ ἐνώπιον τῶν παίδων Δαυιδ, καὶ Αβεσσαλωμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί, καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν.

  [9] And Abessalom went to meet the servants of David: and Abessalom was mounted on his mule, and the mule came under the thick boughs of a great oak; and his head was entangled in the oak, and he was suspended between heaven and earth; and the mule passed on from under him.

  [10] καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλεν Ιωαβ καὶ εἶπεν Ἰδοὺ ἑώρακα τὸν Αβεσσαλωμ κρεμάμενον ἐν τῇ δρυί.

  [10] And a man saw it, and reported to Joab, and said, Behold, I saw Abessalom hanging in an oak.

  [11] καὶ εἶπεν Ιωαβ τῷ ἀνδρὶ τῷ ἀπαγγέλλοντι Καὶ ἰδοὺ ἑόρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.

  [11] And Joab said to the man who reported it to him, And, behold, thou didst see him: why didst thou not smite him there to the ground? and I would have given thee ten pieces of silver, and a girdle.

 

‹ Prev