by Septuagint
[34] And Pharao Nechao made Eliakim son of Josias king of Juda king over them in the place of his father Josias, and he changed his name to Joakim, and he took Joachaz and brought him to Egypt, and he died there.
[35] καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ιωακιμ τῷ Φαραω· πλὴν ἐτιμογράφησεν τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραω, ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω.
[35] And Joakim gave the silver and the gold to Pharao; but he assessed the land to give the money at the command of Pharao: they gave the silver and the gold each man according to his assessment together with the people of the land to give to Pharao Nechao.
[36] Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιελδαφ θυγάτηρ Φεδεια ἐκ Ρουμα.
[36] Twenty-five years old was Joakim when he began to reign, and he reigned eleven years in Jerusalem: and his mother’s name was Jeldaph, daughter of Phadail of Ruma.
[37] καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
[37] And he did that which was evil in the eyes of the lord, according to all that his fathers had done.
CHAPTER 24
[1] ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἐγενήθη αὐτῷ Ιωακιμ δοῦλος τρία ἔτη· καὶ ἐπέστρεψεν καὶ ἠθέτησεν ἐν αὐτῷ.
[1] In his days went up Nabuchodonosor king of Babylon, and Joakim became his servant three years; and then he turned and revolted from him.
[2] καὶ ἀπέστειλεν αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωαβ καὶ τοὺς μονοζώνους υἱῶν Αμμων καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ιουδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.
[2] And the lord sent against him the bands of the Chaldeans, and the bands of Syria, and the bans of Moab, and the bands of the children of Ammon, and sent them into the land of Juda to prevail against it, according to the word of the Lord, which he spoke by his servants the prophets.
[3] πλὴν ἐπὶ τὸν θυμὸν κυρίου ἦν ἐν τῷ Ιουδα ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασση κατὰ πάντα, ὅσα ἐποίησεν·
[3] Moreover it was the purpose of the Lord concerning Juda, to remove them from his presence, because of the sins of Manasses, according to all that he did.
[4] καί γε αἷμα ἀθῷον ἐξέχεεν καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησεν κύριος ἱλασθῆναι.
[4] Moreover he shed innocent blood, and filled Jerusalem with innocent blood, and the Lord would not pardon it.
[5] καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
[5] And the rest of the acts of Joakim, and all that he did, behold, are not these written in the book of the chronicles of the kings of Juda?
[6] καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ιωακιμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.
[6] And Joakim slept with his fathers: and Joachim his son reigned in his stead.
[7] καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβεν βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα, ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου.
[7] And the king of Egypt came no more out of his land: for the king of Babylon took away all that belonged to the king of Egypt from the river of Egypt as far as the river Euphrates.
[8] Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νεσθα θυγάτηρ Ελλαναθαν ἐξ Ιερουσαλημ.
[8] Eighteen years old was Joachim when he began to reign, an he reigned three months in Jerusalem: and his mother’s name was Nestha, daughter of Ellanastham, of Jerusalem.
[9] καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ.
[9] And he did that which was evil in the sight of the Lord, according to all that his father did.
[10] ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ, καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ.
[10] At that time went up Nabuchodonosor king of Babylon to Jerusalem, and the city was besieged.
[11] καὶ εἰσῆλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ’ αὐτήν.
[11] And Nabuchodonosor king of Babylon came against the city, and his servants besieged it.
[12] καὶ ἐξῆλθεν Ιωακιμ βασιλεὺς Ιουδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ.
[12] And Joachim king of Juda came forth to the king of Babylon, he and his servants, and his mother, and his princes, and his eunuchs; and the king of Babylon took him in the eighth year of his reign.
[13] καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησεν Σαλωμων βασιλεὺς Ισραηλ ἐν τῷ ναῷ κυρίου, κατὰ τὸ ῥῆμα κυρίου.
[13] And he brought forth thence all the treasures of the house of the Lord, and the treasures of the king’s house, and he cut up all the golden vessels which Solomon the king of Israel had made in the temple of the Lord, according to the word of the Lord.
[14] καὶ ἀπῴκισεν τὴν Ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς.
[14] And he carried away the inhabitants of Jerusalem, and all the captains, and the mighty men, taking captive ten thousand prisoners, and every artificer and smith: and only the poor of the land were left.
[15] καὶ ἀπῴκισεν τὸν Ιωακιμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέ
ως καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ιερουσαλημ εἰς Βαβυλῶνα
[15] And he carried Joachim away to Babylon, and the king’s mother, and the king’s wives, and his eunuchs: and he carried away the mighty men of the land into captivity from Jerusalem to Babylon.
[16] καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα.
[16] And all the men of might, even seven thousand, and one thousand artificers and smiths: all were mighty men fit for war; and the king of Babylon carried them captive to Babylon.
[17] καὶ ἐβασίλευσεν βασιλεὺς Βαβυλῶνος τὸν Μαθθανιαν υἱὸν αὐτοῦ ἀντ αὐτοῦ καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Σεδεκια.
[17] And the king of Babylon made Batthanias his son king in his stead, and called his name Sedekias.
[18] Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτοῦ Σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιταλ θυγάτηρ Ιερεμιου.
[18] Twenty and one years old was Sedekias when he began to reign, and he reigned eleven years in Jerusalem: and his mother’s name was Amital daughter of Jeremias.
[19] καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ιωακιμ·
[19] And he did that which was evil in the sight of the Lord, according to all that Joachim did.
[20] ὅτι ἐπὶ τὸν θυμὸν κυρίου ἦν ἐπὶ Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα, ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠθέτησεν Σεδεκιας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.
[20] For it was according to the Lord’s anger against Jerusalem and on Juda, until he cast them out of his presence, that Sedekias revolted against the king of Babylon.
CHAPTER 25
[1] καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ παρενέβαλεν ἐπ’ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ’ αὐτὴν περίτειχος κύκλῳ.
[1] And it came to pass in the ninth year of his reign, in the tenth month, that Nabuchodonosor king of Babylon came, and all his host, against Jerusalem; and he encamped against it, and built a mound against it.
[2] καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκιου·
[2] And the city was besieged until the eleventh year of king Sedekias on the ninth day of the month.
[3] ἐνάτῃ τοῦ μηνὸς καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.
[3] And the famine prevailed in the city, and there was no bread for the people of the land.
[4] καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχέων, αὕτη ἥ ἐστιν τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύθη ὁδὸν τὴν Αραβα,
[4] And the city was broken up, and all the men of war went forth by night, by the way of the gate between the walls, this is the gate of the king’s garden: and the Chaldeans were set against the city round about: and the king went by the way of the plain.
[5] καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν Αραβωθ Ιεριχω, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ.
[5] And the force of the Chaldeans pursued the king, and overtook him in the plains of Jericho: and all his army was dispersed from about him.
[6] καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθα, καὶ ἐλάλησεν μετ’ αὐτοῦ κρίσιν·
[6] And they took the king, and brought him to the king of Babylon to Reblatha; and he gave judgment upon him.
[7] καὶ τοὺς υἱοὺς Σεδεκιου ἔσφαξεν κατ’ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκιου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα.
[7] And he slew the sons of Sedekias before his eyes, and put out the eyes of Sedekias, and bound him in fetters, and brought him to Babylon.
[8] Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνός [αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος] ἦλθεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ιερουσαλημ.
[8] And in the fifth month, on the seventh day of the month (this is the nineteenth year of Nabuchodonosor king of Babylon), came Nabuzardan, captain of the guard, who stood before the king of Babylon, to Jerusalem.
[9] καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ιερουσαλημ, καὶ πᾶν οἶκον ἐνέπρησεν
[9] And he burnt the house of the Lord, and the king’s house, and all the houses of Jerusalem, even every house did the captain of the guard burn.
[10] ὁ ἀρχιμάγειρος.
[10] And the force of the Chaldeans pulled down the wall of Jerusalem round about.
[11] καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ἐνέπεσον πρὸς βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος.
[11] And Nabuzardan the captain of the guard removed the rest of the people that were left in the city, and the men who had deserted to the king of Babylon, and the rest of the multitude.
[12] καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβιν.
[12] But the captain of the guard left of the poor of the land to be vine-dressers and husbandmen.
[13] καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τὰς μεχωνωθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἦραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα.
[13] And the Chaldeans broke to pieces the brazen pillars that were in the house of the Lord, and the bases, and the brazen sea that was in the house of the Lord, and carried their brass to Babylon.
[14] καὶ τοὺς λέβητας καὶ τὰ ιαμιν καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ,
ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβεν·
[14] And the caldrons, and the shovels, and the bowls, and the censers, and all the brazen vessels with which they minister, he took.
[15] καὶ τὰ πυρεῖα καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος,
[15] And the captain of the guard took the fire-pans, and the gold and silver bowls.
[16] στύλους δύο, ἡ θάλασσα ἡ μία καὶ τὰ μεχωνωθ, ἃ ἐποίησεν Σαλωμων τῷ οἴκῳ κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.
[16] Two pillars, and one sea, and the bases which Solomon made for the house of the Lord: there was no weight of the brass of all the vessels.
[17] ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθαρ ἐπ’ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθαρ τριῶν πήχεων, σαβαχα καὶ ῥοαὶ ἐπὶ τοῦ χωθαρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ σαβαχα.
[17] The height of one pillar was eighteen cubits, and the chapiter upon it was of brass: and the height of the chapiter was three cubits: the border, and the pomegranates on the chapiter round about were all of brass: and so it was with the second pillar with its border.
[18] καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραιαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονιαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν